Поиск авторов по алфавиту

Автор:Акоминат Михаил

Акоминат Михаил Стихи по случаю бракосочетания Исаака Ангела с дочерью угорского короля

VI.

СТИХИ Н. АКОМИНАТА ПО СЛУЧАЮ БРАКОСОЧЕТАНИЯ ИСААКА АНГЕЛА С ДОЧЕРЬЮ УГОРСКОГО КОРОЛЯ. (Cod. Barocc. № 110 FOL. 336).

Στίχοι τοῦ Χωνειάτου ἐπὶ ταῖς ἀναφανήσεσι τῶν δίμων (?), ὁπηνίκά ὁ βασιλεὺς Ἰσαάκιος συνεζύγη τῇ θυγατρὶ τοῦ ρηγὸς Οὐγρἱας Βελᾶ.

Βασίλισσα τῶν ἡμερῶν ἡ σήμερον ἡμέρα

Καθ’ ἣν ὁ μέγας βχσιλεὺς, ὁ σιδηροῦς βραχἱων

Ὁ γίγας Ἰσαάκιος, ὁ τῶν ἐθνών διώκτης

Νυμφεύεται τρισευκλεῶς εἰς κοινωνἱίαν γάμου

Τὴν ἐκ ῥηγῶν καὶ περὶ... καὶ τῶν περιωνύμων

Τὴν ἀρεταῖς ἐκλάμπουσαν, ἀνθοῦσαν ἐν τῷ κάλλει

Τὴν ὑπεράρασαν ἁπλῶς ἁπάσας ἐν τοῖς πᾶσι,

Τὴν πανταχοῦ βασίλισσαν, τὴν πανταχοῦ κρατούσαν

Χαῖρε, ὦ χαῖρε, βασιλεῦ φρικτέ, βαρβαροκτόνε

Ἀντίτυπε τοῦ λάμποντος ἐν οὐρανῶ φωσφόρου

Ὄσας ἡμῖν φωτοβολείς καὶ τόσας τὰς ἀκτῖνας

Λάμπεις αὐτὸς ὡς φεραυγὴς, καταφαιδρύνεις πάντας

Ἰδοὺ καὶ.... χύσις φωτὸς ἐτέρα

Ἐκ συναφείας σου τῆς νῦν τῆς γαμικῆς αστράπτει

Ἀν δὲ καὶ φῶτα λάμπουσιν ἔνδοθεν τῆς πορφύρας

Ἀπὸ τῶν ἄρτι τελετῶν τοῦ βασιλείου γάμου

Ὁποῖός σου φλογήσεται χορὸς τῶν ἀλλοθρόων.

Χαῖρε χαριτοβλέφαρε τῶν γυναικῶν ἀρίστη,

ηγῶν μεγάλων βλάστημα, παλαιστεφῶν, ἀλκίμων

Ἣν δίκην ἀπαστράπτου σαν σελήνης ὁλοκύκλου

Νυμφεύεται τρισευκλεῶς ἐν νυμφιδίοις λέκτροις

Αὐτάναξ Ἰσαάκιος Ἄγγελος Αὐσονάρχης,

 

 

40

 

σκήπτρων τῶν ῥωμαικῶν ἔννομος κληρονόμος.

Χαῖρε καὶ πορφυρόπαιδας ἀποκυήσοις παῖδας

Γενναίους, βριαρόχειρας, ἀλκίμους, πατρομοίους

Ὡς φάναι τοὺς ἀγγελικούς ἀλληλοδιαδόχους

Ἕως τερμάτων χρονικῶν, ἕως τῆς συντελείας.

Λέγουσι θεῖε βασιλεῦ καὶ τὸν ἀντίτυπόν σου

Τὸν σελάσφορον ἥλιον θύειν ποτὲ τοὺς γάμους

Καὶ τῶν βατράχων τὴν πληθὺν ἐλεεινολογεῖσθαι,

Ὅς τῷ πολλ πυρεύματι τῆς ἀκτινοβολίας

Μελλούσης τῆς ὑγρότητος φθαρῇναι τῶν τελμάτων.

Ἀν γοῦν τοῖς γάμοις ἥλιος ἐφόβει τοὺς βατράχους

Ἀπάρτι τί ποιήσουσιν οἱ τῶν ἐθνῶν δυνάσται,

Γάμους τοὺς σοὺς μανθάνοντες καὶ τὰς παστοπηγἱας

Καὶ προσδοκῶντες ἀπ’ αὐτῶν ἀκτῖνας φαιδροτάτας;

Ὡσεὶ κηρὸς τακήσονται καὶ πάντες ἀπολοῦνται.

Ἰδοὺ καιρὸς εὐφρόσυνος καὶ χαρμονῆς ἡμέρα

Πάντες ἀγαλλιάσθωσαν, τὰ πάντα μειδιάσθω

Ταῖς ἐορταῖς καὶ τελεταῖς τῶν αὐτοκρατορούντων

Καθ’ ἅς ὡραῖος ἐκ παστοῦ προέρχεται νυμφίος,

Αὐτάναξ Ἰσαάκιος Ἀγγελος Αὐσονάρχης,

Καὶ τὴν ὑψίδρομον ὁδὸν τῆς αὐτοκρατορίας

Ἀγαλλιάσεται δραμεῖν ὥσπερ ἀκάμώς γίγας,

Τιθεὶς ἐπ’ ἀκρων οὐρανοῦ τὴν ἔξοδον τοῦ κράτους

Καὶ τὴν κατάντησιν αὐτοῦ μέχρι δυσμῶν ἐσχάτων

Ὥστε μηδένα τὴν αὐτοῦ θέρμην ἀποκρυβῆναι.

Ναὶ ναὶ, σκηπτοῦχε βασιλεῦ, ναὶ ναὶ φρικτὲ βαρβάροις

Ἐξάπλου καὶ μεγέθυνε μέχρις καὶ συντελείας,

Σειρὰν χρυσήν προγονικὴν σῆς αὐτοκρατορίας

Καὶ πρόσθες παῖδας τοῖς παισὶν ὡς νίκας ἐπὶ νἱκαις

Ἀεὶ νικῶν τὰ παλαιὰ καλοῖς τοῖς νεωτέροις,

Ὅπως τὸ σύμπαν πλήρωμα τοῦ κράτους τῶν Αὐσόνων

Τοῖς ἐξ ὀσφύος σου σκιρτᾶ, χορεύῃ σου ταῖς νίκαις.

Συνεύχονταἱ μοι καὶ φασὶν οἱ συμπαρεστηκότες·

«Γένοιτο ταῦτα, γένοιτο, γένοι καὶ πέρας λάβοι

Θεὲ θεῶν, ὁ βασιλεὺς πάντων τῶν βασιλέων».


Страница сгенерирована за 0.16 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.