Поиск авторов по алфавиту

Автор:Климент Александрийский

Климент Александрийский Строматы. кн. 5. (Греческий текст)

226

 

ΚΛΗΜΕΝΤΟΣ
ΣΤΡΩΜΑΤΕΩΝΠΕΜΠΤΟΣ

(1) Περὶ μὲν τοῦ γνωστικοί τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέονˑ εἰσὶ γὰρ οἱ τὴν <μὲν> πίστιν ἡμῶν περὶ τοῦ υἱοῦ, τὴν δὲ γνῶσιν περὶ τοῦ πατρὸς εἶναι διαστέλλοντες. λέληθεν δὲ αὐτοὺς ὅτι πιστεῦσαι μὲν ἀληθῶς τῷ υἱῷ δεῖ, ὅτι τε υἱὸς καὶ ὅτι ἦλθεν καὶ πῶς καὶ διὰ τί καὶ περὶ τοῦ πάθους, γνῶναι δὲ ἀνάγκη τις ἐστὶν υἱὸς τοῦ θεοῦ. ἤδη δὲ οὔτε γνῶσις ἄνευ πίστεως οῦθ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ πατὴρ ἄνευ υίοῦˑ ἅμα γὰρ τῷ πατὴρ υἱοῦ πατὴρ, υἱὸς δὲ περὶ πατρὸς ἀληθὴς διδάσκαλος, καὶ ἵνα τις πιστεύσῃ τῷ υίῷ, γνῶναι δεῖ τὸν πατέρα πρὸς ὃν καὶ υἱός, αὖθις τε ἵνα τὸν πατέρα ἐπιγνῶμεν, πιστεῦσαι δεῖ τῷ υἱῷ, ὅτι τοῦ θεοῦ υἱὸς διδάσκειεκ πίστεως γὰρ εἰς γνῶσιν, διὰ υἱοῦ πατήρˑ γνῶσις δὲ υἱοῦ καὶ πατρὸς κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας. ἡμεῖς ἄρα ἐσμὲν οἱ ἐν τῷ πιστουμένῳ πιστοὶ καὶ οἱ ἐν τῷ ἀγνώστῳ γνωστικοί, τουτέστιν ἐν τῷ πᾶσιν ἀγνοουμένῳ καὶ πιστουμένῳ, ὀλίγοις δὲ πιστευομένῳ τε καὶ γινωσκομένῳ γνωστικοίˑ γνωστικοίˑ δὲ οὐ λόγῳ, ἔργα ἀπογραφόμενοι, ἀλλαὐτῆ τῇ θεωρίᾳ. (2) «Μακάριος λέγων εἰς ὦτα ἀκουόντων»ˑ πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν κύριος λέγων « ἔχων ὦτα ἀκούειν ἀκουέτω», ἵνα δὴ πιστεύσας συνῇ λέγει, ὡς λέγει, ἀλλὰ τοι καὶ Ὅμηρος ποιητῶν πρεσβύτατος ἐπὶ τοῦ αἰσθάνεσθαι τῷ ἀκούειν, εἰδικῳ ἀντὶ γενικοῦ, χρησάμενος «μάλιστα δὲ τ' ἔκλυον αὐτοὶ» γράφειˑ τό γὰρ ὅλον συνῳδία καὶ συμφωνία τῆς ἀμφοῖν πίστεως εἰς ἐν πέρας καταγίνεται τὴν σωτηρίαν. μάρτυς ἡμῖν νημερτής ἀπόστολος λέγωνˑ «ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα

 

 

227

τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶςˑ τοῦτο δὲ ἔστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦκαὶ πάλιν ὑποβὰς ἐπάγειˑ «δικαιοσύνη δὲ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστινφαίνεται οὖν ἀπόστολος διττὴν καταγγέλλων πίστιν, μᾶλλον δὲ μίαν, αὔξησιν καὶ τελείωσιν ἐπιδεχομένηνˑ μὲν γὰρ κοινὴ πίστις καθάπερ θεμέλιος ὑπόκειται (τοῖς γοῦν θεραπευθήναι ποθοῦσιν κύριος πιστῶς κινουμένοις ἐπέλεγενˑ « πίστις σου σέσωκέν σεˑ»), δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὐτῇ ἐκ μαθήσεως περιγινομένη καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν, ὁποιοι ἦσαν οἱ ἀπόστολοι, ἐφ' ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα μεταφυτεύειν δύνασθαι εἴρηται. (3) ὅθεν αἰσθόμενοι τοῦ μεγαλείου τῆς δυνάμεως ἠξίουν προστιθέναι αὐτοῖς πίστιν τὴν ὡς «κόκκον σινάπεωσ» ἐπιδάκνουσαν φελίμως τὴν ψυχὴν καὶ ἐν αὐτῇ αὔξουσαν μεγαλωστί, ὡς ἐπαναπαύεσθαι αὐτῇ τοὺς περὶ τῶν μεταρσίων λόγους, εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, [τὴν] νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτὴν, ἐρμηνεύων, οὐσίαν, ἀλλοὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει τὴν πίστιν. παρέλκουσι τοίνυν αἰ ἐντολαὶ αἵ τε κατὰ τὴν παλαιὰν αἵ τε κατὰ τὴν νέαν διαθήκην, φύσει σῳζομένου, ὡς Οὐαλεντῖνος βούλεται, τινὸς καὶ φύσει πιστοῦ καὶ ἐκλεκτοῦ ὄντος, ὡς Βασιλείδης νομίζει, ἦν δἂν καὶ δίχα τῆς τοῦ σωτῆρος παρουσίας χρόνῳ ποτε ἀναλάμψαι δύνασθαι τὴν φύσιν. εἰ δὲ ἀναγκαίαν τὴν ἐπιδημίαν τοῦ κυρίου φήσαιεν, οἴχεται αὐτοῖς τὰ τῆς φύσεως ἰδιώματα, μαθήσει καὶ καθάρσει καὶ τῇ τῶν ἔργων εὐποιίᾳ, ἀλλοὐ φύσει σῳζομένης τῆς ἐκλογής. (4) γοῦν Ἀβραὰμ δὶ ἀκοῆς πιστεύσας τῇ φωνῇ τῇ ὑπὸ τὴν δρῦν τὴν ἐν Μαμβρῆ ἐπαγγειλαμένῃ «σοι δίδωμί τὴν γῆν ταύτην καὶ τῷ σπέρματι σουˑ «ἤτοι ἐκλεκτὸς ὴν οὔ; ἀλλεἰ μὲν οὐκ ἤν, πῶς εὐθέως ἐπίστευσεν οἷον φυσικῶς; εἰ δὲ ἦν ἐκλεκτός, λέλυται αὐτοῖς ὑπόθεσις, εὐρισκομένης καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένηςˑ «ἐλογίσθη γὰρ αὐτῷ εἰς δικαιοσύνηνἐὰν γὰρ τις τολμήσας λέγῃ Μαρκίωνι ἐπόμενος τὸν δημιουργὸν

 

 

228

σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα [καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένησ] τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδρκιμηθήσεται αὐτῷ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπ' αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλόμενη σῴζειν καὶ αὐτὴ ἤτοι μαθήσει καὶ μιμήσει τοὑτου. ἀλλὰ κἂν οὕτως ἔχων σῴζῃ κατ' αὐτοὺς ἀγαθός, οὔτε τοὺς ἰδίους οὔτε μετὰ τῆς γνώμης τοῦ πεποιηκότος τὴν κτίσιν ἐπιχειρεῖ τὴν σωτηρίαν, βίᾳ δὲ δόλῳ. καὶ πῶς ἑτι ἀγαθὸς οὕτως καὶ ὕστερος; εἰ δὲ τόπος διαφέρει καὶ μονὴ τοῦ παντοκράτορος λείπεται ἀπὸ τῆς τοῦ ἀγαθοῦ θεοῦ μονῆς, ἀλλ τοῦ σῴζοντος βούλησις οὐκ ἀπολείπεται τοῦ ἀγαθοῦ γε προκατάρξασα.

(5) Ἀνόητοι ἄρα οἱ ἄπιστοι ἐκ τῶν προδιηνυσμένων ἡμῖν δείκνυνται· «αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι καὶ οὐκ ἴσασιν εἰρήνην» φησὶν προφήτης· «τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτεῖσθαι» θεσπέσιος παρήνεσε Παῦλος. «ὅτι γεννῶσι μάχασ»· τε Αἰσχύλος κέκραγε·

τά μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

τήν μὲν γὰρ μετὰ πίστεως συνιοῦσαν ζήτησιν, ἐποικοδομοῦσαν τῷ θεμελίῳ τῆς πίστεως τὴν μεγαλοπρεπῆ τῆς ἀληθείας γνῶσιν, ἀρίστην ἴσμεν. ἴσμεν δὲ ὡς ἄρα οὔτε τὰ φανερά ζητεῖται (οἷον εἰ ἡμέρα ἐστὶν ἡμέρας οὔσησ), οὔτε τὰ ἄδηλα καὶ οὐδέποτε γενησόμενα φανερά (ὡς τὸ εἰ ἄρτιοί εἰσὶν οἰ ἀστέρες περιττοί), ἀλλοὐδὲ τὰ ἀντιστρέφοντα (ἀντιστρέφει δὲ καὶ τοῖς τὸν ἐναντίον χειρίζουσι λόγον ἐπˑ ἴσης ἔστιν εἰπεῖν, ὡς τὸ εἰ ζῷον τὸ κατὰ γαστρὸς οὐ ζῷοντέταρτός ἐστι τρόπος, ὅταν ἐκ θατέρου τούτων μέρους ἀναντίῤῥητον καὶ ἄλυτον ἐνθύμημα προτείνηται. εἰ τοίνυν τοῦ ζητεῖν αἰτια κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται· προτείνομεν γὰρ αὐτοῖς τὸ ἀναντίῤῥητον ἐκεῖνο, θεὸς ἐστιν λέγων καὶ περὶ ἑνὸς ἐκάστου ὧν ἐπιζητῶ παριστάς ἐγγράφως. (6) τις οὖν οὕτως ἄθεος <ὡσ> ἀπιστεῖν θεῷ καὶ τὰς ἀποδείξεις ὡς παρὰ ἀνθρώπων ἀπαιτεῖν τοῦ θεοῦ; πάλιν τῶν ζητημάτων μὲν αἰσθήσεως δεῖται, οἷον ἐὰν ζητῆ τις, εἰ τὸ πῦρ θερμὸν χιὼν λευκή· τινὰ δὲ νουθεσίας καὶ ἐπιπλήξεως, ὡς φησὶν Ἀριστοτέλης, ὡς τὸ ἐρώτημα ἐκεῖνο, εἰ χρὴ γονεῖς τιμᾶν, ἔστιν δὲ καὶ κολάσεως ἄξια, ὁποῖον ἐστι τὸ αἰτεῖν ἀποδείξεις, εἰ πρόνοιἀ ἐστι. προνοίας τοίνυν

 

 

229

οὔσης, μὴ κατὰ πρόνοιαν γεγονέναι πᾶσαν τὴν τε προφητείαν καὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν ἡγεῖσθαι ἀνόσιον, καὶ ἴσως οὐδὲ χρὴ τὰ τοιαῦτα, πειρασθαι ἀποδεικνύναι, φανερᾶς οὔσης τῆς θείας προνοίας ἐκ τε τῆς ὄψεως τῶν ὁρωμένων πάντων, τεχνικῶν καὶ σοφῶν ποιημάτων, καὶ τῶν μὲν τάξει γινομένων, τῶν δὲ τάξει φανερουμένων δὲ μεταδοὺς ἡμῖν τοῦ εἶναι τε καὶ ζῆν μεταδέδωκεν καὶ τοῦ λόγου, λογικῶς τε ἅμα καὶ εὐ ζῆν ἐθέλων ἡμαςˑ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτὸς ἐστιν προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμις τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεῖα, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.

(7) Ἐπεὶ δὲ οἳ μὲν ἀπιστοι, οἴ δὲ ἐριστικοὶ, οὐ πάντες τυγχάνουσι τῆς τελειότητος τοῦ ἀγαθοῦ. οὔτε γὰρ ἄνευ προαιρέσεως τυχεῖν οἷόν τε, οὐ μὴν οὐδὲ τὸ πᾶν ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται, οἷον τὸ ἀποβησόμενον. «χάριτι γὰρ σῴζόμεθα», οὐκ ἄνευ μέντοι τῶν καλῶν ἔργων, ἀλλὰ δεῖ μὲν πεφυκότας πρὸς τὸ ἀγαθὸν σπουδήν τίνα περιποιήσασθαι πρὸς αὐτόˑ δεῖ δὲ καὶ τὴν γνώμην ὑγιῆ κεκτῆσθαι τὴν ἀμετανόητον πρὸς τὴν θήραν τοῦ καλοῦ, πρὸς ὅπερ μάλιστα τῆς θείας χρήζομεν χάριτος διδασκαλίας τε ὀρθῆς καὶ εὐπειθείας ἀγνῆς καὶ τῆς τοῦ πατρὸς πρὸς αὐτὸν ὀλκῆς· ἐνδεδεμένοι γὰρ τῷ γεώδει σώματι τῶν μὲν αἰσθητῶν διὰ σώματος ἀντιλαμβανόμεθα, τῶν δὲ νοητῶν διαὐτῆς τῆς λογικῆς ἐφαπτόμεθα δυνάμεως. ἐὰν δὲ τις αἰσθητῶς τὰ πάντα καταλήψεσθαι προσδοκήσῃ, πόῤῥωθεν τῆς ἀλήθειας πέπτωκεν πνευματικῶς γοῦν ἀπόστολος ἐπὶ τῆς γνώσεως τοῦ θεοῦ γράφει· «βλέπομεν γὰρ νῦν ὡς διἐσόπτρου, τότε δὲ πρόσωπον πρὸς πρόσωπονὀλίγοις γὰρ τῆς ἀληθείας θέα δέδοται. λέγει γοῦν καὶ Πλάτων ἐν τῇ Ἐπινομίδι· «οὔ φημι δυνατὸν εἶναι πᾶσιν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γίνεσθαι πλὴν ὀλίγων μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἀπάντωντὰ ἴσα τούτοις βούλεται τὰ παρὰ Μωυσεῖ· «οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται» δῆλον γὰρ μηδὲνα ποτε δύνασθαι παρὰ τὸν τῆς ζωῆς χρόνον τὸν θεὸν ἐναργῶς καταλαβέσθαι· «οἱ καθαροὶ δὲ τῇ καρδίᾳ τὸν θεὸν ὄψονται«, ἐπὰν εἰς τὴν ἐσχάτην ἀφίκωνται τελείωσιν. (8) ἐπεὶ γὰρ ἠσθένει πρὸς κατάληψιν τῶν ὄντων ψυχή, θείου διδασκάλου ἐδεήθημενˑ

 

 

230

καταπέμπεται о σωτὴρ, τῆς ἀγαθοῦ κτήσεως διδάσκαλὸς τε καὶ χορηγός, τὸ ἀπόῤῥητον τῆς μεγάλης προνοίας ἅγιον γνώρισμα, «ποῦ τοίνυν γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τοῦτου; οὐχὶ ἐμώρανεν θεὸς τὴν σοφίαν τοῦ κόσμου τοῦτουφησί. καὶ πάλιν «ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετὼν ἀθετήσω», τῶν δοκησισόφων καὶ ἐριστικῶν τούτων δηλονότι, παγκάλως γοῦν Ἱερεμίας φησί· «τάδε λέγει κύριοςστήτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους αἰωνίας, ποία ἐστὶν ὁδὸς ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὐρήσετε ἀγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» «ἐρωτήσατε», φησί, καὶ πύθεσθε παρὰ τῶν εἰδότων ἀφιλονίκως καὶ ἀδηρίτως. μαθόντες δὲ ἄρα τῆς ἀληθείας τὴν ὁδὸν εὐθεῖαν βαδίζωμεν ἀμεταστρεπτί, ἄχρις ἂν περιτύχωμεν τῷ ποθουμένῳ. εἰκότως ἄρα μὲν βασιλεὺς Ῥωμαίων (Νουμᾶς ὅνομα αὐτῷ) Πυθαγόρειος ὢν πρῶτος ἀνθρώπων ἁπάντων Πίστεως καὶ Ειρήνης 'ιερὸν ίδρύσατο. «τῷ δὲ Ἀβραὰμ πιστεύσαντι δικαιοσύνη ἑλογίσθηοὗτος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν κινουμένων φιλοσοφίαν μετιὼν Ἀβρὰμ ἐκαλεῖτο, ο μεθερμηνεύεται «πατὴρ μετέωροσ»· ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνται τινες, εἴτε ἀγγελον ἔνδοξον εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραὰμ, ἀντὶ φυσιολόγου σοφὸς καὶ φιλόθεος γενόμενος. ἑρμηνεύεται μὲν γὰρ «πατὴρ ἐκλεκτὸς ἠχοῦσ»· ἠχεῖ μὲν γὰρ γεγωνὸς λόγος, πατὴρ δὲ τοῦτου νοῦς, ἐξειλεγμένος δὲ τοῦ σπουδαίου νοῦς.

(9) Καί μοι σφόδρα ἐπαινεῖν ἔπεισι τὸν Ἀκραγαντῖνον ποιητὴν ἐξυμνοῦντα τὴν πίστιν ὧδέ πως·

φίλοι, οἶδα μὲν οὕνεκ' ἀληθείη παρὰ μύθοις,

οὓς ἐγὼ ἐξερέω· μάλα δἀργαλέη γε τέτυκται

ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή.

διὰ τοῦτο καὶ ἀπόστολος παρακαλεῖ, «ἴνα πίστις ἡμῶν μὴ ἐν σοφίᾳ ἀνθρώπων» τῶν πείθειν ἐπαγγελλομένων, «ἀλλἐν δυνάμει θεοῦ», τῇ μόνῃ καὶ ἄνευ τῶν ἀποδείξεων διὰ ψιλῆς τῆς πίστεως σῴζειν δυναμένῃ. «δοκεόντων γὰρ

 

 

231

δοκιμώτατον γινώσκει, φυλάσσειν»· καὶ μέντοι καὶ «δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας Ἐφέσιος φησὶν. οἶδεν γὰρ καὶ οὗτος ἐκ τῆς βαρβάρου φιλοσοφίας μαθὼν τὴν διὰ πυρὸς κάθαρσιν τῶν κακῶς βεβιωκότων, ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἰ Στωϊκοί· καθ' ὅν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι, τοῦτἐκεῖνο τὴν ἀνάστασιν περιέποντες. δὲ Πλάτων τὴν γῆν χρόνοις τιςὶ διὰ πυρὸς καθαίρεσθαι καὶ ὕδατος ὧδέ πῶς φησι· «πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται. πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ καὶ ἄλλοις ἕτεραι βραχύτεραικαὶ μετ> ὀλίγα ἐπιφέρει· «τὸ δἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατ) οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρὼν χρόνων γινομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθοράἔπειτα περὶ τοῦ κατακλυσμοῦ ἐποίσει· «ὅταν δ' αὖ θεοὶ γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὅρεσι διασῴζονται, βουκόλοι νομεῖς, οἱ δἐν ταῖς παρ' ἡμῖν πόλεσιν εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν φέρονται

(10) Παρεστήσαμεν δἐν τῷ πρώτῳ Στρωματεῖ κλέπτας λέγεσθαι τοὺς τῶν Ἑλλήνων φιλοσόφους, παρὰ Μωυσέως καὶ τῶν προφητῶν τὰ κυριώτατα τῶν δογμάτων οὐκ εὐχαρίστως εἰληφότας. οἷς δὴ κάκεῖνα προσθήσομεν, ὡς οἱ ἄγγελοι ἐκεῖνοι οἱ τὸν ἄνω κλῆρον εἰληχότες κατολισθήσαντες εἰς ἡδονὰς ἐξεῖπον τὰ ἀπόῤῥητα ταῖς γυναιξίν, ὅσα γε εἰς γνῶσιν αὐτῶν ἀφῖκτο, κρυπτόντων τῶν ἄλλων ἀγγέλων, μᾶλλον δὲ τηρούντων εἰς τὴν τοῦ κυρίου παρουσίαν, ἐκεῖθεν τῆς προνοίας διδασκαλία ἐῤῥύη καὶ τῶν μετεώρων ἀποκάλυψις. τῆς προφητείας δὲ ἤδη εἰς τοὺς τῶν Ἑλλήνων <ποιητάσ> διαδοθείσης δογματικὴ πραγματεία τοῖς φιλοσόφοις πῇ μὲν ἀληθὴς κατὰ στοχ<ασμ>ὸν ἐπιβαλλομένοις, πῇ δὲ πεπλανημένη τὸ ἐπικεκρυμμένον τῆς προφητικὴς ἀλληγορίας μὴ συνιέντων γέγονεν, καὶ παρασημήνασθαι πρόκειται διὰ βραχέων ἐπιδραμοῦσι τὰ κατεπείγοντα.

(11) Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμὲν. οὐ γὰρ τοῦτο λέγω μηδὅλως ζητεῖν «ζήτει γὰρ, καὶ εὐρήσεισ» λέγει.

τὸ δὲ ζητούμενον

 

 

232

άλωτόν, ἐκφεύγει δὲ τάμελούμενον,

κατὰ τὸν Σοφοκλέα. τὰ δ’ ὅμοια καὶ Μένανδρος ὁ κωμικὸς λέγει·

πάντα τὰ ζητούμενα

δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι.

ἀλλά τὸ μὲν διορατικὸν τῆς ψυχῆς ἀποτείνειν πρὸς τὴν εὕρεσιν χρὴ καὶ τὰ ἐμποδὼν διακαθαίρειν φιλονικίαν τε αὖ καὶ φθόνον καὶ τὴν ἔριν αὐτὴν τὴν κάκιστα ἐξ ἀνθρώπων ὀλουμένην ἀποῤῥῖψαι τέλεον. παγκάλως γὰρ ὁ Φλειάσιος Τίμων γράφειˑ

φοιτᾷ δὲ βροτολοιγὸς Ἔρις κενεὸν λελακυῖα,

Νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος·

ἥ τ' ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα

ἐς βροτοῦ ἐστήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει.

ἔπειτα ὀλίγον ὑποβὰς ἐπιφέρειˑ

τις γὰρ τούσδˑ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι;

Ἡχοῦς σύνδρομος ὄχλοςˑ ὅ γὰρ σιγῶσι χολωθεὶς

νοῦσον ἐπ' ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοὶ

περὶ ψευδαποφάσκοντος λόγου καὶ κερατίνου διαλεληθότος τε αὖ καὶ κροκοδειλίνου σωρίτου τε ἑτι καὶ ἐγκεκαλυμμένου περὶ τε ἀμφιβολιὼν καὶ σοφισμάτων.

(12) Τὸ δὲ ἄρα ζητεῖν περὶ θεοῦ, ἄν μὴ εἰς ἔριν, ἀλλὰ εἰς εὕρεσιν τείνῃ, σωτὴριὸν ἐστι. γέγραπται γὰρ ἐν τῷ Δαβὶδ «φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόνˑ ζήσεται ἡ καρδία αὐτῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» οἱ γὰρ ζητοῦντες κατὰ τὴν ζήτησιν τὴν ἀληθῆ αἰνοῦντες κύριον ἐμπλησθήσονται τῆς δόσεως τῆς παρὰ τοῦ θεοῦ, τουτέστι τῆς γνώσεως, καὶ ζήσεται ἡ ψυχῇ αὐτῶν καρδία γὰρ ἡ ψυχῇ ἀλληγορεῖται ἡ τὴν ζωὴν χορηγήσασα, ὅτι δι’ υἱοῦ ὁ πατὴρ γνωρίζεται, οὐδὲ μὴν πᾶσιν ἀνέδην τοῖς λέγουσι τε καὶ γράφουσιν ἐκδοτα τὰ ὦτα παρέχειν χρή, ἐπεὶ καὶ αἰ κύλικες πρὸς πολλῶν λαμβανόμεναι τῶν ὤτων καταρυπανθεῖσαι ἀποβάλλουσι μὲν τὰ ὦτα, πρὸς δὲ τούτοις ἀποπίπτουσαι κατάγνυνται καὶ αὐταί. τὸν αὐτὸν γὰρ τρόπον καὶ

 

 

233

οἱ ταῖς πολλαῖς φλυαρίαις καταρυπάναντες τὴν ἀγνὴν τῆς πίστεως ἀκοὴν τέλος ἤδη ἐκκωφούμενοι πρὸς τὴν ἀλήθειαν ἀχρεῖοί τε γίγνονται καὶ εἰς γῆν ἀποπίπουσιν. (13) οὔκουν εἰκῇ τοῖς παιδίοις παρακελευόμεθα τῶν ὤτων λαμβανομένοις φιλεῖν τοὺς προσήκοντας, τοῦτο δήπου αἰνιττόμενοι δι’ ἀκοῆς ἐγγίγνεσθαι τῆς ἀγάπης τὴν συναίσθησιν, «ἀγάπη δὲ ὁ θεὸσ» ὁ τοῖς ἀγαπῶσι γνωστός, ὡς «πιστὸς ὁ θεὸσ» ὁ τοῖς πιστοῖς παραδιδόμενος διὰ τῆς μαθήσεως. καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ δι’ ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν πειθομενων ἡμῖν παίδων. καὶ τοῦτο ἦν ὃ ᾐνίξατο ὅστις ἄρα ἦν ἐκεῖνος ὁ ἐπιγράψας τῇ εἰσοδῳ τοῦ ἐν Ἐπιδαύρῳ νεώˑ

ἁγνὸν χρὴ νηοῖο θυώδεος ἐντὸς ἰόντα

ἐμμεναιˑ ἀγνείη δ’ ἐστι φρονεῖν ὅσια.

«κἂν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε», φησὶν, «εἰς τὴν βασιλείαν τῶν οὐρανῶνˑ» ἐνταῦθα γὰρ ὁ νεώς τοῦ θεοῦ, τρισίν ἡδρασμένος θεμελίοις, πίστει, ἑλπίδι, ἀγάπῃ, φαίνεται.

 

II

(14) Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ' Ἕλλησι γραφῶν παρατεθείμεθαˑ ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἑλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου μετὰ τὴν τελευτὴν ἔχειν οἴεται. καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ' αὐτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινής σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβείν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἑλπίδος τέλος ἀφικομένην φησὶν ἄλλου βίου ἀιδίου ἀρχὴν λαμβάνειν. (15) ἐν δὲ τῷ Συμποσίῳ πᾶσι μὲν ἔρωτα φυσικὸν ἐγκεκράσθαι λέγει τῆς τοῦ ὁμοιου γενέσεως, καὶ τοῖς μὲν ἀνθρώποις ἀνθρώπων μόνον, τῷ δὲ σπουδαίῳ τοῦ παραπλήσιου, ἀδύνατον δ' ἐστι τοῦτο ποιῆσαι τὸν σπουδαῖον μὴ ἔχοντα τελείους τὰς ἀρετάς, καθ' ἄς παιδεύσει τοὺς προσιόντας νέους καὶ, ὡς ἐν Θεαιτήτῳ φησί, γεννήσει καί,

 

 

234

ἀνθρώπους ἀποτελέσειˑ κυεῖν γὰρ τοὺς μὲν κατὰ σῶμα, τοὺς δὲ κατὰ ψυχήν, ἐπεὶ καὶ παρὰ τοῖς βαρβάροις φιλοσόφοις τὸ κατηχήσαί τε καὶ φωτίσαι ἀναγεννῆσαι λέγεται, καὶ «ἐγὼ ὑμᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ» ὁ καλὸς που λέγει ἀπόστολος. ὁ δὲ Ἐμπεδοκλῆς ἐν ταῖς ἀρχαῖς καὶ φιλότητα συγκαταριθμεῖται, συγκριτικήν τίνα ἀγάπην νοῶν,

ἣν σὺ νόῳ δέρκευ μηδˑ ὁμμασιν ἧσο τεθηπώς.

ἀλλὰ καὶ Παρμενίδης ἐν τῷ αὐτοῦ ποιήματι περὶ τῆς Ἐλπίδος αἰνισσόμενος τὰ τοιαῦτα λέγει·

λεῦσσε δ’ ὅμως ἀπεόντα νόῳ παρεόντα βεβαίωςˑ

οὐ γὰρ ἀποτμήξει τὸ έὸν τοῦ ἐόντος ἔχεσθαι

οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον

οὔτε συνιστάμενονˑ

 

III

(16) ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα, εἰ τοίνυν φαμὲν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλὸν, ἀλλὰ καὶ ὰλήθειἀν τι λέγομεν, οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλ’ ἤ μόνῳ τῷ νῷ, ὁ δὲ λόγος τοῦ θεοῦ «ἐγὼ» φησὶν «είμι ἡ ἀλήθεια» νῷ ἄρα θεωρητὸς ὁ λόγος, «τοὑς δὲ ἀληθινούς, ἔφη, φιλοσόφους τίνας λέγεις; τοὺς τῆς ἀλήθειας, ἦν δ’ ἐγὼ, φιλοθεάμονας.» ἐν δὲ τῷ Φαίδρῳ περὶ ἀληθείας ὡς ἰδέας λέγων ὁ Πλάτων δηλώσει, ἡ δὲ ἰδέα ἐννόημα τοῦ θεοῦ, ὅπερ οἱ βάρβαροι λόγον εἴρήκασι τοῦ θεοῦεχει δὲ τὰ τῆς λέξεως ὠδε«τολμητέον γὰρ οὖν τὸ γε ἀληθὲς εἰπεῖν ἄλλως τε καὶ περὶ ἀληθείας λέγονταή γὰρ ἀχρώματὸς τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὐσα ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή.» προελθὼν δὲ ὁ λόγος δημιουργίας αἴτιος, ἔπειτα καὶ ἑαυτόν γεννᾷ ὅταν ὁ λόγος σάρξ γένηται, ἵνα καὶ θεαθῆ. ὁ τοίνυν δίκαιος ζητήσει εὕρεσιν ἀγα πητικήν, εἰς ἣν σπεύδων εὐτυχεῖ»ˑ τῷ κρούοντι«, γὰρ φησὶν, «άνοιγήσεταιαιτείτε καὶ δοθήσεται ὑμῖν» οἱ γὰρ ἀρπάζοντες τὴν βασιλείαν «βιασταὶ» οὐ τοῖς ἐριστικοῖς λόγοις, ἐνδελεχείᾳ δὲ ὀρθοῦ βίου ἀδιαλείπτοις τε εὐχαῖς ἐκβιάζεσθαι εἴρηνται, τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ἀπαλείφοντες κηλῖδας.

 

 

235

τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι.

τῷ δ’ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει.

ού γὰρ ἐν μέσοισι κεῖται

δῶρα δυσμάχητα Μοισᾶν

τώπιτυχόντι φέρειν.

(17) ἡ γοῦν τῆς ἀγνοίας ἐπίστασις τὸ πρῶτόν ἐστι μάθημα τῷ κατὰ λόγον βαδίζοντι. ἀγνοήσας τις ἐζήτησεν, καὶ ζητήσας εὐρίσκει τὸν διδάσκαλον εὐρών τε ἐπίστευσεν καὶ πιστεύσας ἤλπισεν ἀγαπήσας τε ἐντεῦθεν ἐξομοιοῦται τῷ ἠγαπημένῳ, τοῦτ' εἶναι σπεύδων ὅ φθάσας ἠγάπησεν, τοιαύτην τινὰ μέθοδον Σωκράτης ὑποδείκνυσιν Αλκιβιάδῃ ὧδε πυνθανέμωνῳˑ «Οὐκ ἄν οἰει ἄλλως εἰδέναι μυε περὶ τῶν δικαίων; — Ναί, εἰ γε εὕροις. — Ἀλλ' οὐκ ἄν εὑρεῖν με ἡγῇ; — Καὶ μάλα γε, εἰ ζητήσαις. — Εἶτα ζητῆσαι οὐκ ἂν οἰει με; — Ἔγωγε, εἰ οἴηθείης γε μὴ εἰδέναι.» ταύτῃ τοι καὶ αἰ τῶν φρονίμων παρθένων λαμπάδες αἰ νύκτωρ ἀνημμέναι ἐν πολλῷ τῷ τῆς ἀγνοίας σκότει, ἣν νύκτα ᾐνίξατο ἡ γραφήˑ φρόνιμοι ψυχαὶ, καθαροὶ ὡς παρθένοι, συνεῖσαι σφᾶς αὐτὰς ἐν ἀγνοίᾳ καθεστώσας κοσμικῇ, τὸ φῶς ἀνάπτουσι καὶ τὸν νοῦν ἐγείρουσι καὶ φωτίζουσι τὸ σκότος καὶ τὴν ἄγνοιαν ἐξελαύνουσι καὶ ζητοῦσι τὴν ἀλήθειαν καὶ τοῦ διδασκάλου τὴν ἐπιφάνειαν ἀναμένουσι. «φιλόσοφον μὲν οὖν, ἦν δ’ ἐγὼ, πλῆθος ἀδύνατον γενέσθαι.» «ναρθηκοφόροι μὲν πολλοὶ, βάκχοι δὲ τε παῦροιˑ «κατὰ τὸν Πλάτωνα, «πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί» καὶ «οὐκ ἐν πᾶσι» φησὶν ὁ ἀπόστολος «ἡ γνῶσισ». «προσεύχεσθε δὲ ἵνα ῥυσθώμεν ἀπὸ τῶν ἀτοπων καὶ πονηρὼν ἀνθρώπων οὐ γὰρ πάντων ἡ πίστις.» καὶ ἡ Κλεάνθους δὲ τοῦ Στωϊκοῦ φιλόσοφος ποιητική ὧδέ πῶς τὰ ὅμοια γράφειˑ

μή πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι,

μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα δόξαν,

οὐ γὰρ πλῆθος ἕχει συνετὴν κρίσιν οὔτε δικαίαν

οὔτε καλὴν, ὀλίγοις δὲ παρ' ἀνδράσι τοῦτό κεν εὕροις.

(18) γνωμικώτερον δὲ ὁ κωμικὸς ἐν βραχεῖˑ

αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ.

 

 

236

ἀκηκόασι γὰρ, οἶμαι, τῆς καλής ἐκείνης λεγούσης ἡμῖν σοφίαςˑ «εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε.» καὶ πάλιν «σοφοὶ κρύψουσιν αἴσθησινˑ» ἐνέχυρον γὰρ τῆς ἀληθείας τὴν ἀπόδειξιν ἀπαιτοῦσιν οἱ πολλοὶ οὐκ ἀρκούμενοι ψιλῇ τῇ ἐκ πίστεως σωτὴρίᾳ.

ἀλλά κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖνˑ

ὡς δὲ παρ' ἡμετέρης κέλεται πιστώματα Μούσης,

γνῶθι διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο.

τοῖς μὲν γὰρ κακοίς τοῦτο σύνηθες, φησὶν ὁ Ἐμπεδοκλῆς, τὸ ἐθέλειν κρατεῖν τῶν ἀληθῶν διὰ τοῦ ἀπιστεῖν.

ὅτι δὲ ἐστι τὰ ἡμέτερα ἔνδοξα καὶ πιστεύεσθαι ἄξια, γνώσονται Ἕλληνες τοῦ λόγου μᾶλλον ἐξεταζομένου διὰ τῶν ἐπομένωνˑ τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἐκδιδασκόμεθα. ὅτι <«ἀποκρίνου»> φησὶν ὁ Σολομὼν «τῷ μωρῷ ἐκ τῆς μωρίας αὐτοῦ.« διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρ' αὐτοῖς ὀρεκτέον τὰ οἰκεία, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας εἰκότως ἀφίκοιντοˑ «τοῖς γὰρ πᾶσι πάντα ἐγενόμην,» λέγει, «ἴνα τοὺς πάντας κερδήσω,» ἐπεὶ καὶ τῆς θείας χάριτος ὁ ὑετὸς ἐπὶ δικαίους καὶ ἀδικους καταπέμπεταιˑ «ἤ Ἰουδαίων μόνων ἐστὶν ὁ θεὸς; οὐχὶ καὶ ἐθνών; ναὶ καὶ ἐθνών, εἴπερ εἰς ὁ θεόσ», ὁ γενναῖος κέκραγεν ἀπόστολος.

 

IV

(19) Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα ἐπειδὴ τὰ καλὰ παρ' ἡμῶν ὥρμηται τοῖς Ἕλλησιν, ἐγχειρώμεν αὐτοῖς, ὡς ἀκούειν πεφύκασιˑ τὸ γὰρ συνετὸν ἤτοι τὸ δίκαιον ὁ πολὺς οὗτος ὄχλος οὐκ ἐκ τῆς ἀληθείας, ἀλλ’ ἐξ ὧν ἄν ἡσθῇ, δοκιμάζει, ἡδοιτο δ’ ἂν οὐχ ἑτέροις μᾶλλον ἡ τοῖς ὁμοίοις αὐτοῦδσον γὰρ τυφλὸν ἑτι καὶ κωφόν, οὐ ξύνεσιν ἔχον οὐδὲ φιλοθεάμονος ψυχῆς ὅψιν ἀθαμβῆ τε καὶ οξυδερκή, ἣν ὁ σωτὴρ ἐντίθησι μόνος, ὥσπερ ἐν τελεταῖς ἀμύητον ἡ ἐν χορείαις ἀμουσον, οὔπω καθαρὸν <ὂν> οὐδὲ ἄξιον ἀγνής ἀληθείας, ἐκμελές δὲ καὶ ἀτακτον καὶ ὑλικόν, ἑτι ἔξω θείου χοροῦ ἵστασθαι δεῖπνευματικοῖς [τε] γὰρ πνευματικὰ συγκρίνομεν. διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν <διά

 

 

237

τὸν> ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρ' αὐτοῖς ἀδύτων καλουμένων, Ἐβραῖοι δὲ δια τοῦ παραπετάσματος ᾐνίξαντο, <δι’ οὗ> μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπηνού καθαρῳ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτὸν εἶναι συνεδόκει καὶ Πλάτωνι. (20) ἐντεῦθεν αἱ προφητεῖαι οἴ τε χρησμοί λέγονται δι’ αἰνιγμάτων καὶ αἰ τελεταί τοῖς ἐντυγχάνουσιν ἀνέδην οὐ δείκνυνται, ἀλλὰ μετὰ τινῶν καθαρμὼν καὶ προῤῥήσεωνˑ

Μοῦσα γὰρ οὐ φιλοκερδής πω τότ’ ἦν οὐδ’ ἐργάτιςˑ

οὐδ’ ἐπέρναντο γλυκεῖαι μελίφθογγοι ποτὶ Τερψιχόρας

ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.

Αὐτίκα οἰ παρ' Αἰγυπτίοις παιδευόμενοι πρῶτον μὲν πάντων τὴν Αἰγυπτίων γραμμάτων μέθοδον ἐκμανθάνουσι, τὴν ἐπιστολογραφικήν καλουμένηνˑ δευτέραν δὲ τὴν ἱερατικήν, ἧ χρῶνται οἱ ἱερογραμματεῖςˑ ὑστάτην δὲ καὶ τελευταίαν τὴν ἱερογλυφικήν, ἧς ἡ μὲν ἐστι διὰ τῶν πρώτων στοιχείων κυριολογική, ἡ δὲ συμβολική, τῆς δὲ συμβολικῆς ἡ μὲν κυριολογεῖται κατὰ μίμησιν, ἡ δ’ ὥσπερ τροπικῶς γράφεται, ἥ δὲ ἄντικρυς ἀλληγορεῖται κατὰ τινας αἰνιγμούς.

Ἡλιον γοῦν γράψαι βουλόμενοι κύκλον ποιοῦσι, σελήνην δὲ σχῆμα μηνοειδὲς κατὰ τὸ κυριολογούμενον εἶδος.

Τροπικῶς δὲ κατ' οἰκειότητα μετάγοντες καὶ μετατιθέντες, τὰ δ’ ἐξαλλάττοντες, τὰ δὲ πολλαχῶς μετασχηματίζοντες χαράττουσιν. (21) τοὺς γοῦν τῶν βασιλέων ἐπαίνους, θεολογουμένοις μύθοις παραδιδόντες, ἀναγράφουσι διὰ τῶν ἀναγλύφων.

Τοῦ δὲ κατὰ τοὺς αἰνιγμοὺς τρίτου εἴδους δεῖγμα ἔστω τόδεˑ τὰ μὲν γὰρ τῶν ἄλλων ἄστρων διὰ τὴν πορείαν τὴν λοξὴν ὄφεων σώμασιν ἀπείκαζον, τὸν δὲ ἥλιον τῷ τοῦ κανθάρου, ἐπειδὴ κυκλοτερές ἐκ τῆς βοείας ὄνθου σχῆμα πλασάμενος ἀντιπρόσωπος κυλίνδει. φασὶ δὲ καὶ ἐξάμηνον μὲν ὑπὸ γῆς, θάτερον δὲ τοῦ ἔτους τμῆμα τὸ ζῷον τοῦτο ὑπὲρ γῆς διαιτάσθαι σπερμαίνειν τε εἰς τὴν σφαῖραν καὶ γεννᾶν καὶ θῆλυν κάνθαρον μὴ γίνεσθαι.

 

 

238

Πάντες οὖν, ὡς ἔπος εἰπεῖν, οἱ θεολογήσαντες βάρβαροί τε καὶ Ἕλληνες τὰς μὲν ἀρχὰς τῶν πραγμάτων ἀπεκρύψαντο, τὴν δὲ ἀλήθειαν αἰνίγμασι καὶ συμβόλοις ἀλληγορίαις τε αὖ καὶ μεταφοραῖς καὶ τοιούτοις τισὶ τρόποις παραδεδώκασιν, ὁποῖα καὶ παρ' Ἕλλησι τὰ μαντεῖα, καὶ ὅ γε Ἀπόλλων ὁ Πύθιος Λοξίας λέγεται.

(22) Ναὶ μὴν καὶ τῶν παρ' Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἶον ἀμέλει τὸ «χρόνου φείδου» ἤτοι ἐπεὶ ὁ βίος βραχύς, καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην κατανάλῶσαι, ἢ κατ’ ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσης, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια. (23) ὡσαύτως καὶ τὸ «γνῶθι σαυτὸν« πολλὰ ἐνδείκνυται, καὶ ὅτι θνητὸς εἴ καὶ ὅτι ἄνθρωπος ἐγένου, καὶ ἤδη πρὸς τὰς ἄλλας τοῦ βίου ὑπεροχάς κατὰ σύγκρισιν ὅτι οὐδενὸς λόγου ὑπάρχεις, ἔνδοξον λέγων ἡ πλούσιον, ἡ τούναντίον, ὅτι πλούσιος ὧν καὶ ἐνδοξος οὐ παραμόνῳ σεμνύνῃ πλεονεκτήματιˑ καὶ εἰς τί γέγονας, γνῶθι, φησί, καὶ τίνος εἰκὼν ὑπάρχεις, τις τέ σου ἡ οὐσία καὶ τις ἡ δημιουργία καὶ ἡ πρὸς τὸ θεῖον οἰκείωσις τις, καὶ τὰ τούτοις ὅμοια. λέγει δὲ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου τὸ πνεῦμαˑ «δώσω σοι θησαυροὺς σκοτεινοὺς ἀποκρύφους.» θησαυροί δὲ τοῦ θεοῦ καὶ πλοῦτος ἀνεκλιπής ἡ δυσθήρατὸς ἐστι σοφία.

(24) Ἀλλὰ καὶ οἱ παρὰ τούτων τῶν προφητῶν τὴν θεολογίαν δεδιδαγμένοι ποιηταί δι’ ὑπονοίας πολλὰ φιλοσοφοῦσι, τὸν Ὀρφέα λέγω, τὸν Λίνον, τὸν Μουσαῖον, τὸν Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς ταύτῃ σοφούς, παραπέτασμα δὲ αὐτοῖς πρὸς τοὺς πολλοὺς ἡ ποιητικὴ ψυχαγωγίαˑ ὄνειροί τε καὶ σύμβολα ἀφανέστερα πάντα τοῖς ἀνθρώποις οὐ φθόνῳ (οὑ γὰρ θέμις ἐμπαθῆ νοεῖν τὸν θεόν), ἀλλ’ ὅπως εἰς τὴν τῶν αἰνιγμάτων ἔννοιαν ἡ ζήτησις παρεισδύουσα ἐπὶ τὴν εὕρεσιν τῆς ἀληθείας ἀναδράμῃ. ταύτῃ τοι Σοφοκλῆς, ὁ τῆς τραγωδίας ποιητής, φησί πουˑ

καὶ τὸν θεὸν τοιοῦτον ἐξεπίσταμαιˑ

σοφοῖς μὲν αἰνικτῆρα θεσφάτων ἀεί,

σκαιοῖς δὲ φαῦλον κἂν βραχεῖ διδάσκαλον,

 

 

239

τὸ φαῦλον ἐπὶ τοῦ ἀπλοῦ τάσσων. (25) ἄντικρυς γοῦν περὶ πάσης γραφῆς τῆς καθ' ἡμᾶς ἐν τοῖς ῴαλμοῖς γέγραπται ὡς ἐν παραβολῇ εἰρημένης· «ἀκοὐσατε, λαὸς μου, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματὸς μου· ανοίξω ἐν παραβολαῖς τὸ στόμα μωυ, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς.» καὶ ὁ γενναῖος ἀπόστολος τὰ ὅμοια ὧδέ πῶς λέγει· «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τοῦτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τοῦτου τῶν καταργουμένωνˑ ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τοῦτου ἔγνωκενˑ εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» οἱ φιλόσοφοι δὲ οὐκ ἐνηργήθησαν ἐνυβρίσαι τὴν παρουσίαν τοῦ κυρίουˑ ἀπόκειται τοίνυν τὴν οἴησιν τῶν ἐν Ἰουδαῖοις σοφῶν ἐπιῤῥαπίζειν τὸν ἀπόστολονˑ διὸ καὶ ἐπιφέρειˑ «ἀλλὰ κηρύσσομεν καθὼς γέγραπται,» φησὶν, «ἅ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἀ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπώσιν αὐτόν. ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματοςˑ τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾳ, τὰ βάθη τοῦ θεοῦ.» πνευματικὸν γὰρ καὶ γνωστικὸν οἶδεν τὸν τοῦ ἁγιου πνεύματος μαθητήν τοῦ ἐκ θεοῦ χορηγουμένου, ὅ ἐστι νοῦς Χριστοῦ. «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματοςˑ μωρία γὰρ αὐτῷ ἐστιν.» (26) αὐτίκα ὁ ἀπόστολος πρὸς ἀντιδιαστολὴν γνωστικῆς τελειότητος τὴν κοινήν πίστιν πῇ μὲν θεμέλιον λέγει, πῇ δὲ γάλα, γράφων τὸν τρόπον τοῦτονˑ «ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρώμαˑ οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἑτι νῦν δύνασθε, ἑτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» τὰ αἰρετὰ τοῖς ἁμαρτωλοῖς τῶν ἀνθρώπων, οἱ δὲ τούτων ἀπεσχημένοι τὰ θεῖα φρονοῦσι καὶ βρώματος γνωστικοῦ μεταλαμβάνουσιν. «κατὰ τὴν χάριν«, φησί, «τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ χρυσίον καὶ ἀργύριον, λίθους τίμιους.» ταῦταγνωστικὰ ἐποικοδομήματα τῇ κρηπῖδι τῆς πίστεως τῆς εἰς Ἰησοῦν Χριστόν, «καλάμη» δὲ τὰ τῶν αἱρέσεων ἐπαναθήματα καὶ «ξύλα» καὶ «χόρτοσ». «ὁποῖον

 

 

240

δὲ ἑκάστου τὸ ἔργον, τὸ πῦρ δοκιμάσει.» τὴν γνωστικὴν οἰκοδομὴν κἂν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ αἰνισσόμενος φησὶνˑ «ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς.» ἀποκεκαλυμμένως δὲ οὐχ οἷόν τε ἦν τὰ τοιαῦτα τῶν χαρισμάτων ἐπιστέλλειν.

 

V

(27) Αὐτίκα τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται τὰ Πυθαγόρεια σύμβολα.

Παραινεῖ γοῦν ὁ Σάμιος «χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν», τουτέστι λάλον καὶ ψίθυρὸν καὶ πρόγλωσσον ἄνθρωπον, μὴ δυνάμενον στέγειν ὧν ἂν μετάσχῃ, μὴ δέχεσθαι. «χελιδὼν γὰρ καὶ τρυγών, ἀγροῦ στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν», φησὶν ἡ γραφῇ, καὶ οὐ χρὴ ποτε φλυαρίᾳ συνοικεῖν. ναὶ μὴν γογγύζουσα ἡ τρυγὼν μέμψεως καταλαλιάν ἀχάριστον ἐμφαίνουσα εἰκότως ἐξοικίζεταιˑ

ὁς μὴ μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος,

ἡ χελιδὼν δέ, ἡ τὸν μῦθον αἰνίττεται τὸν Πανδίονος, ἀφοσιοῦσθαι ἀξια <διὰ> τὰ ἐπ' ἐκείνῃ θρυλούμενα πάθη, ἐξ ὧν τὸν Τηρέα τὰ μὲν παθεῖν, τὰ δὲ καὶ δρᾶσαι παρειλήφαμεν. διώκει δὲ ἄρα καὶ τέττιγας τοὺς μουσικούς, ὅθεν ἀπωθεῖσθαι δίκαιος ὁ διώκτης τοῦ λόγου.

ναι τάν Ὄλυμπον καταδερκομέναν σκηπτοῦχον Ἡραν

ἔστι μοι πιστὸν ταμιεῖον ἐπι γλώσσας,

ἡ ποιητική φησὶν. ο τε Αἰσχύλοςˑ

ἀλλ' ἔστι κάμοὶ κλεὶς ἐπὶ γλώσσῃ φύλαξ.

(28) Πάλιν ὁ Πυθαγόρας «τῆς χύτρας ἀρθείσης ἀπὸ τοῦ πυρὸς τὸν ἐν τῇσποδῷ τύπον μὴ ἀπολιπεῖν, ἀλλὰ συγχειν» προσέταττεν καὶ «ταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα»ˑ οὐ γὰρ τὸν τῦφον ἀφανίζειν μόνον δεῖν ᾐνίττετο, ἀλλὰ μηδὲ ὁργῆς ἴχνος ἀπολιπεῖν, ἐπὰν δὲ ἀναζέσασα παύσηται, καθίστασθαι αὐτὴν καὶ πᾶσαν ἀπαλείφειν μνησικακίαν. «ἥλιος δὲ ὑμῖν τῇ ὁργῇ», φησὶν ἡ γραφῇ, «μὴ ἐπιδυέτωˑ «καὶ ὁ εἰπὼν «οὐκ ἐπιθυμήσεισ« πᾶσαν ἀφεῖλεν μνησικακίανθυμὸς γὰρ εὑρίσκεται ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης ἐφετικὸς ἀλόγως. τῷ ὁμοίῳ τρόπῳ καὶ ἡ κοίτῃ ταράσσεσθαι

 

 

241

παραινεῖται, ὡς μήτε ὀνειρωγμοῦ τινὸς μηδὲ μὴν ὕπνου μεθ’ ημέραν, ἀλλὰ μηδὲ τῆς ἐν νυκτὶ ἡδονῆς ἐπιμεμνῆσθαι ἔτι. τάχα δὲ καὶ φαντασίαν τὴν ζοφεράν συγχεῖν τῷ τῆς ἀληθείας φωτὶ δεῖν ᾐνίσσετο· «ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε», ὁ Δαβὶδ λέγει, μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦντα τὴν ὀργὴν χρῆναι διδάσκων.

Πάλιν «ἐπὶ γῆς μὴ πλεῖν» Πυθαγόρειὸν ἐστι σύμβολον, δηλοῖ δὲ τὰ τέλη καὶ τὰ ὅμοια τῶν μισθωμάτων ταραχώδη καὶ ἀστατα ὄντα παραιτεῖσθαι δεῖν. διὰ τοῦτό τοι ὁ λόγος τοῦς τελώνας λέγει δυσκόλως σωθήσεσθαι.

Πάλιν δ’ αὖ «δακτύλιον μὴ φορεῖν μηδὲ εἰκόνας αὐτοῖς ἐγχαράσσειν θεῶν» παρεγγυᾷ ὁ Πυθαγόρας, ὥσπερ Μωυοῆς πρόπαλαι διαῤῥήδην ἐνομοθέτησεν μηδὲν δεῖν γλυπτὸν ἢ χωνευτὸν ἢ πλαστὸν ἢ γραπτὸν ἀγαλμά τε καὶ ἀπεικόνισμα ποιεῖσθαι, ὡς μὴ τοῖς αἰσθητοῖς προσανέχωμεν, ἐπὶ δὲ τὰ νοητὰ μετίωμεν ἐξευτελίζει γὰρ τὴν τοῦ θείου σεμνότητα ἡ ἐν ἑτοίμῳ τῆς ὄψεως συνήθεια, καὶ τὴν νοητὴν οὐσίαν δι’ ὕλης σεβάζεσθαι ἀτιμάζειν ἐστὶν αὐτὴν δι’ αἰσθήσεως. διὸ καὶ τῶν Αἰγυπτίων ἱερέων οἱ σοφώτατοι τὸ τῆς Ἀθήνας εδος ὑπαιθρον ἀφώρισαν, ὡς Ἐβραῖοι τὸν νεὼν ἄνευ ἀγάλματος εἰσάμενοι. εἰσὶ δὲ οἴ τὸν θεὸν σέβοντες οὐρανοῦ μίμημα ποιησάμενοι περιέχον τὰ ἄστρα προσκυνοῦσιν. (29) ναὶ μὴν λεγούσης τῆς γραφῆς «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμωίωσιν ἡμετέραν», ἄξιον ἡγοῦμαι καὶ τὴν Εὐρύσου τοῦ Πυθαγορείου παραθέσθαι φωνὴν οὕτως ἔχουσαν, ὃς ἐν τῷ Περὶ τύχας τὸν δημιουργὸν φήσας αὐτῷ χρώμενον παραδείγματι ποιῆσαι τὸν ἄνθρωπον ἐπήγαγεν «τὸ δὲ σκάνος τοῖς λοιποῖς ὅμοιον, οἷα γεγονὸς ἐκ τὰς αὐτάς ὕλας, ὑπὸ τεχνίτα δὲ εἰργασμένον λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸ ἀρχετύπῳ χρώμενος ἑαυτῳ.» καὶ ὅλως ὁ Πυθαγόρας καὶ οἱ ἀπ' αὐτοῦ σὺν καὶ Πλάτωνι μάλιστα τῶν ἄλλων φιλοσόφων σφόδρα τῷ νομοθέτῃ ώμίλησαν, ὡς ἔστιν ἐξ αὐτῶν συμβαλέσθαι τῶν δογμάτων, καὶ κατὰ τίνα μαντείας εὔστοχον φήμην οὐκ ἀθεεὶ συνδραμόντες ἔν τισι προφητικαῖς φωναῖς τὴν ἀλήθειαν κατὰ μέρη καὶ εἴδη διαλαβόντες, προσηγορίαις οὐκ ἀφεγγέσιν οὐδὲ ἔξωθεν τῆς τῶν πραγμάτων δηλώσεως πορευομέναις ἐτίμησαν,

 

 

242

τῆς περὶ τὴν ἀλήθειαν οἰκειότητος ἔμφασιν εἰληφότες. ὅθεν ἡ μὲν Ἐλληνικὴ φιλοσοφία τῇ ἐκ τῆς θρυαλλίδος ἔοικεν λαμπηδόνι, ἣν ἀνάπτουσιν ἄνθρωποι,

παρ' ἡλίου κλέπτοντες ἐντέχνως τὸ φῶς·

κηρυχθέντος δὲ τοῦ λόγου πᾶν ἐκεῖνο τὸ ἅγιον ἐξέλαμψεν φῶς. εἶτα κατὰ μὲν τὰς οἰκίας νύκτωρ χρησιμεύει τὸ κλέμμα, ἡμέρας δὲ καταυγάζεται τὸ πῦρ καὶ πᾶσα ἡ νὺξ ἐκφωτίζεται τῷ τοσούτῳ τοῦ νοητοῦ φωτὸς ἡλίῳ.

(30) Αὐτίκα ἐπιτομὴν τῶν περὶ δικαιοσύνης εἰρημένων Μωυσεῖ ὁ Πυθαγόρας πεποίηται λέγων «ζυγὸν μὴ ὑπερβαίνειν», τουτέστι μὴ παρέρχεσθαι τὸ πρὸς τὰς διανομὰς ἴσον, τιμῶντας τὴν δικαιοσύνην,

ἣ φίλους ἀεὶ φίλοις

πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις

συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ,

τῷ πλέονι δ’ ἀεὶ πολέμιον καθίσταται

τοὔλασσον ἐχθρᾶς θ’ ἡμέρας κατάσχεται

κατὰ τὴν ποιητικὴν χάριν. διὰ τοῦτο ὁ κύριος «ἄρατε τὸν ζυγόν μου» φησὶν, «ὅτι χρηστὸς ἐστι καὶ ἀβαρήσ«. καὶ τοῖς περὶ πρωτείων φιλονικουσι γνωρίμοις μετὰ ἀπλότητος τὴν ἰσότητα παρεγγυᾷ λέγων ὡς τὰ παιδία αὐτοὺς γενέσθαι δεῖν. ὡσαὐτως καὶ ὁ ἀπόστολος μηδὲνα εἶναι ἐν Χριστῷ δοῦλον ἡ ἐλεύθερον γράφει ἡ Ἕλληνα ἤ Ἰουδαῖον καινὴ γὰρ ἡ κτίσις ἡ ἐν Χριστῷ ἀφιλόνικος καὶ ἀπλεονέκτητος καὶ ἰσότης δίκαιαˑ «φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται« καὶ ζῆλος καὶ λύπη, ᾗ καὶ οἱ μύσται «καρδίαν ἐσθίειν» ἀπαγορεύουσιν, μὴ χρῆναί ποτε διδάσκοντες βαρυθυμίαις καὶ ὀδύναις ἐπὶ τοῖς ἀβουλήτως συμβαίνουσι δάκνειν καὶ κατεσθίειν τὴν ψυχήν, ἄθλιος γοῦν ἐκεῖνος, ὃν φησι καὶ Ὅμηρος πλανώμενον μόνον ὃν θυμὸν κατέδειν.

(31) Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων «στενὴν καὶ τεθλιμμένην» τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν «πλατεῖαν καὶ εὐρύχωρον», ὰκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων «μακάριος ἀνήρ, ὅς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὀδῷ

 

 

243

ἁμαρτωλῶν οὐκ ἐστη», ὅ τε τοῦ Κείου Προδίκου ἐπὶ τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεὑειν «τὰς λεωφόρους ὁδοὺς βάδιζειν», προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἔπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις.

Ἀριστόκριτος δ’ ἐν τῇ πρώτη τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδοξουμένων μέμνηταί τινος ἐπιστολῆς οὕτως ἐχούσηςˑ «Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμῳ. μὴ βλάπτετε προσόδους ἐμάς, ἵνα μὴ ἐμαὶ ἱπποι ὑμέτερον ὕδωρ πίωσι.« συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλλοντα πόλεμων αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν. ὁμοίως καὶ Εὐφορίων ὁ ποιητὴς τὸν Νέστορα παράγει λεγονταˑ

οἱ δ’ οὔπω Σιμόεντος Ἀχαιίδας ἄρσαμεν ἵππους.

Διά τοῦτό τοι καὶ Αἰγύπτιοι πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἱδρύονται, ὡς αἰνιγματώδους τοῦ περὶ θεοῦ λόγου καὶ ἀσαφοῦς ὄντος, τάχα δὲ καὶ ὅτι φιλεῖν τε δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενές τοῖς ὀσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις. θηρίου γὰρ ὁμοῦ καὶ ἀνθρώπου ἡ σφὶγξ αἰνίσσεται τὴν εἰκόνα.

 

VI

(32) Μακρὸν δ’ ἄν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δι’ αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους. σχεδὸν γόσ ἡ πᾶσα ὧδέ πῶς θεσπίζεται γραφή, ἀπόχρη δ', οἶμαι, τῷ γε νοῦν κεκτημένῳ εἰς ἔνδειξιν τοῦ προκειμένου ὀλίγα τινὰ ἐκτεθέντα παραδείγματα. αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν παλαιὸν τῶν ἐπτὰ περιβόλων πρὸς τι ἀναφορὰ παρ' Ἑβραίοις ἱστορούμενη ἡ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ' οὐρανοῦ μέχρι γῆς αἰνισσομένη συνθήκην, τὸ τε κάλυμμα καὶ παραπέτασμα ὑακίνθῳ καὶ πορφύρᾳ κόκκῳ τε καὶ βύσσῳ πεποίκιλτο, ᾐνίττετο δ’ ἄρα, ὡς ἡ τῶν στοιχείων φύσις περιέχει, τὴν ἀποκάλυψιν τοῦ θεοῦέξ ὕδατος μὲν γὰρ ἡ πορφύρα, βύσσος δὲ ἐκ γῆς, ὑακίνθὸς τε ὡμοίωται ἀέρι ζοφώδης ὤν, ὥσπερ ὁ κόκκος τῷ πυρι. (33) ἀνὰ μέσον δὲ τοῦ καλύμματος καὶ τοῦ παραπετάσματος, ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν εἰσιέναι, θυμιατήριον [τε] ἔκειτο σύμβολον τῆς ἐν μέσῳ τῷ κόσμῳ τῷδε κειμένης γῆς, ἐξ ἧς αἱ ἀναθυμιάσεις. μέσος δὲ καὶ ὁ τόπος

 

 

244

ἐκεῖνος τοῦ τε ἐντὸς τοῦ καταπετάσματος, ἔνθα μόνῳ τῷ ἀρχιερεῖ ἐπετέτραπτο ῥηταῖς εἰσιέναι ἡμέραις, καὶ τῆς ἔξωθεν περικειμένης αὐλαίας τῆς πᾶσιν ἀνειμένης Ἐβραίοιςˑ διὸ μεσαίτατον οὐρανοῦ φασι καὶ γήςˑ ἄλλοι δὲ κόσμου τοῦ νοητοῖ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον. τὸ μὲν οὖν κάλυμμα κώλυμα λαϊκῆς ἀπιστίας ἐπίπροσθε τῶν πέντε τετάνυστο κιόνων, εἶργον τοὺς ἐν τῷ περιβόλῳ. ταύτῃ τοι μυστικώτατα πέντε ἄρτοι πρὸς τοῦ σωτῆρος κατακλῶνται καὶ πληθύνουσι τῷ ὄχλῳ τῶν ἀκροωμένων. πολὺς γὰρ ὁ τοῖς αἰσθητοῖς ὡς μόνοις οῦσι προσανέχων. «ἄθρει δὴ περισκοπῶν,» φησὶν ὁ Πλάτων, «μὴ τις τῶν ἀμυήτων ἐπακούη. εἰσὶ δὲ οὗτοι οἱ οὐδὲν ἄλλο οἰόμενοι εἶναι ἡ οὗ ἂν ἀπρίξ τοιν χειροῖν λαβέσθαι δύναιντο, πράξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς ἐν οὐσίας μέρειˑ« τοιοῦτοι γὰρ οἱ τῇ πεντάδι τῶν αἰσθήσεων προσανέχοντες μόνῃ, ἄβατον δὲ ἀκοαῖς καὶ τοῖς ὁμογενέσιν ἡ νόησις τοῦ θεοῦ. (34) ἐντεῦθεν πρόσωπον εἴρηται τοῦ πατρὸς ὁ υἱός, αἰσθήσεων πεντάδι σαρκοφόρος γενόμενος, ὁ λόγος ὁ τοῦ πατρῴου μηνυτής ἰδιώματος, «εἰ δὲ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.» «διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους,» ὁ καλὸς ἀπόστολος λέγει, ἔνδον μὲν οὖν τοῦ καλύμματος ἱερατικὴ κέκρυπται διακονία καὶ τοὺς ἐν αὐτῇ πονουμένους πολὺ τῶν ἔξω εἴργει. πάλιν τὸ παραπέτασμα τῆς εἰς τὰ ἅγια τῶν ἁγίων παρόδου, κίονες τέτταρες αὐτόθι, ἁγιας μήνυμα τετράδος διαθηκῶν παλαιῶν, ἀτὰρ καὶ τὸ τετράγραμμον ὄνομα τὸ μυστικόν, ὅ περιέκειντο οἷς μόνοις τὸ ἀδυτον βάσιμον ἦνˑ λέγεται δὲ Ἰαουε, ὃ μεθερμηνεύεται ὁ ὢν καὶ ὁ ἐσόμενος. καὶ μὴν καὶ καθ’ Ἕλληνας θεὸς τὸ ὄνομα τετράδα περιέχει γραμμάτων, εἰς δὲ τὸν νοητὸν κόσμων μόνος ὁ κύριος <ἀρχιερεὐσ> γενόμενος εἴσεισι, <διὰ> τῶν παθῶν εἰς τὴν τοῦ ἀῤῥήτου γνῶσιν παρεισδυόμενος, ὑπὲρ «πάν ὄνομα« ἐξαναχωρῶν, ὃ φωνῇ γνωρίζεται, ναὶ μὴν ἥ τε λυχνία ἐν τοῖς νοτίοις ἔκειτο τοῦ θυμιατηρίου, δι’ ἧς αἰ τῶν ἐπτὰ φωσφόρων κινήσεις δεδήλωνται νοτίους τὰς περιπολήσεις ποιουμένων. τρεῖς γὰρ ἐκατέρωθεν τῆς λυχνίας ἐμπεφύκασι κλάδοι καὶ ἐπ' αὐτοῖς οἱ λύχνοι, ἐπεὶ καὶ ὁ ἥλιος ὥσπερ ἡ λυχνία μέσος τῶν ἄλλων πλανητῶν τεταγμένος τοῖς τε ὑπὲρ αὐτὸν τοῖς τε ὑπ’αὐτὸν κατὰ τίνα θείαν μουσικὴν ἐνδίδωσι τοῦ φωτός. (35) ἔχει δὲ τι καὶ ἄλλο

 

 

245

αἴνιγμα ἡ λυχνία ἡ χρυσῆ τοῦ σημείου τοῦ Χριστοῦ, οὐ τῷ σχήματι μόνῳ, ἀλλὰ καὶ τῷ φωτεμβολεῖν «πολυτρόπως καὶ πολυμερῶσ» τοὺς εἰς αὐτὸν πιστεύοντας ἐλπίζοντάς τε καὶ βλέποντας διὰ τῆς τῶν πρωτοκτίστων διακονίας, φασὶ δ’ εἶναι «ἑπτὰ ὀφθαλμοὺσ» κυρίου τὰ «ἑπτὰ πνεύματα», <τὰ> ἐπαναπαυόμενα τῇ ῥάβδῳ τῇ ἀνθοὐσῃ «ἐκ τῆς ῥίζης Ἰεσσαί». πρὸς δὲ τοῖς βορείοις τοῦ θυμιατηριού τράπεζα εἶχε τὴν θέσιν, ἐφ' ἧς ἡ παράθεσις τῶν ἄρτων, ὅτι τροφιμώτατα τῶν πνευμάτων τὰ βόρεια, εἶεν δ’ ἂν μοναί τινες εἰς ἐν σῶμα καὶ σύνοδον μίαν συμπνεουσῶν ἐκκλησιῶν, τὰ τε ἐπὶ τῆς ἁγίας κιβωτοῦ ἱστορούμενα μηνύει τὰ τοῦ νοητοῦ κόσμου τοῦ ἀποκεκρυμμένου καὶ ἀποκεκλεισμένου τοῖς πολλοῖς. ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἐξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους, ὡς βούλονται τινες, ἐμφαίνει, εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβίμ δηλοῦν ἐπίγνωσιν πολλήν. ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἕχει καὶ διὰ τοῦ ζῳδιακοῦ κύκλου καὶ τοῦ κατ' αὐτὸν φερομένου χρόνου τὸν αἰσθητὸν κόσμων δηλοῖ. (36) περὶ τούτων οἶμαι καὶ ἡ τραγῳδία φυσιολογοῦσά φησὶνˑ

ἀκάμας τε χρόνος περὶ τ’ ἀενάῳ

ῥεύματι πλήρης φοιτᾷ τίκτων

αὐτὸς ἑαυτόν, δίδυμοί τ' ἄρκτοι

ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς

τὸν Ἀτλάντειον τηροῦσι πόλον.

Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναι καὶ ἡ ἀπλανής σφαῖρα, βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι. ἄμεινον δ’ ἡγοῦμαι τὴν κιβωτὸν ἐκ τοῦ Ἐβραῖκοῦ ὀνόματος θηβωθά καλουμένην ἄλλο τι σημαίνειν. ἑρμηνεύεται μὲν ἐν ἀνθ ἑνὸς πάντων τόπων, εἴτ' οὖν ὀγδοὰς καὶ ὁ νοητὸς κόσμως εἴτε καὶ ὁ [περὶ] πάντων περιεκτικὸς ἀσχημάτιστος τε καὶ ἀόρατὸς δηλοῦται θεὸς, τὰ νῦν ὑπερκείσθω λέγεινˑ πλὴν ἀνάπαυσιν μηνύει τὴν μετὰ τῶν δοξολόγων πνευμάτων, ἃ αἰνίσσεται Χερουβίμˑ οὐ γὰρ ἂν ποτε ὁ μηδὲ γλυπτὸν εἴδωλον δημιουργεῖν παραινέσας αὐτὸς ἀπεικόνιζεν τῶν ἁγίων ἄγαλμα, οὐδ’ ἔστι τὴν ἀρχὴν ἐπισύνθετὸν τι καὶ αἰσθητὸν ζῷον ἐν οὐρανῷ ὧδέ πῶς ἔχον, σύμβολον δ’ ἐστι

 

 

246

λογικῆς μὲν τὸ πρόσωπον ψυχῆς, πτέρυγες δὲ λειτουργίαι τε καὶ ἐνέργειαι αἱ μετόφσιοι δεξιῶν τε ἅμα καὶ λαιῶν δυνάμεων, ἡ φωνὴ δὲ δόξα εὐχάριστος ἐν ἀκαταπαύστῳ θεωρίᾳ.

(37) Ἀπόχρη μέχρι τοῦδε προχωρήσαι τὴν μυστικὴν ἑρμηνείανˑ τοῦ δὲ ἀρχιερέως ὁ ποδήρης κόσμου ἐστὶν ἀίσθητοῦ σύμβολον, τῶν μὲν ἑπτὰ πλανητῶν οἱ πέντε λίθοι καὶ οἰ δύο ἄνθρακες διὰ τε τὸν Κρόνον καὶ τὴν Σελήνην ὅ μὲν γὰρ μεσημβρινὸς καὶ ὑγρὸς καὶ γεώδης καὶ βαρύς, ἣ δὲ αερώδηςˑ διὸ Ἄρτεμις πρὸς τινων εἴρηται ἀεροτόμος τις οὖσα, ζοφερὸς δὲ ὁ ἀήρ. συνεργοῦντας δὲ εἰς γένεσιν τῶν τῇδε τοὺς ἐφεστῶτας τοῖς πλανήταις κατὰ τὴν θείαν πρόνοιαν ἐπὶ τε τοῦ στήθους καὶ τῶν ὤμων εἰκότως ἱδρῦσθαι διαγράφει, δὶ ὧν ἡ πρᾶξις ἡ ἐπιγενεσιουργός, ἡ ἐβδομὰς ἡ πρώτηˑ στῆθος δ’ οἰκητήριον καρδίας τε καὶ ψυχῆς, εἶεν δ’ ἂν καὶ ἄλλως λίθοι ποικίλοι σωτηρίας τρόποι, οἵ μὲν ἐν τοῖς ὑπεραναβεβηκόσιν, οἵ δ’ ἐν τοῖς ὑποβεβηκόσιν ἱδρυμένοι παντὸς τοῦ σῴζομένου σώματος. οἵ τε τριακόσιοι ἐξήκοντα κώδωνες οἰ ἀπηρτημένοι τοῦ ποδήρους χρόνος ἐστὶν ἐνιαύσιος, «ἐνιαυτὸς κυρίου δεκτόσ», κηρύσσων καὶ κατηχῶν τὴν μεγίστην τοῦ σωτῆρος ἐπιφάνειαν. ἀλλὰ καὶ ὁ πῖλος ὁ χρυσοῦς ὁ ἀνατεταμένος τὴν ἐξουσίαν μηνύει τὴν βασιλικὴν τοῦ κυρίου, εἴ γε «ἡ κεφαλή τῆς ἐκκλησίασ» ὁ σωτήρ. (38) σημεῖον γοῦν ἡγεμονικωτάτης ἀρχῆς ὁ πῖλος ὁ ὑπὲρ αὐτὴνˑ ἄλλως τε ἀκηκόαμεν, ὡς εἴρηταιˑ «καὶ τοῦ Χριστοῦ κεφαλή ὁ θεὸσ» «καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». ναὶ μὴν τὸ μὲν περιστήθιον ἐκ τε ἐπωμίδος, ἡ ἐστιν ἔργου σύμβολον, ἔκ τε τοῦ λογίου (τὸν λόγον δὲ τοῦτο αἰνίσσεται) [ᾧ] συνέστηκεν καὶ ἔστιν οὐρανοῦ εἰκὼν τοῦ λόγῳ γενομένου, τοῦ ὑποκειμένου τῇ κεφαλή τῶν πάντων τῷ Χριστῷ <καὶ> κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κινουμένου. οἰ οὖν ἐπὶ τῆς ἐπωμίδος σμαράγδου φωτεινοί λίθοι ἥλιον καὶ σελήνην μηνύουσι τοὺς συνεργοὺς τῆς φύσεως. χειρὸς δέ, οἶμαι, ὦμος ἀρχή. οἱ δὲ ἐπὶ τῷ στήθει τέτραχα τεταγμένοι δώδεκα τὸν ζῴδιακὸν διαγράφουσιν ἡμῖν κύκλον κατὰ τὰς τέσσαρας τοῦ ἔτους τροπάς. ἄλλως τε ἐχρῆν τῇ κεφαλή τῇ κυριακῇ νόμων μὲν καὶ προφήτας ὑποκεῖσθαι, δι’ ὧν οἰ δίκαιοι μηνύονται καθ’ ἐκατέρας τὰς διαθήκαςˑ προφήτας γὰρ ἅμα καὶ δικαίους εἶναι τοὺς ἀποστόλους λέγοντες εὖ ἂν εἴποιμεν, ἑνὸς καὶ τοῦ

 

 

247

αὑτοῦ ἐνεργοῦντος διὰ πάντων ἁγίου πνεύματος, ὥσπερ δὲ ο κύριος ὑπεράνω τοῦ κόσμου παντός, μᾶλλον δὲ ἐπέκεινα τοῦ νοητοῦ, οὕτως καὶ τὸ ἐν τῷ πετάλῳ ἔγγραπτον ὄνομα «ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίασ« εἶναι ἠξίωται, ἔγγραπτον δὲ διὰ τε τὰς ἐντολὰς τὰς ἐγγράφους διὰ τε τὴν αἰσθητήν παρουσίαν, ὄνομα δὲ εἴρηται θεοῦ. ἐπεί, ὡς βλέπει τοῦ πατρὸς τὴν ἀγαθότητα, ὁ υἱὸς ἐνεργεῖ, θεὸς σωτὴρ κεκλημένος, ἡ τῶν ὅλων ἀρχή, ἥτις ἀπεικόνισται μὲν ἐκ «τοῦ θεοῦ τοῦ ἀοράτου» πρώτη καὶ πρὸ αἰώνων, τετύπωκεν δὲ τὰ μεθ’ ἑαυτὴν ἅπαντα γενόμενα. (39) ναὶ μὴν τὸ λόγιον τὴν προφητείαν τὴν ἐκβοῶσαν τῷ λόγῳ καὶ κηρύσσουσαν καὶ τὴν κρίσιν τὴν ἐσομένην δηλοῖ, ἐπεὶ ὁ αὐτὸς ἐστι λόγος ὁ προφητεύων κρίνων τε ἅμα καὶ διακρίνων ἕκαστα. φασὶ δὲ καὶ τὸ ἔνδυμα, τὸν ποδήρη, τὴν κατὰ σάρκα προφητεύειν οἰκονομίαν, δι’ ἣν προσεχέστερον εἰς κόσμον ὤφθη. ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγιου ὡς εἰπεῖν χιτῶνα, τὸν συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ' ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικήν ἐντασσόμενος φυλήν, ἀλλ’ ἤδη τῷ γνωστικῳ λόγῳ. (40) καθαρὸς μὲν <οὖν> τὴν καρδίαν πᾶσαν, κατορθώσας δ’ εὐ μάλα καὶ τὴν πολιτείαν ἐπ' ἀκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόῤῥητον κληρονομιάν ἀπολαβών, «ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,» υἱὸς καὶ φίλος γενόμενος, «πρόσωπον» ἤδη «πρὸς πρόσωπον» ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας, οὐδὲν δὲ οἷον αὐτοῦ ἐπακοῦσαι τοῦ λόγου, πλείονα τὸν νοῦν διὰ τῆς γραφῆς ἐνδιδόντος. λέγει γὰρ ὧδεˑ «καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν, ἣν ἐνδεδύκει εἰσπορευόμενος εἰς τὰ ἀγία, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ. καὶ λούσεται τὸ σῶμα

 

 

248

αὐτοῦ ὕδατι ἐν τόπῳ ἀγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ.» ἄλλως δ’, οἶμαι, ὁ κύριος ἀποδύεταί τε καὶ ἐνδύεται κατιὼν εἰς αἴσθησιν, ἄλλως ὁ δι’ αὐτοῦ πιστεύσας ἀποδύεταί τε καὶ ἐπενδύεται, ὡς καὶ ὁ ἀπόστολος ἐμήνυσεν, τὴν ἡγιασμένην στολὴν, ἐντεῦθεν κατ' εἰκόνα τοῦ κυρίου ἀρχιερεῖς ἀπὸ τῆς ἅγιασθείσης ᾑροῦντο φυλῆς οἱ δοκιμώτατοι καὶ οἱ εἰς βασιλείαν καὶ οἱ εἰς προφητείαν ἐκλεκτοί ἐχρίοντο.

 

VII

(41) ’Ὀθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ’ ἤ μόνοις γε τοῖς μέλλουσιν ἐπὶ βασιλείαν προϊέναι καὶ τῶν ἱερέων τοῖς κριθεῖσιν εἶναι δοκιμωτάτοις ἀπὸ τε τῆς τροφῆς καὶ τῆς παιδείας καὶ τοῦ γένους.

Ὅμοια γοῦν τοῖς Ἐβραϊκοῖς κατὰ γε τὴν ἐπίκρυψιν καὶ τὰ τῶν Αἰγυπτίων αἰνίγματα. Αἰγυπτίων οἴ μὲν ἐπὶ πλοίου, οἱ δὲ ἐπὶ κροκοδείλου τὸν ἥλιον δεικνύουσι. σημαίνουσι δὲ ὅτι ὁ ἥλιος, δι’ ἀέρος γλυκεροῦ καὶ ὑγροῦ τὴν πορείαν ποιούμενος, γεννᾷ τὸν χρόνον, ον αἰνίσσεται ὁ κροκόδειλος διὰ τίνα ἄλλην ἱερατικήν ἱστορίαν. (42) ναὶ μὴν καὶ ἐν Διοσπόλει τῆς Αἰγύπτου ἐπὶ τοῦ ἱεροῦ καλουμένου πυλώνος διατετύπωται παιδίον μὲν γενέσεως σύμβολον, φθορᾶς δὲ ὁ γέρων, θεοῦ τε αὖ ὁ ἱέραξ, ὡς ὁ ἰχθὺς μίσους, καὶ κατ' ἄλλο πάλιν σημαινόμενον ὁ κροκόδειλος ἀναιδείας. φαίνεται τοίνυν συντιθέμενου τὸ πᾶν σύμβολον δηλωτικὸν εἶναι τοῦδεˑ «ὦ γινόμενοι καὶ ἀπογινόμενοι, θεὸς μισεῖ ἀναίδειαν.« τὰ τε ὦτα καὶ τοὺς ὀφθαλμοὺς οἱ δημιουργοῦντες ἐξ ὕλης τίμιας καθιεροῦσιν τοῖς θεοῖς ἀνατιθέντες εἰς τοὺς νεώς, τοῦτο δήπου αἰνισσόμενοι ὡς πάντα θεὸς ὁρᾷ καὶ ἀκούει. πρὸς τοῖσδε ἀλκῆς μὲν καὶ ῥώμης σύμβολον αὐτοῖς ὁ λέωνˑ ὥσπερ ἀμέλει γῆς τε αὐτῆς καὶ γεωργίας καὶ τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παῤῥησίας ὁ ἱππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα. ὁμοίως τε τούτοις σύνεσιν καὶ μνήμην καὶ κράτος καὶ τέχνην ὁ ἄνθρωπος αἰνισσόμενος τοῖς ἱεροῖς πρὸς αὐτῶν ἐγγλύφεται. (43) ἤδη δὲ κἂν ταῖς καλουμέναις παρ' αὐτοῖς κωμασίαις τῶν θεῶν χρυσᾶ ἀγάλματα, δύο μὲν κύνας, ἕνα δὲ ἱέρακα καὶ ἶβιν μίαν περιφέρουσι καὶ καλοῦσι τὰ τέσσαρα τῶν

 

 

249

ἀγαλμάτων εἴδωλα τέσσαρα γράμματα. εἰσὶ γοῦν οἱ μὲν κύνες σύμβολα τῶν δυεῖν ἡμισφαιρίων, οἷον περιπολούντων καὶ φυλασσόντωνˑ ὁ δὲ ἱέραξ ἡλιουπυρώδης γὰρ καὶ ἀναιρετικόςˑ αὐτίκα τὰς λοιμικὰς νόσους ἡλίῳ ἀνατιθέασινˑ ἡ δὲ ἶβις σελήνης, τὰ μὲν σκιερὰ τῷ μέλανι, τὰ δὲ φωτεινὰ τῷ λευκῷ τῶν πτίλων εἰκαζόντων. εἰσίν δ’ οἵ τοὺς μὲν τροπικοὺς πρὸς τῶν κυνῶν μηνύεσθαι βούλονται, οἵ δὴ διαφυλάσσουσι καὶ πυλωροῦσι τὴν ἐπὶ νότον καὶ ἄρκτον πάροδον τοῦ ἡλίουˑ τὸν δ’ ἰσημερινόν, ὑψηλὸν ὄντα καὶ διακεκαυμένον, ὁ ἱέραξ δηλοῖ, καθάπερ ἡ ἶβις τὸν λοξόνάριθμοῦ γὰρ ἐπινοίας καὶ μέτρου μάλιστα τῶν ζῴων ἡ ἶβις ἀρχὴν παρεσχήσθαι τοῖς Αἰγυπτίοις δοκεῖ, ὡς τῶν κύκλων ὁ λοξός.

 

VIII

(44) Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογιώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν.

Φασί γοῦν καὶ Ἰδανθούραν τὸν Σκυθῶν βασιλέα, ὡς ἱστορεῖ Φερεκύδης ὁ Σύριος, Δαρείῳ διαβάντι τὸν Ἴστρον πόλεμον ἀπειλοῦντα πέμψαι σύμβολον ἀντὶ τῶν γραμμάτων μῦν, βάτραχον ὄρνιθα, ὄιστόν, ἀροτρον. ἀπορίας δὲ οὔσης, οἴα εἰκός, ἐπὶ τούτοις Ὀροντοπάτας μὲν ὁ χιλίαρχος ἐλεγεν παραδώσειν αὐτοὺς τὴν ἀρχήν, τεκμαιρόμενος ἀπὸ μὲν τοῦ μυὸς τὰς οἰκήσεις, ἀπὸ δὲ τοῦ βατράχου τὰ ὕδατα τὸν ἀέρα τε ἀπὸ τῆς ὄρνιθος καὶ ἀπὸ τοῦ ὀιστοῦ τὰ ὅπλα, ἀπὸ δὲ τοῦ ἀρότρου τὴν χώραν. Ξιφόδρης δὲ ἔμπαλιν ἡρμήνευσενˑ ἔφασκεν γάρ· ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν ἡ ὡς μύες κατὰ τῆς γῆς ἡ ὡς οἱ βάτραχοι καθ’ ὕδατος δὑωμεν, οὐκ ἄν φύγοιμεν τὰ ἐκείνων βέλη, τῆς γὰρ χώρας οὔκ ἐσμεν κύριοι.

Ἀνάχαρσιν τε τὸν Σκύθην φασὶ καὶ αὐτὸν κοιμώμενον κατέχειν τῇ μὲν λαιᾷ τὰ αἰδοῖα, τῇ δεξιᾷ δὲ τὸ στόμα, αἰνιττόμενον δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν ἡ ἡδονῆς.

Καὶ τί μοι περὶ τοὺς βαρβάρους ἐνδιατρίβειν, ἐξὸν αὐτοὺς τοὺς Ἕλληνας σφόδρα τῇ ἐπικρύψει κεχρημένους παραστήσαι;

(45) Ἀνδροκύδης γοῦν ὁ Πυθαγορικὸς τὰ Ἐφέσια καλούμενα γράμματα ἐν πολλοῖς δὴ πολυθρύλητα ὄντα συμβόλων ἔχειν φησὶ τάξιν, σημαίνειν δὲ Ἄσκιον μὲν τὸ σκότος, μὴ γὰρ ἔχειν τοῦτο σκιάνˑ φῶς δὲ Κατάσκιον, ἐπεὶ καταυγάζει

 

 

250

τήν σκιάνˑ Λίξ τέ ἐστιν ἡ γῆ κατὰ ἀρχαίαν ἐπωνυμίαν καὶ Τετρὰξ ὁ ἐνιαυτὸς διὰ τὰς ὥρας, Δαμναμενεὺς δὲ ὁ ἥλιος ὁ δαμάζων, τὰ Αἴσιά τε ἡ ἀληθὴς φωνή. σημαίνει δ’ ἄρα τὸ σύμβολον ὡς κεκόσμηται τὰ θεῖα, οἶον σκότος πρὸς φῶς καὶ ἥλιος πρὸς ἐνιαυτὸν καὶ γῆ πρὸς παντοίαν φύσεως γένεσιν.

Ἀλλὰ καὶ Διονύσιος ο Θρὰξ ὁ γραμματικὸς ἐν τῷ Περὶ τῆς ἐμφάσεως περὶ τοῦ τῶν τροχίσκων συμβόλου φησὶ κατὰ λέξινˑ «ἐσημαινον γοῦν οὐ διὰ λέξεως μόνον, ἀλλὰ καὶ διὰ συμβόλων ἔνιοι τὰς πράξεις, διὰ λέξεως μὲν ὡς ἕχει τὰ λεγόμενα Δελφικά παραγγέλματα, τὸ μηδὲν ἀγαν καὶ τὸ γνῶθι σαυτὸν καὶ τὰ τούτοις ὅμοια, διὰ δὲ συμβόλων ὡς ὅ τε τροχὸς ὁ στρεφόμενος ἐν τοῖς τῶν θεῶν τεμένεσιν εἰλκυσμένος παρὰ Αἰγυπτίων καὶ τὸ τῶν θαλλῶν τῶν διδομένων τοῖς προσκυνοῦσι. φησὶ γὰρ Ὀρφεὺς ὁ Θράκιος·

θαλλῶν δ' ὅσσα βροτοῖσιν ἐπὶ χθονὸς ἔργα μέμηλεν,

οὐδὲν ἔχει μίαν αἶσαν ἐπὶ φρεσίν, ἀλλὰ κυκλεῖται

πάντα πέριξ, στῆναι δὲ καθ’ ἓν μέρος οὐ θέμις ἐστὶν,

ἀλλ’ ἔχει, ὡς ἤρξαντο, δρόμου μέρος ἴσον ἕκαστος.

οί θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἡ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς δι’ ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τοῦτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλονται, ἴσως δὲ καὶ ἵνα ἐπιστῶνται, ὅτι, ὡς οὗτοι [αὖ] καίονται, οὕτως καὶ <αὐ>τοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι.«

(46) Χρησιμώτατον ἄρα τὸ τῆς συμβολικῆς ἔρμηνείας εἶδος εἰς πολλά, καὶ πρὸς τὴν ὁρθήν θεολογίαν συνεργούν καὶ πρὸς εὐσέβειαν καὶ πρὸς ἐπίδειξιν συνέσεως καὶ πρὸς βραχυλογίας ἄσκησιν καὶ σοφίας ἔνδειξινˑ «σοφοῦ γὰρ τὸ χρῆσθαι τῇ συμβολική φράσει δεξιῶσ«, φησὶν ὁ γραμματικὸς Δίδυμος, «καὶ τὸ γνωρίσαι τὸ διὰ ταύτης δηλούμενον.«

Ναὶ μὴν ἡ στοιχειωτικὴ τῶν παίδων διδασκαλία τὴν τῶν τεττάρων στοιχείων περιείληφεν ἑρμηνείαν, βέδυ μὲν γὰρ τοὺς Φρύγας τὸ ὕδωρ φησὶ καλεῖν, καθά καὶ Ὀρφεὺςˑ

 

 

251

καὶ βέδυ νυμφάων καταλείβεται ἀγλαὸν ὕδωρ.

ἀλλὰ καὶ ὁ θύτης Δίων ὁμοίως φαίνεται γράφωνˑ «καὶ βέδυ λαβὼν κατὰ χειρῶν καταχέου καὶ ἐπὶ τὴν ἱεροσκοπίην τρέπου.» ἔμπαλιν δὲ ὁ κωμικὸς Φιλύλλιος βέδυ τὸν ἀέρα βιόδωρον ὄντα διὰ τούτων γινώσκειˑ

ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι,

ὅπερ μέγιστον ἐστιν ὑγιείας μέρος,

τό τὸν ἀέρα ἕλκειν καθαρόν, οὐ τεθολωμένον.

(47) συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικηνὸς Νεἀνθης γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς τε καὶ τοῖς τέκνοις, ὅπερ ἐρμηνεύουσιν ἀέρα. ζὰψ δὲ τὸ πῦρ οἱ μὲν παρὰ τὴν ζέσιν ἀμαθῶς ἐδέξαντοκαλεῖται δ’ οὕτως ἡ θάλασσα, ὡς Εὐφορίων ἐν ταῖς πρὸς Θεοδωρίδαν ἀντιγραφαῖς-

ζὰψ δὲ ποτί σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει.

Διονύσιὸς τε ὁ Ἴαμβος ὁμοίως·

πόντου μαινομένοιο περιστείνει ἀλυκὴ ζὰψ.

ὁμοίως δὲ Κρατῖνος ὁ νεώτερος κωμικόςˑ

καρῖδας ἡ ζὰψ ἐκφέρει κίχθύδια.

καὶ Σιμμίας ὁ ' Ρόδιος·

ἀμμάς

Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἀλυκή ζὰψ.

χθὼν δὲ ἡ γῆ εἰς μνέγεθος κεχυμένη. καὶ πλῆκτρον οἱ μὲν τὸν πόλον, οἴ δὲ τόνἀέρα τὸν πάντα πλήσσοντα καὶ κινοῦντα εἰς φύσιν τε καὶ αὔξησιν ἡ τὸν πάντων πληρωτικόν. (48) οὐκ ἀνέγνωσαν δ’ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὅς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ ἐν γὰρ ταῖς ἀνατολαῖς ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον, εἰς τὴν ἐναρμόνιον πορείαν τὸ φῶς ἄγειέκ δὲ τοῦ ἡλίου σημαίνει καὶ τὰ λοιπὰ ἄστρα, σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορᾷ, ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμων εἴη ἀνάμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα, καθά καὶ ὁ Ἐμπεδοκλῆς φησὶνˑ

 

 

252

εἰ δ’ ἄγε τοι λέξω <κείνων> πρῶθ’ ἥλιον ἀρχήν,

ἐξ ὧν δὴ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα,

γαῖά τε καὶ πόντος πολυκύμων ἡδˑ ὑγρὸς ἀὴρ

Τιτάν ἡδ’ αἰθὴρ σφιγγων περὶ κύκλον ἅπαντα.

Ἀπολλόδωρος δ’ ὁ Κερκυραῖος τοὺς στίχους τούσδε ὑπὸ Βράγχου ἀναφωνηθῆναι τοῦ μάντεως λέγει Μιλησίους καθαίροντος ἀπὸ λοιμοῦ, ὃ μὲν γὰρ ἐπιῤῥαίνων τὸ πλῆθος δάφνης κλάδοις προκατήρχετο τού ύμνου ὧδέ πωςˑ

μέλπετε, ὦ παῖδές, ἐκάεργον καὶ ἐκαέργανˑ

ἐπέψαλλεν δὲ ὡς εἰπεῖν ὁ λαόςˑ «βέδυ, ζάψ, χθώμ, πλῆκτρον, σφὶγξˑ κναξζβὶχ,

θύπτης, φλεγμό, δρώψ.»

μέμνηται τῆς ἱστορίας καὶ Καλλίμαχος ἐν ἰάμβοις. κναξζβὶχ δὲ κατὰ παραγωγὴν ἡ νόσος παρὰ τὸ κναίειν καὶ διαφθείρειν, θῦψαι τε τὸ κεραυνῷ φλέξαι. Θέσπις μέντοι ὁ τραγικὸς διὰ τούτων ἄλλο τι σημαίνεσθαί φησὶν ὧδέ πῶς γράφωνˑ

ἴδε σοι σπένδω κναξζβὶχ [τὸ] λευκὸν

ἀπό θηλαμόνων θλίψας κνακῶνˑ

ἴδε σοι θύπτην τυρὸν μίξας

ἐρυθρῷ μελιτῷ, κατὰ τῶν σῶν, Πὰν

δίκερως, τίθεμαι βωμῶν ἁγίων.

ἴδε σοι Βρομίου [αἴθοπα] φλεγμὸν λείβω.

αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ’ ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν «αἴθοπα οἶνον», τὴν τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει, δρὼψ δὲ ὁ λόγος ὁ δραστήριος, ὁ ἐκ κατηχήσεως τῆς πρώτης εἰς αὔξησιν ἀνδρός, «εἰς μέτρον ἡλικίασ», ἐκφλέγων καὶ ἐκφωτίζων τὸν ἄνθρωπον.

(49) Ἀλλὰ καὶ τρίτος ὑπογραμμὸς φέρεται παιδικός«μάρπτε, σφἰγξ, κλώψ, ζβυχθηδόνˑ» σημαίνει δ’, οἶμαι, διὰ τῆς τῶν στοιχείων καὶ τοῦ κόσμου διοικήσεως τὴν ὁδὸν ἡμῖν δεῖν ἐπὶ τὴν τῶν τελειοτέρων γίνεσθαι γνῶσιν, βίᾳ καὶ πόνὧ

 

 

253

περιγινομένης τῆς αἰωνίου σωτηρίας· μάρψαι μὲν γὰρ τὸ καταλαβεῖν, τὴν δὲ τοῦ κόσμου ἁρμονίαν ἡ σφίγξ, ζβυχθηδὸν δὲ τὴν χαλεπότητα μηνύει, καὶ κλὼψ τὴν λανθάνουσαν κυρίου γνῶσιν ἅμα καὶ ἡμέραν δηλοῖ.

Τί δ’; οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ' Ὀρφεῖ ἐκτιθέμενος φησι «κερκίσι καμπυλόχρωσι» τοῖς ἀρότροις μηνύεσθαι, «στήμοσι» δὲ τοῖς αὔλαξιˑ «μίτον» δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι, καὶ «δάκρυα Διὸσ» τὸν ὅμβρον δηλοῦν, «Μοίρασ» τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν διὸ καὶ «λευκοστόλουσ» αὐτάς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν «άνθιον» μὲν τὸ ἑαρ διὰ τὴν φύσιν, «ἀργίδα» δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν, καὶ «Γοργόνων« τὴν σελήνην διὰ τὸ ἐν αὐτῇ πρόσωπον, «Ἀφροδίτην» τε τὸν καιρὸν καθ’ ὃν δεῖ σπείρειν, λέγεσθαι παρὰ τῷ θεολόγῳ.

(50) Τοιαῦτα καὶ οἱ Πυθαγόρειοι ᾐνίσσοντο, Φερσεφόνης μὲν κύνας τοὺς πλανήτας, Κρόνου δὲ δάκρυον τὴν θάλασσαν ἀλληγοροῦντες. καὶ μύρια ἐπὶ μυρίοις εὕροιμεν ἂν ὑπὸ τε φιλοσόφων ὑπὸ τε ποιητῶν αἰνιγματωδῶς εἰρημένα, ὅπου γε καὶ ὅλα βιβλία ἐπικεκρυμμένην τὴν τοῦ συγγραφέως βούλησιν ἐπιδείκνυται, ὡς καὶ τὸ Ἡρακλείτου περὶ φύσεως, ὃς καὶ δὶ αὐτὸ τοῦτο Σκοτεινὸς προσηγόρευται. ὅμοια τούτῳ τῷ βιβλίῳ καὶ ἡ Φερεκύδους θεολογία τοῦ Συρίου. Εὐφορίων γὰρ ὁ ποιητὴς καὶ τὰ Καλλιμάχου Αἴτια καὶ ἡ Λυκόφρονος Ἀλεξάνδρα καὶ τὰ τούτοις παραπλήσια γυμνάσιον εἰς ἐξήγησιν γραμματικὼν ἔκκειται παισίν.

(51) Οὔκουν ἀπεικὸς καὶ τὴν βάρβαρον φιλοσοφίαν, περὶ ἧς ἡμῖν πρόκειται λέγειν, ἐπικεκρυμμένως καὶ διὰ συμβόλων προφητεύειν ἐν τισιν, ὡς ἀποδέδεικται. τοιαῦτα γοῦν καὶ ὁ Μωυσῆς παραινεῖ, τὰ κοινά δὴ ταῦτα· «οὐ φάγεσθε χοίρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα.» ὁ μὲν γὰρ χοίρος φιλήδονον καὶ ἀκάθαρτον ἐπιθυμίαν τροφῶν καὶ ἀφροδισίων λίχνον καὶ μεμολυσμένην ἀκολασίαν μηνύει, ἀεὶ κνηστιώσαν ὑλικήν τε καὶ ἐν βορβόρῳ κειμένην, εἰς σφαγήν καὶ ἀπώλειαν πιαινομένην. ἔμπαλιν δὲ ἐπιτρέπει διχηλοῦν καὶ μαρυκώμενον ἐσθίειν, μηνύων, φησὶν ὁ Βαρνάβας, κολλᾶσθαι δεῖν «μετὰ τῶν φοβουμένων τὸν κύριον

 

 

254

καί μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων ὅτι ἡ μελέτη ἐστὶν ἔργον εὐφροσύνης καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου, τί δὲ τὸ διχηλοῦν; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται.» εἶτα ἐπιφέρειˑ «βλέπετε πῶς ἐνομοθέτησεν ὁ Μωυσῆς καλῶς, ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἡ συνιέναι; ἡμεῖς δικαίως νοήσαντες τὰς ἐντολάς, λαλοῦμεν ὡς ἠθέλησεν κύριος, διὰ τοῦτο περιέτεμε τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ἵνα σννιώμεν ταῦτα.» (52) ναὶ μὴν ὅταν λεγῃ «οὐ φάγῃ τὸν ἀετόν, τὸν ὀξύπτερον καὶ τὸν ἰκτίνον καὶ τὸν κόρακα«, «οὐ κολληθήσῃ, φησὶν, οὐδὲ ὁμοιωθήσῃ τοῖς ἀνθρώποις τούτοις, οἴ οὐκ ἴσασι διὰ πόνου καὶ ἱδρώτος πορίζειν ἑαυτοῖς τὴν τροφὴν, ἀλλ’ ἐν ἁρπαγῇ καὶ ἀνομίᾳ βιοῦσιν» ἀετὸς μὲν γὰρ ἁρπαγήν, ὀξύπτερος δὲ ἀδικίαν καὶ πλεονεξίαν ὁ κόραξ μηνύει, γέγραπται δέ· «μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» κολλᾶσθαι οὖν τοῖς ἁγίοις προσήκει, «ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται«. ἐντεῦθεν ὁ Θέογνις γράφει-

ἐσθλῶν μὲν γὰρ ἀπ' ἐσθλά μάθήσεαιˑ ἢν δὲ κακοῖσι

συμμί<σ>γῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.

ὅταν τε αὖ ἐν τῇ ᾠδῆ λέγῃ «ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν», τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πόθος, τὴν ἐπιθυμίαν, σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι «ἔῤῥιψεν εἰς θάλασσαν», εἰς τὰς κοσμικὰς ἀταξίας ἀποβαλών. (53) οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τὸν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν,) καταπίπτειν φησὶν. ᾗ καὶ τὸν Φαέθοντα δὶ ἀκρασίαν τῶν πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται.

Ναι μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφˑ νέον τοῦτον ζηλώσαντες οἱ ἀδελφοὶ πλεῖον τι προορώμενον κατὰ τὴν γνῶσιν «ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον καὶ λαβόντες ἔῤῥιψαν εἰς λάκκον, ὁ δὲ λάκκος κενὸς ὕδωρ οὐκ εἰχε»ˑ τὴν ἐκ φίλομαθίας τοῦ σπουδαίου ποικίλην γνῶσιν ἀποσκορακίσαντες ἢ ψιλῇ τῇ κατὰ νόμον πίστει κεχρημένοι ἔῤῥιψαν εἰς λάκκον τὸν ὕδατος κενόν, εἰς Αἰγυπτον ἀπεμπολήσοντες

 

 

255

τὴν τοῦ θείου λόγου ἔρημον. κενὸς δὲ ἐπιστήμης ὁ λάκκος, ἐν ᾧ ῥιφεὶς καὶ τὴν γνῶσιν ἀποδυσάμενος ὅμοιος τοῖς ἀδελφοῖς ἐδόκει γυμνὸς γνώσεως ὁ διαλεληθὼς σοφός, κατ’ ἄλλο σημαινόμωνον εἴη [δ’] ἄν ἐπιθυμία <τὸ> ποικίλον ἔνδυμα, εἰς ἀχανὲς ἀπάγουσα βάραθρον. (54) «ἐὰν δὲ τις ἀνοιξῃ λάκκον ἢ λατόμηση», φησί, «καὶ μὴ καλύψῃ αὐτόν, ἐμπέσῃ δ’ ἐκεῖ μόσχος ἢ ὅνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον καὶ δώσει τῷ πλησίον, τὸ δὲ τεθνηκὸς αὐτῷ ἔσται.» ἐνταῦθά μοι τὴν προφητείαν ἐκείνην ἐπαγεˑ «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δὲ με οὐ συνῆκεν.» ἵνα οὖν μὴ τις τούτων, ἐμπεσὼν εἰς τὴν ὑπὸ σοῦ διδασκομένην γνῶσιν, ἀκρατής γενόμενος τῆς ἀληθείας, παρακούσῃ τε καὶ παραπέσῃ, ἀσφαλής, φησί, περὶ τὴν χρήσιν τοῦ λόγου γίνου, καὶ πρὸς μὲν τοὺς ἀλόγως προσιόντας ἀπόκλειε τὴν ζῶσαν ἐν βάθει πηγήν, ποτὸν δὲ ὄρεγε τοῖς τῆς ἀλήθειας δεδιψηκόσιν. ἐπικρυπτόμενος δ' οὖν πρὸς τοὺς οὐχ οἵους τε ὅντας παραδέξασθαι τὸ «βάθος τῆς γνώσεωσ» κατακάλυπτε τὸν λάκκον, ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως. «ἀργύριον δὲ δώσει», τῷ παντοκρατορικῷ βουλήματι ὑπέχων λόγον καὶ εὐθύνας. (55) Οὗτος μὲν οὖν ὁ τύπος νόμωυ καὶ προφητῶν ὁ μέχρις Ἰωάννου· ὅ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως «οὔκ εἰμι» φησὶν «ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι κυρίου»ˑ μή γὰρ ἄξιος εἶναι ὁμωλογεῖ τὴν τοσαύτην βαπτίσαι δύναμιν, χρῆναι γὰρ τοὺς κσθαροποιοῦντας ἀπολύειν τοῦ σώματος καὶ τῶν τούτου ἁμαρτημάτων τὴν ψυχὴν ὥσπερ τοῦ δεσμωῦ τὸν πόδα. τάχα δὲ καὶ τὴν τελευταίαν τοῦ σωτῆρος εἰς ἡμᾶς ἐνέργειαν, τὴν προσεχῆ, λέγει, τὴν διὰ τῆς παρουσίας, ἐπικρυπτομένην τῷ τῆς προφητείας αἰνίγματιό <γὰρ> διὰ τῆς αὐτοψίας τὸν θεσπιζόμενον δείξας, τὴν εἰς φανερὸν πόῤῥωθεν ὀδεύουσαν μηνύσας ἥκουσαν παρουσίαν, ὄντως ἐλυσεν τὸ πέρας τῶν λογιὼν τῆς οἰκονομίας, ἐκκαλύψας τὴν ἔννοιαν τῶν συμβόλων.

 

 

256

Καὶ τὰ παρὰ Ῥωμαίοις ἐπὶ τῶν διαθηκῶν γινόμενα τάξιν εἰληχε, τὰ διὰ δικαιοσύνην ἐκεῖνα ζυγά καὶ ἀσσάρια καρπισμοί τε καὶ αἱ τῶν ὤτων ἐπιψαύσεις, τὰ μὲν γὰρ ἵνα δικαίως γίνηται, τὰ δὲ εἰς τὸν τῆς τιμῆς μερισμόν, τὸ δ’ ὅπως ὁ παρατυχών, ὡς βάρους τινὸς αὐτῷ ἐπιτιθεμένου, ἐστώς ἀκούσῃ καὶ τάξιν μεσίτου λάβῃ.

 

IX

(56) Ἀλλ', ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς. ἐπιλείψει γὰρ με ὁ βίος τὸ πλῆθος τῶν συμβολικῶς φιλοσοφούντων παρατιθέμενον. μνήμης τε οὖν ἕνεκεν καὶ συντομίας καὶ τοῦ πρὸς τὴν ἀλήθειαν ἀνατετάσθαι τοιαῦταί τινες αἱ τῆς βαρβάρου φιλοσοφίας γραφαί. τῶν γὰρ πολλάκις αὐταῖς πλησιαζόντων καὶ δοκιμασίαν δεδωκότων κατὰ τε τὴν πίστιν κατὰ τε τὸν βίον. ἅπαντα μόνων ἐθέλουσιν ὑπάρχειν τὴν ὄντως οὐσαν φιλοσοφίαν καὶ τὴν ἀληθῆ θεολογίαν, ναὶ μὴν ἐξηγητοῦ τινὸς καὶ καθηγητοῦ χρείαν ἔχειν ἡμᾶς βούλονταιˑ οὕτως γὰρ καὶ σπουδασθήσεσθαι μᾶλλον καὶ ὠφελήσειν τοὺς ἄξιους αὐτῶν διελάφβανον καὶ ἀνεξαπατήτους <τούτουσ> ἔσεσθαι, παρὰ τῶν εὐ εἰδότων παραλαμβάνοντας. ἄλλως τε καὶ πάνθ’, ὅσα διὰ τίνος παρακαλύμματος ὑποφαίνεται, μείζονά τε καὶ σεμνοτέραν δείκνυσι τὴν ἀλήθειαν, καθάπερ τὰ μὲν ὥρια διαφαίνοντα τοῦ ὕδατος, αἱ μορφαὶ δὲ διὰ τῶν παρακαλυμμάτων συνεμφάσεις τινὰς αὐταῖς προσχαριζομένων. ἑλεγκτικαὶ γὰρ αἱ περιαύγειαι πρὸς τῷ καὶ τὰ φανερὰ μονοτρόπως κατανοεῖσθαι. (57) συνεκδοχὰς τοίνυν πλείονας ἐξὸν εἶναι λαμβάνειν. ὥσπερ οὖν λαμβάνομεν, ἐκ τῶν μετ' ἐπικρύψεως εἰρημένων. ὧν οὕτως ἐχόντων σφάλλεται μὲν ὁ ἄπειρος καὶ ἀμαθής, καταλαμβάνει δὲ ὁ γνωστικὸς, ἤδη γοῦν οὐδὲ τοῖς τυχοῦσιν ἤθελον ἀνέδην ἐκκεῖσθαι πάντα, «οὐδὲ κοινοποιεῖσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὴν ψυχὴν κεκαθαρμένοιςˑ οῦ γὰρ θέμις ὀρέγειν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων πορισθέντα οὐδὲ μὴν βεβήλοις τὰ τοῦ λόγου μυστήρια διηγεῖσθαι.« φασὶ γοῦν Ἵππαρχον τὸν Πυθαγόρειον, αἰτίαν ἔχοντα γράψασθαι τὰ τοῦ Πυθαγόρου σαφῶς, ἐξελαθήναι τῆς διατριβῆς καὶ στήλην ἐπ' αὐτῷ γενέσθαι οἴα νεκρῷ. διὸ καὶ ἐν τῇ βαρβάρὧ φιλοσοφίᾳ νεκροὺς καλοῦσι τοὺς ἐκπεσόντας τῶν δογμάτων

 

 

257

καὶ καθυποτάξαντας τὸν νοῦν τοῖς πάθεσι τοῖς ψυχικοῖς. «τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ,» κατὰ τὸν θεῖον ἀπόστολον, «ἤ τις κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπιστου;» δίχα γὰρ ’Ολυμπίων καὶ φθιμένων τιμαί. «διὸ καὶ ἐξέρχεσθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθεˑ κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας.»

(58) Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Επικούρειοι φασὶ τίνα καὶ παρ' αὐτοῦ ἀπόῤῥητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν. ἀλλὰ καὶ οἱ Στωϊκοὶ λέγουσι Ζήνωνι τῷ πρώτῳ γεγράφθαι τινά, ἅ μὴ ῥᾳδίως ἐπιτρέπουσι τοῖς μαθηταῖς ἀναγινώσκειν, μὴ οὐχὶ πείραν δεδωκόσι πρότερον, εἰ γνησίως φιλοσοφοῖεν. λέγουσι δὲ καὶ οἱ Ἀριστοτέλους τὰ μὲν ἐσωτερικὰ εἶναι τῶν συγγραμμάτων αὐτοῦ, τὰ δὲ κοινά τε καὶ ἐξωτερικά. ἀλλὰ καὶ οἱ τὰ μυστήρια θέμενοι, φιλόσοφοι ὄντες, τὰ αὐτῶν δόγματα τοῖς μύθοις κατέχωσαν, ὥστε μὴ ἶναι ἅπασι δηλαεῖθ οἱ μέν, ἀνθρωπίνας κατακρύψαντες δόξας, τοὺς ἀμαθεῖς ἐκώλυσαν ἐντυγχάνειν, τὴν δὲ τῶν ὄντων ὄντωςἀγίαν καὶ μακαρίαν θεωρίαν οὐ παντὸς μᾶλλον ἐπικεκρύφθαι συνέφερεν; πλὴν οὔτε τὰ τῆς βαρβάρου φιλοσοφίας οῦθ οἱ μῦθοι οἱ Πυθαγόρειοι, ἀλλ’ οὐδ’ οἱ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ Ἡρὸς τοῦ Ἀρμενίου καὶ ἐν Γοργίᾳ Αἰακοῦ καὶ Ῥαδαμάνθυος καὶ ἐν Φαίδωνι ὁ τοῦ Ταρτάρου καὶ ἐν Πρωταγόρᾳ ὁ Προμηθέως καὶ Ἐπιμηθέως πρὸς τε τούτοις ὁ τοῦ πολέμου τῶν Ἀτλαντικῶν καὶ τῶν Ἀθηναίων ἐν τῷ Ἀτλαντικῷ, οὐχ ἁπλῶς κατὰ πάντα τὰ ὀνόματα ἀλληγορητέοι, ἀλλ’ ὅσα τῆς διανοίας τῆς καθόλου σημαντικά, καὶ δὴ ταῦτα ἐξεύροιμεν ἂν διὰ συμβόλων ὑπὸ παρακαλύμματι τῇ ἀλληγορίᾳ μηνυόμενα.

(59) Ναὶ μὴν καὶ ἡ Πυθαγόρου συνουσία καὶ ἡ πρὸς τοὺς ὁμιλητάς διττὴ κοινωνία, ἀκουσματικοὺς τοὺς πολλοὺς καὶ τινας μαθηματικοὺς ἑτέρους καλοῦσα, τοὺς γνησίως ἀνθαπτομένους τῆς φιλοσοφίας,

ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ <καὶ> κεκρυμμένον εἶναι

 

 

258

πρὸς τοὺς πολλοὺς ᾐνίσσετο. ἴσως δὲ καὶ τὸ διττὸν ἐκεῖνο εἶδος τῶν ἐκ τοῦ Περιπάτου, τὸ ἐν τοῖς λόγοις ἔνδοξόν τε καὶ ἐπιστημονικὸν καλούμενον, οὐκ ἀπήλλακται <τοῦ> διαιρεῖν δόξαν ἀπό τε εὐκλειας καὶ ἀληθείας.

μηδὲ σέ γ' εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς

πρὸς θνητῶν ἀνελέσθαι, ἐφ’ ᾧ θ ὁσίης πλέον εἰπεῖν.

αἱ γοῦν Ἰάδες μοῦσαι διαῤῥήδην λέγουσι τοὺς μὲν πολλοὺς καὶ δοκησισόφους δήμῶν ἀοιδοῖσιν ἔπεσθαι καὶ νόμοισι χρέεσθαι, εἰδότας ὅτι πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοὶτοὺς ἀρίστους δὲ τὸ κλέος μεταδιώκειν. «αἱρεῦνται γὰρ», φησὶν, «ἐν ἀντὶ πάντων οἱ ἄριστοι κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅπως κτήνεα,» «γαστρὶ καὶ αἰδοίοις καὶ τοῖς αἰσχίστοις τῶν ἐν ἡμῖν μετρήσαντες τὴν εὐδαιμονίαν» ὅ τ’ Ἐλεάτης Παρμενίδης ὁ μέγας διττῶν εἰσηγεῖται διδασκαλίαν ὁδῶν ὧδέ πῶς γράφωνˑ

ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμές ἦτορ,

ἡδέ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.

 

X

(60) Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος «κατὰ ἀποκάλυψιν» φησὶν «ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὅ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσιν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὅ ἐτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις.» ἔστιν γὰρ τις καὶ τελείων μάθησις, περὶ ἧς πρὸς τοὺς Κολοσσαεῖς γράφων φησὶν»ˑ οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθήτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατήσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν, παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, ἐν πάσῃ δυνάμει ἐνδυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ.» καὶ πάλιν «κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι« φησὶν «εἰς ὑμᾶς πληρώσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεών, ὅ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἶς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦτου ἐν τοῖς ἔθνεσιν.» (61)

 

 

259

ὥστε ἄλλα μὲν τὰ μυστήρια τα ἀποχεχρυμμένα ἄχρι τῶν ἀποστόλων καὶ ὑπ' αὐτῶν παραδοθέντα ὡς ἀπὸ τοῦ κυρίου παρειλήφασιν (ἀποχεχρυμμένα δὲ ἐν τῇ παλαιᾳ διαθήκη), ἃ «νῦν ἐφανερώθη τοῖς ἁγίοις,» ἄλλο δὲ «τὸ πλούτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν», ὅ ἐστιν ἡ πίστις καὶ ἡ ἐλπὶς ἡ εἰς Χριστόν, ὃν ἀλλαχῇ «θεμέλιον» εἴρηκεν. καὶ πάλιν οἷον φιλοτιμούμενος ἐμφήναι τὴν γνῶσιν ὧδέ πῶς γράφειˑ «νουθετοῦντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ-» οὐ «πάντα» ἁπλῶς «ἄνθρωπον», ἐπεὶ οὐδεὶς ἂν ἦν ἀπιστος, οὐδὲ μὴν «πάντα» τὸν πιστεύοντα «τέλειον ἐν Χριστῷ», ἀλλὰ «πάντα ἄνθρωπον» λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι «οὐ πάντων ἡ γνῶσισ», διαῤῥήδην ἐπιφέρειˑ «συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ ἐν Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροί τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.» «τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳˑ» ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ τῶν τοῦ σώματος ἀγαθῶν. (62) καὶ ἔτι σαφέστερον ἐκκαλύπτει τὸ μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπιλέγωνˑ «προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοιξῃ ἡμῖν θύραν τοῦ λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.» ἦν γὰρ τίνα ἀγράφως παραδιδόμενα. αὐτίκα τοῖς Ἐβραίοις «καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον» φησὶν, ὡς ἂν ἐγγηράσαντες τῇ διαθήκῃ τῇ παλαιᾳ, «πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογιὼν τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆςˑ πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γὰρ ἐστι,» τὰ πρῶτα μαθήματα πεπιστευμόνοςˑ «τελείων δὲ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα.»

(63) Ἀλλὰ καὶ Βαρνάβας ὁ καὶ αὐτὸς συγκηρύξας τῷ ἀποστόλῳ κατὰ τὴν διακονίαν τῶν ἐθνῶν τὸν λόγον «ἀπλοὑστερον» φησὶν «ὑμῖν γράφω, ἵνα

 

 

260

συνιῆτε». εἶθ’ ὑποβὰς ἤδη σαφέστερον γνωστικῆς παραδόσεως ἴχνος παρατιθέμενος λέγει· «τί λέγει ὁ ἄλλος προφήτης Μωυσῆς αὐτοῖς; ἰδοὐ τάδε λέγει κύριος ὁ θεὸς· εἰσέλθετε εἰς τὴν γῆν τὴν ἀγαθὴν, ἣν ὤμωσεν κύριος ὁ θεὸς, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι, τί λέγει ἡ γνῶσις; μάθετε, ἐλπίσατε, φησὶν, ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν ἄνθρωπος γὰρ γῆ ἐστι πάσχουσαˑ ἀπὸ προσώπουˑ γὰρ γῆς ἡ πλάσις τοῦ Ἀδάμ ἐγένετοτί οὖν λέγειείς τὴν γῆν τὴν ἀγαθὴν, γῆν ῥέουσαν γάλα καὶ μέλι; εὐλογητὸς <ὁ> κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρύφιων αὐτοῦ. λέγει γὰρ ὁ προφήτηςˑ παραβολήν κυρίου τις νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμῶν καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;» ἐπεὶ ὀλίγων ἐστι ταῦτα χωρῆσαι. «οὐ γὰρ φθονῶν», φησί, «παρήγγειλεν ὁ κύριοσ» ἔν τινι εὐαγγελίῳ· «μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μωυ», ἐν τῷ ἀσφαλεῖ καὶ ἀμερίμνῳ τὴν ἐκλογὴν ποιούμενος, ἵνα τὰ οἴκεῖα ὧν εἴλετο λαβοῦσα ἀνωτέρα ζήλου γένηταιˑ ὁ μὲν γὰρ μὴ ἔχων γνῶσιν ἀγαθοῦ πονηρός ἐστιν, ὅτι «εἰς ἀγαθόσ», ὁ πατὴρ· τὸ δὲ ἀγνοεῖν τὸν πατέρα θάνατὸς ἐστιν, ὡς τὸ γνῶναι ζωῇ αἰώνιος κατὰ μετουσίαν τῆς τοῦ ἀφθάρτου δυνάμεως. καὶ τὸ μὲν μὴ φθείρεσθαι θειότητος μετέχειν ἐστι, φθορὰν δὲ ἡ ἀπὸ τῆς τοῦ θεοῦ γνώσεως ἀπόστασις παρέχει. (64) πάλιν ὁ προφήτης· «καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, σκοτεινούς, ἀοράτους, ἵνα γνῶσιν ὅτι ἐγὼ κύριος ὁ θεὸς.» τὰ εἰκότα τούτοις καὶ ὁ Δαβὶδ ψάλλειˑ «ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.» «ἡμέρα γὰρ τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», τὸ γεγραμμένον ἄντικρυς, «καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν», τὴν ἐπικεκρυμμένην μυστικῶς, «καὶ οὔκ εἰσι λόγοι οὐδὲ λαλιαί, ὧν οὐκ ἀκούονται αἰ φωναί αὐτῶν» τῷ θεῷ τῷ φήσαντιˑ «ποιήσει τις κρύφα, καὶ οὐχὶ ἐπόψομαι αὐτόν;» διὰ τοῦτο «φωτισμόσ» ἡ μαθητεία κέκληται ἡ τὰ κεκρυμμένα φανερώσασα, ἀποκαλὐψαντος μόνου τοῦ διδασκάλου τὸ πῶμα τῆς κιβωτοῦ, ἔμπαλιν ἡ οἱ ποιηταί τὸν Δία φασὶ τὸν μὲν τῶν ἀγαθῶν πίθον ἐπιλαβεῖν, ἀνοῖξαι δὲ τὸν τῶν φαύλων, «οἶδα ὅτι ἐρχόμενοσ» φησὶ «πρὸς ὑμᾶσ» ὁ ἀπόστολος «ἐν πληρώματι εὐλογίας Χριστοῦ ἑλεύσομαι», τὸ «πνευματικὸν χάρισμα» καὶ τὴν γνωστικὴν παράδοσιν,

 

 

261

ἣν μεταδοῦναι αὐτοῖς παρὼν παροῦσι ποθεῖ (οὑ γὰρ δὶ ἐπιστολῆς οἶά τε ἦν ταῦτα μηνύεσθαι), «πλήρωμα Χριστοῦ» καλέσας, «κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διὰ τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθεντοσ», τουτέστι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὅτι ἐστὶν ὀλίγοις δὲ ἐκ τούτων καὶ τό, τίνα ταῦτά ἐστι τὰ ἐν μυστηρίῳ, δείκνυται.

(65) Εἰκότως τοίνυν καὶ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς περὶ θεοῦ διαλαμβάνων «φραστέον δὴ σοι» φησὶ «δι’ αἰνιγμάτων, ἴν' ἤν τι <ἡ> δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ.» ὁ γὰρ τῶν ὅλων θεὸς ὁ ὑπὲρ πᾶσαν φωνὴν καὶ πᾶν νόημα καὶ πᾶσαν ἔννοιαν οὐκ ἂν ποτε γραφῇ παραδοθείη, ἀῤῥητος ὧν δυνάμει τῇ αὐτοῦ. ὅπερ καὶ αὐτὸ δεδήλωκεν Πλάτων λέγων «πρὸς ταῦτ' οὖν σκοπὼν εὐλαβοῦ, μὴ ποτε σοι μεταμελήσῃ τῶν νῦν ἀναξίως ἐκπεσόντων μεγίστη δὲ φυλακῇ τὸ μὴ γράφειν, ἀλλ’ ἐκμανθάνειν οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν.» ἀδελφὰ τούτοις ὁ ἅγιος ἀπόστολος Παῦλος λέγει, τὴν προφητικὴν καὶ τῷ ὄντι ἀρχαίαν σῴζων ἐπίκρυψιν, ἀφ' ἧς τὰ καλὰ τοῖς Ἕλλησιν ἐῤῥύη δόγματαˑ «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τοῦτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τοῦτου τῶν καταργουμένωνˑ ἀλλὰά λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.» (66) ἔπειτα ὑποβὰς τὸ εὐλαβές τῆς εἰς τοὺς πολλοὺς τῶν λόγων ἐκφοιτήσεως ὧδέ πῶς διδάσκειˑ «κάγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ, γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμαˑ οὔπω γὰρ ἐδύνασθεˑ ἀλλ' οὐδὲ ἑτι νῦν δύνασθεετι γὰρ ἐστε σαρκικοί.» εἰ τοίνυν τὸ μὲν γάλα τῶν νηπίων, τὸ βρῶμα δὲ τῶν τελείων τροφῇ πρὸς τοῦ ἀποστόλου εἴρηται, γάλα μὲν ἡ κατήχησις οἴονεί πρώτη ψυχῆς τροφῇ νοηθήσεται, βρῶμα δὲ ἡ ἐποπτική θεωρίασάρκες αὐται καὶ αἷμα τοῦ λόγου, τουτέστι κατάληψις τῆς θείας δυνάμεως καὶ οὐσίας. «γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριοσ», φησὶνˑ οὕτως γὰρ ἑαυτοῦ μεταδίδωσι τοῖς πνεύματικώτερον τῆς τοιαύτης μεταλαμβάνουσι βρώσεως, ὅτε δὴ ἡ ψυχῇ αὐτῇ ἑαυτὴν ἤδη τρέφει κατὰ τὸν φιλαλήθῃ Πλάτωναβρώσις γὰρ καὶ πόσις τοῦ θείου λόγου ἡ γνῶσις ἐστι τῆς θείας οὐσίας.

 

 

262

διὸ καὶ φησὶν ἐν δευτέρῳ Πολιτείας ὁ Πλάτων «θυσαμένους οὐ χοίρον, ἀλλὰ τι μέγα καὶ ἄπορον θῦμα,» οὕτω χρῆναι ζητεῖν περὶ θεοῦ, ὁ δὲ ἀπόστολος «καὶ τὸ πάσχα ἡμῶν ἐτύθη» γράφει «Χριστόσ», ἄπορον ὡς ἀληθῶς θῦμα, υἱὸς θεοῦ ὑπερ ἡμῶν ἅγιαζόμενος.

 

XI

(67) Θυσία δὲ ἡ τῷ θεῷ δεκτὴ σώματὸς τε καὶ τῶν τοῦτου παθῶν ἀμετανόητος χωρισμός, ἡ ἀληθὴς τῷ ὄντι θεοσέβεια αῦτη. καὶ μὴ τι εἰκότως μελέτη θανάτου διὰ τοῦτο εἴρηται τῷ Σωκράτει ἡ φιλοσοφίαˑ ὁ γὰρ μήτε τὴν ὄψιν παρατιθέμενος ἐν τῷ διανοεῖσθαι μήτε τινὰ τῶν ἄλλων αἰσθήσεων ἐφελκόμενος, ἀλλ’ αὐτῷ καθαρῳ τῷ νῷ τοῖς πράγμασιν ἐντυγχάνων τὴν ἀληθῆ φιλοσοφίαν μέτεισιν. τοῦτο ἄρα βούλεται καὶ τῷ Πυθαγόρᾳ ἡ τῆς πενταετίας σιωπή, ἣν τοῖς γνωρίμοις παρεγγυᾷ, ὡς δὴ ἀποστραφέντες τῶν αἰσθητῶν ψιλῷ τῷ νῷ τὸ θεῖον ἐποπτεύοιεν. παρὰ Μωυσέως τοιαῦτα φιλοσοφήσαντες οἱ τῶν Ἑλλήνων ἄκροι. προστάσσει γὰρ «τὰ ὀλοκαυτώματα δείραντας εἰς μέλη διανεῖμαι», ἐπειδὴ γυμνήν τῆς ὑλικῆς δορᾶς γενομένην τὴν γνωστικὴν ψυχὴν ἄνευ τῆς σωματικῆς φλυαρίας καὶ τῶν παθῶν πάντων, ὅσα περιποιοῦσιν αἰ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, ἀποδυσαμένην τὰς σαρκικάς ἐπιθυμίας, τῷ φωτὶ καθιερωθήναι ἀνάγκη. (68) οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων τὸ θνητὸν ἐνδυόμενοι καθάπερ οἱ κοχλίαι καὶ περὶ τὰς αὐτῶν ἀκρασίας ὥσπερ οἱ ἐχῖνοι σφαιρηδὸν εἱλούμενοι περὶ τού μακαρίου καὶ ἀφθάρτου θεοῦ τοιαῦτα οἴα καὶ περὶ αὐτῶν δοξάζουσιν. λέληθεν δ' αὐτοὺς, κἂν πλησίον ἡμῶν τύχωσιν, ὡς μύρια ὅσα δεδώρηται ἡμῖν ὁ θεὸς, ὧν αὐτὸς ἀμέτοχος, γένεσιν μὲν ἀγένητος ὤν, τροφὴν δὲ ἀνενδεὴς ὤν, καὶ αὔξησιν ἐν ἰσότητι ὤν, εὐγηρίαν τε καὶ εὐθανασίαν ἀθάνατὸς τε καὶ ἀγήρως ὑπαρχων, διὸ καὶ χεῖρας καὶ πόδας καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ εἰσόδους καὶ ἐξόδους καὶ ὀρχάς καὶ ἀπειλάς μὴ πάθη θεοῦ τις ὑπολάβῃ παρὰ Ἐβραίοις λέγεσθαι, μηδαμῶς, ἀλληγορεῖσθαι δὲ τίνα ἐκ τούτων τῶν ὀνομάτων ὀσιώτερον, ἀ δὴ καὶ προϊόντος τοῦ λόγου κατὰ τὸν οἴκεῖον καιρὸν διασαφήσομεν.

ἦ πανακὲς πάντων φόρμακον <ἁ> σοφία,

Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασι γράφειˑ

 

 

263

ἕτερος (δὲ) ἐξ ἑτέρου σοφὸς τὸ τε πάλαι τὸ τε νῦν,

φηςὶ Βακχυλίδης ἐν τοῖς Παιᾶσινˑ

οὐδὲ γὰρ ῥᾷστον αῤῥήτων ἐπέων πύλας

ἐξευρεῖνˑ

(69) καλῶς ἄρα σοκράτης ἐν τῷ Παναθηναϊκῷ «τίνας οὖν καλῶ πεπαιδευμένους;» προθείς ἐπιφέρειˑ «πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ στοχάζεσθαι τοῦ συμφέροντοςˑ ἔπειτα τοὺς πρεπόντως καὶ δικαίως ὁμιλοῦντας ἀεὶ τοῖς πλησιάζουσι καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως καὶ ῥᾳδίως φέροντας, σφᾶς δ’ αὐτοὺς ὡς δυνατὸν ἑλαφροτάτους καὶ μετριωτάτους τοῖς ξυνοῦσι παρέχονταςˑ ἔτι δὲ τοὺς τῶν μὲν ἡδονῶν κρατοῦντας, τῶν δὲ συμφορὼν μὴ λίαν ἡττωμένους, ἀλλ’ ἀνδρωδῶς ἐν αὐταῖς ἀναστρεφομένους καὶ τῆς φύσεως ἀξίως ἧς μετέχοντες τυγχάνομεντέταρτον, ὅπερ μέγιστον ἐστι, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιὼν μηδ’ ἐξισταμένους αὐτῶν μηδὲ ὑπερηφάνους γινομένους, ἀλλ’ ἐμμένοντας τῇ τάξει τῶν εὖ φρονούντων.» εἶτα ἐπιφέρει τὸν κολοφώνα τοῦ λόγουˑ «τοὺς δὲ μὴ μόνον πρὸς ἐν τούτων, ἀλλὰ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ τελείους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.»

ὁρᾷς πῶς τὸν γνωστικὸν βίον καὶ Ἕλληνες, καίτοι μὴ εἰδότες ὡς ἐπίστασθαι χρή, ἐκθειάζουσι; τις δ’ ἔστιν ἡ γνῶσις, οὐδὲ ὄναρ ἴσασιν.

(70) Εἰ τοίνυν λογικὸν ἡμῖν βρῶμα ἡ γνῶσις εἶναι συμπεφώνηται, «μακάριοι» τῷ ὄντι κατὰ τὴν γραφὴν «οἱ πεινώντες καὶ διψῶντεσ» τὴν ἀλήθειαν, ὅτι πλησθήσονται τροφῆς ἀιδίου. πάνυ θαυμαστῶς ὁ ἐπὶ τῆς σκηνῆς φιλόσοφος Εὐριπίδης τοῖς προειρημένοις ἡμῖν συνφδὸς διὰ τούτων εὑρίσκεται, πατέρα καὶ υἱὸν ἅμα οὐκ οἶδ’ ὅπως αἰνισσόμενοςˑ

σοῖ τῷ πάντων μεδέοντι χοήν

πέλανόν τε φέρω, Ζεὺς εἰτ’ Ἀίδῆς

ὀνομαζόμενος στέργειςˑ σὺ δὲ μοι

 

 

264

θυσίαν ἄπορον παγκαρπείας

δέξαι πλήρη προχυτίαν.

ὁλοκάρπωμα γὰρ ὑπὲρ ἡμῶν ἄπορον θῦμα ὁ Χριστός, καὶ ὅτι τὸν σωτῆρα αὐτὸν οὐκ εἰδὼς λέγει, σαφὲς ποιήσει ἐπάγωνˑ

συ γὰρ ἔν τε θεοῖς τοῖς οὐρανίδαις

σκήπτρον τὸ Διὸς μεταχειρίζεις

χθονίων τ' Ἀίδῃ μετέχεις ἀρχῆς.

ἔπειτα ἄντικρυς λέγει·

πέμψον δ’ ἐς φῶς ψυχὰς ἐνέρων

τοῖς βουλομένοις ἄθλους προμαθεῖν

πόθεν ἔβλαστον, τις ῥίζα κακῶν,

τίνα δεῖ μακάρων ἐκθυσαμένους

εὑρεῖν μόχθων ἀνάπαυλαν.

οὑκ ἀπεικότως ἄρα καὶ τῶν μυστηρίων τῶν παρ' Ἕλλησιν ἄρχει μὲν τὰ καθάρσια, καθάπερ καὶ τοῖς βαρβάροις τὸ λουτρόν. (71) μετὰ ταῦτα δ’ ἐστι τὰ μικρὰ μυστήρια διδασκαλίας τινὰ ὑπόθεσιν ἔχοντα καὶ προπαρασκευῆς τῶν μελλόντων, τὰ δὲ μεγάλα περὶ τῶν συμπάντων, οὗ μανθάνειν <οὐκ>έτι ὑπολείπεται, ἐποπτεύειν δὲ καὶ περινοεῖν τὴν τε φύσιν καὶ τὰ πράγματα, λάβοιμεν δ’ ἄν τὸν μὲν καθαρτικὸν τρόπον ὁμολογίᾳ, τὸν δὲ ἐποπτικὸν ἀναλύσει ἐπὶ τὴν πρώτην νόησιν προχωροῦντες, δὶ ἀναλύσεως ἐκ τῶν ὑποκειμένων αὐτῷ τὴν ἀρχὴν ποιούμενοι, ἀφελόντες μὲν τοῦ σώματος τὰς φυσικάς ποιότητας, περιελόντες δὲ τὴν εἰς τὸ βάθος διάστασιν, εἶτα τὴν εἰς τὸ πλάτος, καὶ ἐπὶ τούτοις τὴν εἰς τὸ μῆκοςˑ τὸ γὰρ ὑπολειφθέν σημεῖόν ἐστι μονάς ὡς εἰπεῖν θέσιν ἔχουσα, ἧς ἐὰν περιέλωμεν τὴν θέσιν, νοεῖται μονάς. εἰ τοίνυν, ἀφελόντες πάντα ὅσα πρόσεστι τοῖς σώμασιν καὶ τοῖς λεγομένοις ἀσωμάτοις, ἐπιῤῥίψαιμεν ἑαυτοὺς εἰς τὸ μέγεθος τοῦ Χριστοῦ κάκεῖθεν εἰς τὸ ἀχανές ἅγιότητι προίοιμεν, τῇ νοήσει τοῦ παντοκράτορος ἁμῇ γέ πῃ προσάγοιμεν <ἄν>, οὐχ ο ἐστιν, ο δὲ μὴ ἐστι γνωρίσαντες σχῆμα δὲ καὶ κίνησιν ἡ στάσιν ἡ θρόνον ἡ τόπον ἡ δεξιὰ ἤ ἀριστερά τοῦ τῶν ὅλων πατρὸς οὐδ’ ὅλως ἐννοητέον, καίτοι καὶ ταῦτα γέγραπταιˑ

 

 

265

ἀλλ' о βούλεται δηλοῦν αὐτῶν ἕκαστον, κατὰ τὸν οἴκεῖον ἐπιδειχθήσεται τόπον, οὔκουν ἐν τόπῳ τὸ πρῶτον αἴτιον, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ ὀνόματος καὶ νοήσεως. διὰ τοῦτο καὶ ὁ Μωυσῆς φησὶν «ἐμφάνισόν μοι σαυτόν«, ἐναργέστατα αἰνισσόμενος μὴ εἶναι διδακτὸν πρὸς ἀνθρώπων μηδὲ ῥητὸν τὸν θεόν, ἀλλ’ ἤ μόνη τῇ παρ' αὐτοῦ δυνάμει γνωστόν, ἡ μὲν γὰρ ζήτησις ἀειδής καὶ ἀόρατός, ἡ χάρις δὲ τῆς γνώσεως παρ' αὐτοῦ διὰ τοῦ υίοῦ. (72) σαφέστατα δὲ ὁ Σολομών μαρτυρήσει ἡμῖν ὧδέ πῶς λέγωνˑ «φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί, θεὸς δὲ δίδωσι μοι σοφίαναγία δὲ ἐπίσταμαι.» αὐτίκα τὴν φρόνησιν θείαν ἀλληγορὼν ὁ Μωυσῆς «ξύλον ζωῆσ» ὠνόμασεν ἐν τῷ παραδείσῳ πεφυτευμένον, ὃς δὴ παράδεισος καὶ κόσμος εἶναι δύναται, ἐν ᾧ πέφυκεν τὰ ἐκ δημιουργίας ἅπαντα, ἐν τούτῳ καὶ ὁ λόγος ἡνθησέν τε καὶ ἐκαρποφόρησεν σάρξ γενόμενος καὶ τοὺς γευσαμένους τῆς χρηστότητος αὐτοῦ ἐζωοποίησεν, ἐπεὶ μηδὲ ἄνευ τοῦ ξύλου εἰς γνῶσιν ἡμῖν ἀφῖκταιˑ έκρεμάσθη γὰρ ἡ ζωῇ ἡμῶν εἰς πίστιν ἡμῶν. καὶ ὅ γε Σολομὼν πάλιν φησὶνˑ «δένδρον ἀθανασίας ἐστὶ τοῖς ἀντεχομένοις αὐτῆς.» διὰ τοῦτο λέγειˑ «ἰδοὺ δίδωμί πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαπᾶν κύριον τὸν θεὸν καὶ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ τῆς φωνῆς αὐτοῦ ἀκούειν καὶ πιστεύειν τῇ ζωήˑ ἐὰν δὲ παραβῆτε τὰ δικαιώματα καὶ τὰ κρίματα ἀ δέδωκα ὑμῖν, ἀπωλείᾳ ἀπολεῖσθετοῦτο γὰρ ἡ ζωῇ καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, τὸ ἀγαπᾶν κύριον τὸν θεὸν σου.» (73) πάλιν «ὁ Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον ὅν εἶπεν αὐτῷ ὁ θεὸς τῇ τρίτῃ ἡμέρᾳ ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν» πρώτη μὲν γὰρ ἡ δι’ ὅψεως τῶν καλῶν ἡμέρα, δευτέρα δὲ ἡ ψυχῆς <τῶν> ἀριστων ἐπιθυμία, τῇ τρίτῃ δὲ ὁ νοῦς τὰ πνευματικά διορᾳ, διοιχθέντων τῶν τῆς διανοίας ὁμμάτων πρὸς τοῦ τῇ τρίτῃ ἡμέρᾳ διαναστάντος διδασκάλου, εἶεν δ’ ἄν καὶ αἱ τρεῖς ἡμέραι τῆς σφραγῖδος μυστήριον, δι’ ἧς ὁ τῷ ὄντι πιστεύεται θεὸς, μακρόθεν οὖν ἀκολούθως ὁρᾷ τὸν τόπονˑ δυσάλωτος γὰρ ἡ χώρα τοῦ θεοῦ, ὃν χώραν ἰδεῶν ὁ Πλάτων κέκληκεν, παρὰ Μωυσέως λαβὼν τόπον εἶναι αὐτόν, ὡς τῶν ἁπάντων καὶ τῶν ὅλων περιεκτικόν, ἀτὰρ εἰκότως πόῤῥωθεν ὁρᾶται τῷ Ἀβραὰμ διὰ τὸ ἐν γενέσει εἶναι, καὶ δὶ ἀγγέλου προσεχῶς μυσταγωγείται. (74) ἐντεῦθεν ὁ ἀπόστολος «βλέπομεν νῦν ὡς δι’ ἐσόπτρου« φησί,

 

 

266

«τότε όε πρόσωπον πρὸς πρόσωπον», κατὰ μόνας ἐκεινας τας ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς διανοίας ἐπιβολάς. «δυνατὸν δὲ κἂν τῷ διαλέγεσθαι τὸ καταμαντεύεσθαι τοῦ θεοῦ, ἐὰν ἐπιχειρῇ τις ἄνευ πασῶν τῶν αἰσθήσεων διὰ τοῦ λόγου ἐπ' αὐτὸ ὅ ἐστιν ἕκαστον ὁρμᾶν καὶ μὴ ἀποστατεῖν τῶν ὅντων, πρὶν <ἄν>, ἐπαναβαίνων ἐπὶ τὰ ὑπερκείμενα, αὐτὸ ὅ ἐστιν ἀγαθὸν αὐτῆ νοήσει λάβη. ἐπˑ αὐτῷ γινόμενος τῷ τοῦ νοητοῦ τέλει» κατὰ Πλάτωνα. πάλιν ὁ Μωυσῆς οὐκ ἐπιτρέπων βωμοὺς καὶ τεμένη πολλαχοῦ κατασκευἀζεσθαι, ἔνα δ’ οὖν νεὼν ἱδρυσάμενος τοῦ θεοῦ, μονογενῆ τε κόσμον, ὥς φησιν ὁ Βασιλείδης, καὶ τὸν ἔνα, ὡς οὐκέτι τῷ Βασιλείδῃ δοκεῖ, κατηγγελλε θεόν, καὶ ὅτι οὐ περιλαμβάνει τόπῳ τὸ ἀπερίληπτον ὁ γνωστικὸς Μωυσῆς, ἀφίδίρυμα οὐδὲν ἀνέθηκεν εἰς τὸν νεὼν σεβάσμιον, ἀόρατον καὶ ἀπερίγραφον δηλῶν εἶναι τὸν θεόν, προσάγων δὲ ἁμῇ γέ πῃ εἰς ἔννοιαν τοῦ θεοῦ τοὺς Ἑβραίους διὰ τῆς τιμῆς τοῦ κατὰ τὸν νεὼν ὀνόματος, ἀλλὰ γοῦν κωλύων ὁ λόγος τὰς τε τῶν ἱερῶν κατασκευάς καὶ τὰς θυσίας ἀπάσας τὸ μὴ ἐν τινι εἶναι τὸν παντοκράτορα αἰνίσσεται δι’ ὧν φησιˑ «ποῖον οἶκον οἴκοδομήσετέ μοι; λέγει κύριος, ὁ οὐρανὸς μοι θρόνοσ» καὶ τὰ ἑξῆς. περὶ τε τῶν θυσιῶν ὁμοίωςˑ «αἷμα ταύρων καὶ στέαρ ἀρνῶν οὐ βούλομαι», καὶ ὅσα ἐπὶ τούτοις διὰ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον ἀπαγορεύει. (75) παγκάλως τοίνυν καὶ ὁ Εὐριπίδης συνάδει τούτοις γράφωνˑ

ποῖος δ’ ἂν οἶκος τεκτόνων πλασθείς ὕπο

δέμας τὸ θεῖον περὶβολοι τοίχων πτυχαῖς;

καί ἐπὶ τῶν θυσιῶν ὡσαύτως λέγειˑ

δεῖται γὰρ ὁ θεὸς, εἴπερ εστ’ ὀρθῶς θεὸς,

<οὐδενόσ>ἀοιδῶν οἶδε δύστηνοι λόγοι.

«οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκεν τὸν κόσμων, ἵνα τιμάς πρὸς τε ἀνθρώπων καὶ πρὸς θεῶν τῶν ἄλλων καὶ δαιμόνων», φησὶν ὁ Πλάτων, «καρποῖτο, οἷον πρόσοδὸν τίνα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων τὰς οἰκείας λειτουργίας.» διδασκαλικώτατα ἄρα ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων «ὁ θεὸς ὁ ποιήσας τὸν κόσμων» φησὶ «καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς

 

 

267

κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενὸς τινος, αὐτὸς διδοὐς πᾶσι πνοὴν καὶ ζωὴν καὶ τὰ πάντα.» (76) λέγει δὲ καὶ Ζήνων ὁ τῆς Στωϊκῆς κτίστης αἱρέσεως ἐν τῷ τῆς πολιτείας βιβλίῳ μήτε ναοὺς δεῖν ποιεῖν μήτε ἀγάλματαμηδὲν γὰρ εἶναι τῶν θεῶν ἄξιον κατασκεύασμα, καὶ γράφειν οὐ δέδιεν αὐταῖς λέξεσι τάδεˑ «ἱερά τε οἴκοδομεῖν οὐδὲν δεήσειιερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐδὲν χρὴ νομίζεινοὐδὲν δὲ πολλοῦ ἄξιον καὶ ἅγιον οἰκοδόμων ἔργον καὶ βαναύσων.« εἰκότως οὖν καὶ Πλάτων, νεὼν τοῦ θεοῦ τὸν κόσμον εἰδὼς, τοῖς πολίταις ἐναπέδειξεν χωρίον τῆς πόλεως, ἵνα ἐμελλεν ἀνακεῖσθαι αὐτοῖς τὰ εἴδωλα, ἰδίᾳ δὲ ἀπεἶπεν μηδενὶ κεκτῆσθαι θεῶν ἀγάλματα. «μηδεὶς οὖν ἑτέρωσ», φησὶν, «ἱερά καθιερούτω θεοῖςˑ χρυσὸς μὲν γὰρ καὶ ἀργυρος ἐν ἀλλαις [τε] πόλεσιν ἰδίᾳ <τε> καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμαˑ ἐλεφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημαˑ σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργαναˑ ξύλου δὲ μονόξυλου, ὅ τι ἂν θέλῃ τις, ἀνατιθέτω, ὡσαύτως καὶ λίθου πρὸς τὰ κοινὰ ἱερά.» (77) εἰκότως οὖν ἐν τῇ μεγάλῃ ἐπιστολῇ «ρητὸν γὰρ» φησὶν «οὐδαμῶς ἐστιν ὡς τὰ ἄλλα μαθήματα, ἀλλ’ <ἐκ> πολλῆς ξυνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθέν φῶς ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.» ἆρ’ οὐχ ὅμοια ταῦτα τοῖς ὑπὸ Σοφονία λεχθεῖσι τοῦ προφήτου; «καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἀνήνεγκέν με εἰς οὐρανὸν πέμπτον καὶ ἐθεώρουν ἀγγέλους καλούμενους κυρίους, καὶ τὸ διάδημα αὐτῶν ἐπικείμενον ἐν πνεύματι ἀγίῳ καὶ ἦν ἐκάστου αὐτῶν ὁ θρόνος ἐπταπλασίων φωτὸς ἡλίου ἀνατέλλοντος, οἴκοῦντας ἐν ναοῖς σωτηρίας καὶ ὑμνοῦντας θεὸν ἄῤῥητον ὕψιστον.»

 

XII

(78) «Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὐρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς τάλλα μαθήματα», ὁ φιλαλήθης λέγει Πλάτων. ἀκήκοεν γὰρ εὖ μάλα ὡς ὁ πάνσοφος Μωυσῆς εἰς τὸ ὅρος ἀνιὼν (διὰ τὴν ἁγίαν θεωρίαν ἐπὶ τὴν κορυφὴν τῶν νοητῶν) ἀναγκαίως διαστέλλεται μὴ τὸν πάντα λαὸν συναναβαίνειν ἑαυτῷκαί ὅταν λέγῃ ἡ γραφὴ «εἰσῆλθεν δὲ Μωυσῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεόσ», τοῦτο δηλοῖ τοῖς συνιέναι

 

 

268

δυναμένοις, ὡς ὁ θεὸς ἀόρατὸς ἐστι καὶ ἄῤῥητος, γνόφος δὲ ὡς ἀληθῶς ἡ τῶν πολλῶν ἀπιστία τε καὶ ἄγνοια τῇ αὐγῇ τῆς ἀληθείας ἐπίπροσθε φέρεται. Ὀρφεὺς τε αὖ ὁ θεολόγος ἐντεῦθεν ωφελημένος εἰπώνˑ

εἷς ἐστ', αὐτοτελής, ἑνὸς ἔκγονα πάντα τέτυκται

(ἢ «πέφυκεν», γράφεται γὰρ καὶ οὕτωσ), ἐπιφέρειˑ

οὐδέ τις αὐτὸν

εἰσοράᾳ θνητῶν, αὐτὸς δὲ γε πάντας ὁρᾶται.

σαφέστερον δὲ ἐπιλέγειˑ

αὐτὸν δ’ οὐχ ὁρόωˑ περὶ γὰρ νέφος ἐστήρικται.

πᾶσι<ν> γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις

μικραί, ἐπεὶ σάρκες τε καὶ ὀστέα [ἐμπεφυῖα] ἐμπεφύασιν.

(79) μαρτυρήσει τοῖς εἰρημένοις ὁ ἀπόστολος, «οἶδα» λέγων «ἄνθρωπον ἐν Χριστῷ ἀρπαγέντα ἕως τρίτου οὐρανοῦ», κάκεῖθεν «εἰς τὸν παράδεισον, ος ἤκουσεν ἀῤῥητα ῥήματα, ἀ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι,» τὸ ἄῤῥητον τοῦ θεοῦ οὕτως αἰνισσόμενος, οὐ νόμῳ καὶ φόβῳ παραγγελίας τινὸς τὸ «οὐκ ἐξὸν» προστιθείς, δυνάμει δὲ ἀνθρωπείᾳ ἄφθεγκτον εἶναι τὸ θεῖον μηνύων, εἴ γε ὑπὲρ οὐρανὸν τὸν τρίτον ἄρχεται λαλεῖσθαι, ὡς θέμις, τοῖς ἐκεῖ μυσταγωγοῦσιν τὰς ἐξειλεγμένας ψυχὰς. οἶδα γὰρ ἐγὼ καὶ παρὰ Πλάτωνι (τὰ γὰρ ἐκ τῆς βαρβάρου φιλοσοφίας παραδείγματα πολλὰ ὄντα ὑπερτίθεταί μοι νῦν ἡ γραφῇ, κατὰ τὰς πρώτας ὑποσχέσεις τὸν καιρὸν ἀναμένουσα) πολλοὺς οὐρανοὺς νοουμένους. ἀπορήσας γοῦν ἐν τῷ Τιμαίῳ, εἰ χρὴ πλείονας κόσμους ἡ τοῦτον ἕνα νομίζειν, ἀδιαφορεῖ περὶ τὰ ὀνόματα, συνωνύμως κόσμων τε καὶ οὐρανὸν ἀποκαλώντά δὲ τῆς λέξεως ὧδε ἔχειˑ «πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν εἰρήκαμεν ἡ πολλοὺς καὶ ἀπειρους ἦν λέγειν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα ἔσται δεδημιουργημένος.»

(80) Ἀλλὰ κἂν τῇ πρὸς Κορινθίους Ῥωμαίων ἐπιστολῇ «ὠκεανὸς ἀπέραντος ἀνθρώποισ» γέγραπται «καὶ οἱ μετ' αὐτὸν κόσμοι», ἀκολούθως τοίνυν πάλιν ἐπιφθέγγεται «ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ» ὁ γενναῖος ἀπόστολος. καὶ μὴ τι τοῦτ' ἦν ο ᾐνίσσετο ὁ προφήτης, «ἐγκρυφίασ« κελεύων

 

 

269

ποιεῖν «ἀζύμουσ», μηνύων ὅτι τὸν ἱερὸν ὡς ἀληθῶς περὶ τοῦ ἀγενήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον ἐπικεκρύφθαι δεῖ. βεβαιὼν ταῦτα ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος ἀναφανδὸν εἴρηκεν «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τοῦτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τοῦτου τῶν καταργουμένων ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.» καὶ πάλιν ἀλλαχοῦ λέγει· «εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ ἐν Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροί τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.» ἐπισφραγίζεται ταῦτα ὁ σωτὴρ ἡμῶν αὐτὸς ὧδέ πῶς λέγων «ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τῶν οὐρανῶν.» καὶ πόλιν φησὶ τὸ εὐαγγέλιον, ὡς ὁ σωτὴρ ἡμῶν ἐλεγεν τοῖς ἀποστόλοις τὸν λόγον ἐν μυστηρίῳ· καὶ γὰρ ἡ προφητεία περὶ αὐτοῦ φησὶν «ἀνοίξει ἐν παραβολαῖς τὸ στόμα αὐτοῦ καὶ ἐξερεύξεται τὰ ἀπὸ καταβολῆς κόσμου κεκρυμμένα.» ἤδη δὲ καὶ διὰ τῆς περὶ τὴν ζύμην παραβολῆς τὴν ἐπίκρυψιν ὁ κύριος δηλοῖ· φησὶ γάρ· «ὁμοια ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἥν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθῃ ὅλον.» ἤτοι γὰρ ἡ τριμερὴς καθ' ὑπακοὴν σῴζεται ψυχῇ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἡ ὅτι ἡ ἰσχὺς τοῦ λόγου ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἐνότητα συνάγει. (81) σοφώτατα τοίνυν γέγραπται τῷ Σόλωνι ταῦτα περὶ θεοῦ·

γνωμοσύνης δ’ ἀφανές χαλεπώτατὸν ἐστι νοῆσαι

μέτρον, ὅ δὴ πάντων πείρατα μοῦνον ἔχει.

τό γὰρ τοι θεῖον, ὁ Ἀκραγωντῖνὸς φησι ποιητής,

ούκ ἐστι<ν> πελάσασθαι ἐν ὀφθαλμοῖσιν ἐφικτὸν

ἡμετέροις ἢ χερσὶ λαβεῖν, ᾗπὲρ τε μεγίστη

πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει.

καί Ἰωάννης ὁ ἀπόστολοςˑ «θεὸν οὐδεὶς ἑώρακεν πώποτεˑ ὁ μονογενὴς θεὸς, ὁ ὧν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«, τὸ ἀόρατον καὶ ἄῤῥητον κόλπον ὀνομάσας θεοῦˑ βυθὸν <δ’> αὐτὸν κεκλήκασιν ἐντεῦθεν τινὲς ὡς ἂν περιειληφότα

 

 

270

καὶ ἐγκολπισάμενον τὰ πάντα ἀνέφικτὸν τε καὶ ἀπέραντον. ναὶ μὴν ὁ δυσμεταχειριστότατος περὶ θεοῦ λόγος οὐτὸς ἐστιν. ἐπεὶ γὰρ ἀρχὴ παντὸς πράγματος δυσεύρετος, πάντως που ἡ πρώτη καὶ πρεσβυτάτῃ ἀρχὴ δύσδεικτος, ἥτις καὶ τοῖς ἄλλοις ἅπασιν αἰτία τοῦ γενέσθαι καὶ γενομένους εἶναι. πῶς γὰρ ἂν εἴη ῥητὸν ὃ μήτε γένος ἐστι μήτε διαφορὰ μήτε εἶδος μήτε ἄτομον μήτε ἀριθμός, ἀλλὰ μηδὲ συμβεβηκός τι μηδὲ ᾧ συμβέβηκέν τι. οὐκ ἂν δὲ ὅλον εἴποι τις αὐτὸν ὀρθῶς· ἐπὶ μεγέθει γὰρ τάττεται τὸ ὅλον καὶ ἐστι τῶν ὅλων πατὴρ, οὐδὲ μὴν μέρη τινὰ αὐτοῦ λεκτέονˑ ἀδιαίρετον γὰρ τὸ ἐν, διὰ τοῦτο δὲ καὶ ἄπειρον, οὐ κατὰ τὸ ἀδιεξίτητον νοούμενον, ἀλλά κατὰ τὸ ἀδιάστατον καὶ μὴ ἔχον πέρας, καὶ τοίνυν ἀσχημάτιστον καὶ ἀνωνόμαστον. (82) κἂν ὀνομάζωμεν αὐτὸ ποτε, οὐ κυρίως καλοῦντες ἤτοι ἐν ἡ τάγαθὸν ἢ νοῦν ἢ αὐτὸ τὸ ὃν ἢ πατέρα ἡ θεὸν ἢ δημιουργὸν ἢ κύριον, οὐχ ὡς ὄνομα αὐτοῦ προφερόμενοι λέγομεν, ὑπὸ δὲ ἀπορίας ὀνόμασι καλοῖς προσχρώμεθα, ἴν' ἐχῃ ἡ διάνοια, μὴ περὶ ἄλλα πλανωμένη, ἐπερείδεσθαι τούτοις. οὐ γὰρ τὸ καθ' ἕκαστον μηνυτικὸν τοῦ θεοῦ, ἀλλὰ ἀθρόως ἅπαντα ἐνδεικτικά τῆς τοῦ παντοκράτορος δυνάμεωςˑ τὰ γὰρ λεγόμενα ἢ ἐκ τῶν προσόντων αὐτοῖς ῥητά ἐστιν ἢ ἐκ τῆς πρὸς ἄλληλα σχέσεως, οὐδὲν δὲ τούτων λαβεῖν οἷόν τε περὶ τοῦ θεοῦ. ἀλλ’ οὐδὲ ἐπιστήμη λαμβάνεται τῇ ἀποδεικτικῇˑ αὕτη γὰρ ἐκ προτέρων καὶ γνωριμωτέρων συνίσταται, τοῦ δὲ ἀγεννήτου οὐδὲν προϋπάρχει, λείπεται δὴ θείᾳ χάριτι καὶ μόνῳ τῷ παρ' αὐτοῦ λόγῳ τὸ ἄγνωστον νοεῖν, καθὸ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀπομνημονεύει τὸν Παῦλον λέγοντα· «ἄνδρες Ἀθηναίοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ, περιερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτοˑ ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.»

 

XIII

(83) Πᾶν τοίνυν, ὃ ὑπὸ ὄνομα πίπτει, γεννητόν ἐστιν, ἐὰν τε βούλωνται ἐὰν τε μή. εἴτ’ οὖν ὁ πατὴρ αὐτὸς ἕλκει πρὸς αὐτὸν πάντα τὸν καθαρῶς βεβιωκότα καὶ εἰς ἔννοιαν τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως κεχωρηκότα, εἴτε τὸ ἐν ἡμῖν αὐτεξούσιον εἰς γνῶσιν ἀφικόμενον τάγαθοῦ σκιρτᾷ τε καὶ πηδᾷ ὑπὲρ τὰ

 

 

271

ἐσκαμμένα, φασιν οἱ γυμνασταί, πλὴν οὐ χάριτος ἄνευ τῆς ἐξαιρέτου πτεροῦταί τε καὶ ἀνίσταται καὶ ἄνω τῶν ὑπερκειμένων αἴρεται ἡ ψυχή, πᾶν τὸ βρῖθον ἀποτιθεμένη καὶ ἀποδιδοῦσα τῷ συγγενεῖ. λέγει δὲ καὶ ὁ Πλάτων ἐν τῷ Μένωνι θεόσδοτον τὴν ἀρετήν, ὡς δηλοῦσιν αἱ λέξεις αἵδε· «ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ ἡμῖν φαίνεται μοίρᾳ παραγινομένη ἡ ἀρετὴ οἶς παραγίνεται.» ἆρ’ οὐ δοκεῖ σοι τὴν <οὐκ> εἰς πάντας ἥκουσαν γνωστικὴν ἕξιν θείαν μοῖραν ᾐνίχθαι; σαφέστερον δὲ ἐπιφέρειˑ «εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμεν, ἀρετὴ ἄν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνόμενον, [οὐκ] ἄνευ νοῦ, οἶς ἄν παραγίγνηται.» θεόσδοτος τοίνυν ἡ σοφία, δύναμις οὖσα τοῦ πατρός, προτρέπει μὲν ἡμῶν τὸ αὐτεξούσιον, ἀποδέχεται δὲ τὴν πίστιν καὶ ἀμείβεται τὴν ἐπίστασιν τῆς ἐκλογῆς ἀκρᾳ κοινωνίᾳ. (84) καὶ δὴ αὐτὸν σοι Πλάτωνα παραστήσω ἄντικρυς ἤδη θεοῦ παισὶ πιστεύειν ἄξιοῦνταπερὶ γὰρ θεῶν ὁρατὼν τε καὶ γενητῶν ποιησάμενος τὸν λόγον ἐν τῷ Τιμαιῴ «περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν» φησὶ «μεῖζον ἤ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἐφασαν, σαφῶς δὲ πῶς τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισίν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν.» οὐκ οἶμαι δύνασθαι σαφέστερον ὑπὸ Ἑλλήνων προσμαρτυρήσεσθαι τὸν σωτῆρα ἡμῶν καὶ τοὺς εἰς προφητείαν κεχρισμένους, τοὺς μὲν παίδας θεοῦ ἀνηγορευμένους, τὸν δὲ κύριον υἱὸν ὄντα γνήσιον, ἀληθεῖς εἶναι περὶ τῶν θείων μάρκυρας· διὸ καὶ δεῖν πιστεύειν αὐτοῖς ἐνθέοις οὖσι προσέθηκε. κἂν τραγικώτερον εἴπῃ τις μὴ πιστεύειν

οὐ γὰρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,

ἀλλ' ἴστω αὐτὸν τὸν θεὸν διὰ τοῦ υἱοῦ τὰς γραφὰς κηρύξαντα. πιστὸς δὲ ὁ τὰ οἰκεία καταγγέλλων, ἐπεὶ «μηδείσ» φησὶν ὁ κύριος «τὸν πατέρα ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψη». (85) πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν «ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων» διὰ τε τῆς παλαιᾶς διὰ τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται. «ἐὰν γὰρ μὴ πιστεύσητε,» φησὶν ὁ κύριος, «ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν» ἔμπαλιν

 

 

272

δέ· «ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.» «μακάριοι ἄρα πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.» πλεῖον ἔστι τῆς πίστεως τὸ πεποιθέναιόταν γὰρ ἐπίστηταί τις ὅτι ὁ υἱὸς ἔστι τοῦ θεοῦ ὁ διδάσκαλος ἡμῶν, πεποιθεν ἀληθῆ εἶναι τὴν διδασκαλίαν αὐτοῦ. ὡς δὲ «ἡ μάθησισ» κατ' Ἐμπεδοκλεα «τὰς φρένας αὔξει», οὕτως ἡ εἰς τὸν κύριον πεποίθησις αὔζει τὴν πίστιν. τῶν αὐτῶν γοῦν φαμεν εἶναι φιλοσοφίαν μὲν ψέγειν, πίστεως δὲ κατατρέχειν ἀδικίαν τε ἐπαινεῖν καὶ τὸν κατ' ἐπιθυμίαν βίον εὐδαιμονίζειν.

(86) Ἤδη δὲ ἡ πίστις εἰ καὶ ἐκούσιος τῆς ψυχῆς συγκατάθεσις, ἀλλὰ ἐργάτις ἀγαθῶν καὶ δικαιοπραγίας θεμέλιος, κἂν ὁ Ἀριστοτέλης τεχμολογῇ, τὸ μὲν ποιεῖν καὶ ἐπὶ τῶν ἀλογων ζῴων τάσσεσθαι καὶ ἐπὶ ἀψύχων διδάσκων, τὸ δὲ πράττειν ἀνθρώπων εἶναι μόνων, εὐθυνέτω τοὺς λέγοντας ποιητὴν τὸν τῶν ὅλων θεόν, τὸ δὲ πρακτὸν ἡ ὡς ἀγαθὸν ἡ ὡς ἀναγκαῖον φησι. τὸ τοίνυν ἀδικεῖν ἀγαθὸν οὐκ ἐστιν (οὐδεὶς γὰρ εἰ μὴ διὰ τι ἕτερον ἀδικεῖ), τῶν δὲ ἀναγκαίων οὐδὲν ἐκούσιονˑ τὸ τοίνυν ἀδικεῖν ἐκούσιον, ὥστε οὐδὲ ἀναγκαῖον. τῶν δὲ φαύλων οἱ σπουδαίοι μάλιστα ταῖς τε αἰρέσεσι καὶ ταῖς ἀστείαις ἐπιθυμίαις διαφέρουσιν. πᾶσα γὰρ μοχθηρία ψυχῆς μετὰ ἀκρασίας ἐστὶν, καὶ ὁ διὰ πάθος πράττων δι’ ἀκρασίαν πράττει καὶ μοχθηρίαν. ἐπεισιν οὖν μοι παρ' ἕκαστα θαυμάζειν τὴν θείαν ἐκείνην φωνὴν «ἀμήν ἀμήν, λέγω ὑμῖνˑ ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστήςˑ ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτωνˑ τούτῳ ὁ θυρωρὸς ἀνοίγει.« εἶτα ἐπεξηγούμενος ὁ κύριος λέγειˑ «ἐγὼ εἰμι ἡ θύρα τῶν προβάτων.» (87) δεῖ τοίνυν διὰ Χριστοῦ τὴν ἀλήθειαν μεμαθηκότας σῴζεσθαι, κἂν φιλοσοφήσαντες τὴν Ἑλληνικὴν φιλοσοφίαν τύχωσιννῦν γὰρ ἐδείχθη ἐναργῶς, «ὃ ἐτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, νῦν ἀπεκαλύφθηˑ» θεοῦ μὲν γὰρ ἔμφασις ἑνὸς ἦν τοῦ παντοκράτορος παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι πάντοτε φυσική, καὶ τῆς ἀιδίου κατὰ τὴν θείαν πρόνοιαν εὐεργεσίας ἀντελαμβάνοντο οἱ πλεῖστοι, οἱ καὶ μὴ τέλεον ἀπηρυθριακότες πρὸς τὴν ἀλήθειαν, καθόλου γοῦν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Καλχηδόνιος οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις ζῴοις, Δημόκριτος δέ, κἂν μὴ θέλῃ,

 

 

273

ὁμολογήσει διὰ τὴν ἀκολουθίαν τῶν δογμάτωνˑ τὰ γὰρ αὐτὰ πεποίηκεν εἴδωλα τοῖς ἀνθρώποις προσπίπτοντα καὶ τοῖς ἀλόγοις ζῴοις ἀπὸ τῆς θείας οὐσίας. πολλοῦ γε δεῖ ἄμοιρον εἶναι θείας ἐννοιας τὸν ἄνθρωπον, ὅς γε καὶ τοῦ ἐμφυσήματος ἐν τῇ γενέσει μεταλαβεῖν ἀναγέγραπται, καθαρωτέρας οὐσίας παρὰ τὰ ἀλλὰ ζῷα μετασχών. (88) ἐντεῦθεν οἱ ἀμφὶ τὸν Πυθαγόραν θείᾳ μοίρᾳ τὸν νοῦν εἰς ἀνθρώπους ἥκειν φασί, καθάπερ Πλάτων καὶ Ἀριστοτέλης ὁμολογοῦσιν. ἀλλ’ ἡμεῖς μὲν τῷ πεπιστευκότι προσεπιπνεῖσθαι τὸ ἅγιον πνεῦμά φαμεν, οἴ δὲ ἀμφὶ τὸν Πλάτωνα νοῦν μὲν ἐν ψυχῇ θείας μοίρας ἀπόῤῥοιαν ὑπάρχοντα, ψυχὴν δὲ ἐν σώματι κατοικίζουσιν ἀναφανδὸν γὰρ διὰ Ἰωὴλ ἑνὸς τῶν δώδεκα προφητῶν εἴρηταιˑ «καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεῦματὸς μου ἐπὶ πᾶσαν σάρκα, καὶ οἰ υἱοὶ ὑμῶν καὶ αἰ θυγατέρες ὑμῶν προφητεύσουσιν.» ἀλλ’ οὐχ ὡς μέρος θεοῦ ἐν ἐκάστῳ ἡμῶν τὸ πνεῦμα. ὅπως δὲ ἡ διανομῇ αὕτη καὶ ὅ τί ποτε ἐστι τὸ ἅγιον πνεῦμα, ἐν τοῖς Περὶ προφητείας κἂν τοῖς Περὶ ψυχῆς ἐπιδειχθήσεται ἡμῖν. ἀλλὰ τὰ μὲν τῆς γνώσεως βάθη «κρύπτειν ἀπιστίῃ ἀγαθὴ« καθ’ Ἡράκλειτον, «ἀπιστίη γὰρ διαφυγγάνει μὴ γιγνώσκεσθαι.»

 

XIV

(89) τὰ δ’ ἑξῆς <προσ>αποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον.

Φαςὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοί καὶ πνεῦμα κατ' οὐσίαν, ὥσπερ ἀμέλωι καὶ τὴν ψυχὴν, πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γὰρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσης τὰ νῦν ὡς ἡ γνωστική παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ’ οἱ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεὸν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳ ποιητὴν, παρήγαγεν δὲ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον «διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαριότητα«, ἐπεὶ μὴ συνήκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναι, φασιν, ἀλλὰ ῦλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἱ τε Στωϊκοί καὶ Πλάτων καὶ Πυθαγόρας, ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν.

 

 

274

ἴστωσαν οὖν τὴν καλουμένην ὅλην ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, καὶ τολμηρότερον ἤδη μὴ ὅν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι. καὶ μὴ τι μυστικώτατα μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσιν «νῦν δ’ οὖν τὸ παρ' ἡμῶν ὧδε ἐχέτωτὴν μὲν περὶ πάντων εἴτε ἀρχὴν εἴτε ἀρχάς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δὶ ἄλλο μὲν οὐδὲν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.» (90) ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη «ἡ δὲ γῆ ἦν ἀόρατὸς καὶ ἀκατασκεύαστοσ» ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται.

Ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν «ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότησ». Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπηλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ῴαλμοῦ«κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεος σου καὶ ἡ ἀλήθειἀ σου ἕως τῶν νεφελών.» οὐδέπω γὰρ ἀποκεκάλυπτο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας.

Τἀς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἡ τε ποιητική πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσινˑ «ἐνταῦθα δὴ ἄνδρες ἀγριοι, διάπυροι ἰδεῖν, παρεστώτες, καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἡγον, τὸν δὲ ριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλὴν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτος ἐπ' ἀσπαλάθων κνάπτοντες.» οἱ μὲν γὰρ ἄνδρες οἱ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἴ παραλαβόντες τοὺς ἀδικους κολάζουσινˑ «ὁ ποιών», φησί, «τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» (91) ἕπεται δὲ τοὐτοις τὴν ψυχὴν εἶναι ἀθάνατον, τὸ γὰρ κολαζόμενον ἡ παιδευόμενον ἐν αἰσθήσει ὃν ζή, κἂν πάσχειν λέγηται. τί δ’; οὐκ οἶδεν Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων Γέενναν καλουμένην Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτὸν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τίνα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν μικρὼν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλάχιστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς

 

 

275

ἡμᾶς δι’ ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν «ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἑλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν, κείνην δὲ ἐκάστῳ, ὃν εἰλετο δαιμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.» τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνων τοιουτό τι ᾐνίσσετο.

(92) Ναὶ μὴν γενητὸν εἶναι τὸν κόσμων ἐκ Μωυσέως παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι, καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκεν «πότερον ἤν, ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἤ γέγονεν, ἀτι ἀρχῆς τινὸς ἀρξάμενος; γέγονεν ὁρατὸς τε γὰρ ὧν ἀπτὸς ἐστιν ἀπτὸς τε ὧν καὶ σῶμα, ἔχει.» αὖθις τε ὁπόταν εἴπῃ «τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον», οὐ μόνον γενητὸν [τε] ἔδειξεν τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει καθάπερ υἱόν, πατέρα δὲ αὐτοῦ κεκλήσθαι, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὅντος ὑποστάντος. γενητὸν δὲ καὶ οἱ Στωϊκοί τίθενται τὸν κόσμον.

Τὸν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσινˑ «ψυχὴν διοικούσαν <καί ἐνοικοῦσαν> τοῖς πάντῃ κινουμένοις μὼν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; τί μήν; μίαν ἡ πλείους; <πλείουσ>, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν <μέν> που ἔλαττον μηδὲν τιθώμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τάναντία δυναμένης ἐξεργάσασθαι.» (93) ὁμοίως δὲ κἂν τῷ Φαίδρῳ ταῦτα γράφειˑ «ἔστι μὲν δὴ καὶ ἀλλὰ κακά, ἀλλὰ τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονὴν.» ἀλλὰ κἂν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνοˑ «οὐκ ἔστιν ἡμῖν ἡ πάλῃ πρὸς αἶμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικά τῶν ἐν οὐρανοῖσ«, ὧδέ πῶς γράφωνˑ «ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχῃ, φαμὲν, ἀθάνατὸς ἐσθ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.»

Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν, τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλουμένου παραδείγματοςˑ καὶ τὸν μὲν

 

 

276

ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἐξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξάς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆνˑ ἀειδή καὶ φῶς νοητόνˑ «ἐν ἀρχῇ« γὰρ φησὶν «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γηνˑ ἡ δὲ γῆ ἦν ἀόρατός.» (94) εἶτ' ἐπιφέρειˑ «καὶ εἶπεν ὁ θεὸςˑ γενηθήτω φῶςˑ καί ἐγένετο φῶς.» ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητή στερεὸν οὐρανὸν δημιουργεῖ (τὸ δὲ στερεὸν αἰσθητόν) γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῳ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὅ γήινὸν φησὶν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθήναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπείσοδον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου [εἴσοδον] ἐρμηνεὑοντες, διὸ καὶ «κατ' εἰκόνα καὶ ὁμωίωσιν τὸν ἄνθρωπον» γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής, εἰκὼν δ’ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ’ εἰ βούλει παραλαβείν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωυσεῖ [τὴν] ἀκολουθίαν ὀνομαζομένην θείαν φησὶ γάρ· «ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.» ἀκόλουθοι δ’, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι. (95) ἐντεῦθεν οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἴρήκασι, Πλάτων δὲ ὁμωίωσιν θεῷ (ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεί)· Ζήνων δὲ ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὅ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει, φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης ὡς «οὐχ εἰμαρται κακὸν κακῷ φίλον εἶναι οὐδ’ ἀγαθὸν ἀγαθῷ μὴ φίλον», ὅπερ κἂν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἂν ποτε σωθείῃ φιλία, καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ «πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς ἐμμέτροις. ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη.» (96) εἶτα ὑποβὰς ἐπάγει πάλιν «πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ τοῦτο δὲ καὶ θεῷ

 

 

277

ἐοικὡς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ.» ἐνταῦθα γενόμενος κάκείνου ἀνεμνήσθηνˑ ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει «τῷ κατανοουμένῳ τὸ κατανοούν ἐξομοιώσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώπῳ ὑπὸ θεῶν ἀρίστου βίου πρὸς τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.» ἴσον γὰρ τούτοις ἐκεῖνα δύναταιˑ «οὐ παύσεται ὁ ζητῶν, ἕως ἄν εὕρη· εὐρὼν δὲ θαμβηθήσεται, θαμβηθεὶς δὲ βασιλεύσει, βασιλεύσας δὲ ἐπαναπαήσεται.»

Τί δ’; οὐχὶ κάκεῖνά τοῦ Θάλητος ἐκ τῶνδε ἤρτηται; τὸ εἰς τοὺς αἰῶνας τῶν αἰώνων δοξάζεσθαι τὸν θεὸν καὶ τὸ «καρδιογνώστην» λέγεσθαι πρὸς ἡμῶν ἄντικρυς ἐρμηνεύει. ἐρωτηθείς γέ τοι ὁ Θάλης, τί ἐστι τὸ θεῖον, «τὸ μήτε ἀρχήν», ἔφη, «μήτε τέλος ἔχον.» πυθομένου δὲ ἑτέρου, εἰ λανθάνει τὸ θεῖον πράσσων τι ἄνθρωπος, «καὶ πῶς,» εἶπεν, «ὅς γε οὐδὲ διανοούμενος;»

Ναὶ μὴν μόνον τὸ καλὸν ἀγαθὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία καὶ τὴν ἀρετὴν αὐτάρκῃ πρὸς εὐδαιμονίαν, ὁπηνίκα ἂν εἴπῃˑ «ἰδού, δέδωκα πρὸ ὀφθαλμὼν σου τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὴν ζωὴν καὶ τὸν θάνατονἔκλεξαι τὴν ζωὴν.» τὸ μὲν γὰρ ἀγαθὸν ζωὴν καλεῖ καὶ καλὸν τὴν τοῦτου ἐκλογήν, κακὸν δὲ τὴν τοῦ ἐναντίου αἵρεσιν. ἀγαθοῦ δὲ καὶ ζωῆς ἐν τέλος τὸ φιλόθεον γενέσθαι«αῦτῃ γὰρ ἡ ζωῇ σου καὶ τὸ πολυήμερον», ἀγαπᾶν τὸ πρὸς ἀλήθειαν.

(97) Σαφέστερον δὲ ἐκεῖνα ἔχει, ὁ γὰρ σωτὴρ, ἀγαπᾶν παραγγείλας τὸν θεὸν καὶ τὸν πλησίον, ἐν ταύταις φησὶ ταῖς δυσίν ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαί. ταῦτα θρυλοῦσιν οἱ Στωϊκοί τὰ δόγματα καὶ πρὸ τούτων ὁ Σωκράτης ἐν Φαίδρῳ εὐχόμενοςˑ «ὦ Πάν τε καὶ ἄλλοι θεοί, δοίητέ μοι τάνδον εἶναι καλῷ.» ἐν δὲ τῷ Θεαιτήτῳ διαῤῥήδην φησὶνˑ «ὁ γὰρ καλῶς λέγων καλὸς τε κάγαθός.» κἂν τῷ Πρωταγόρᾳ καλλίονι Ἀλκιβιάδου ἐντυχεῖν ὁμολογεῖ τοῖς ἑταίροις [Πρωταγόρου], εἴ γε τὸ σοφώτατον κάλλιστον ἐστιντήν γὰρ ἀρετὴν τὸ κάλλος τῆς ψυχῆς ἔφη εἶναι, κατὰ δὲ τὸ ἐναντίον τὴν κακίαν αἵσχος ψυχῆς. Αντίπατρος μὲν οὖν ὁ Στωϊκός, τρία συγγραψάμενος βιβλία περὶ τοῦ «ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν», ἀποδείκνυσιν ὅτι καὶ κατ' αὐτὸν αὐτόρκης ἡ ἀρετή πρὸς εὐδαιμονίαν, καὶ ἀλλὰ πλείω παρατίθεται δόγματα σύμφωνα τοῖς

 

 

278

Στωϊκοῖς. Ἀριστοβούλῳ δὲ τῷ κατὰ Πτολεμαῖον γεγονότι τὸν Φιλομήτορα, οὗ μέμνηται ὁ συνταξάμενος τὴν τῶν Μακκαβαῖκὼν ἐπιτομήν, βιβλία γέγονεν ἱκανὰ, δι’ ὧν ἀποδείκνυσι τὴν Περιπατητικήν φιλοσοφίαν ἐκ τε τοῦ κατὰ Μωυσέα νόμου καὶ τῶν ἄλλων ἠρτῆσθαι προφητῶν.

(98) Καὶ τὰ μὲν τῇδε ἐχέτωˑ ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ <ὄντασ> καὶ ἑνὸς διδασκάλου, φαίνεται που καὶ Πλάτων καλῶν ὧδέ πως· «ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσὶν ὅσοι δὲ ἐπίκουροι, ἀργυρονσίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.» ὅθεν «ἀνάγκη» φησὶ «[γεγονέναι] ἀσπάζεσθαι τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ' οἷς γνῶσις, ἐκείνους δὲ ἐφ' οἷς δόξα», ἴσως <γὰρ> τὴν ἐκλεκτήν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μὴ τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβον τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυράν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δέ, ῆ <ὁ> χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα· τὸν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳˑ «λέγωμεν δὴ περὶ τῶν κορυφαίων, τί γὰρ ἂν τις τοὺς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δὲ που οὔτε εἰς ἀγοράν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἡ βουλευτήριον ἡ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδρων, νόμους δὲ καὶ ψηφίσματα γεγραμμένα οὔτε ὀρώσιν οὔτε ἀκούουσιν. σπουδαί δὲ ἑταιριῶν καὶ σύνοδοι καὶ οἱ σὺν αὐλητρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἡ κακῶς τις γέγονεν ἐν πόλει ἡ τί τῷ κακὸν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἡ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτ’ οὐδ’ ὅτι οὐκ οἶδεν, οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα, κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τᾶς τε γᾶς ὑπένερθεν οὐρανοῦ τε ῦπερ ἀστρονομὼν καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνώμενος.»

(99) Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ «ἔστω ὑμῶν τὸ ναὶ ναι καὶ τὸ οὔ οὔ«, ἐκεῖνο ἀπεικαστέον»ˑ ἀλλὰ μοι ψεῦδὸς τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις» τῇ τε περὶ τοῦ ὁμόσαι ἀπαγορεύσει συνάδει ἥδε ἡ ἐν τῷ δεκάτῳ

 

 

279

τὼν Νόμων λέξις· «ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς ἀπέστω.» «καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι [γὰρ] τοῦ Μωυσέως λέγοντος εἶπεν, καὶ ἐγένετο, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος.»

Ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήινον μὲν οἱ φιλόσοφοι παρ' ἕκαστα τὸ σῶμα ἀναγορεύουσινˑ Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει θέσθαι τόˑ

ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε,

καθάπερ Ἡσαΐας, «καὶ καταπατήσατε αὐτοὺσ» λέγων «ὡς πηλόν».

(100) Καλλίμαχος δὲ διαῤῥήδην γράφειˑ

ἦν κεῖνος οὐνιαυτός, ᾧ τὸ τε πτηνὸν

καὶ τοὺν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως

ἐφθέγγετο ὡς ὁ πηλὸς ὁ Προμήθειος.

πάλιν τε αὖ ὁ αὐτός τε

εἴ σε (ἔφη) [ὁ] Προμηθεὺς

ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας,

Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει

Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅτ<τ>ι τάχιστα

γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν

καὶ νόον.

Πῦρ μὲν οὖν τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς.

Τί δ’; οὐχὶ καὶ Ὅμηρος, παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς. ἐπὶ τε τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει·

ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται

εὐνῆς καὶ φιλότητος

Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγωνˑ

 

 

280

οὐδὲν ἐκφεύγει τὸ θεῖονˑ τοῦτο γιγνώσκειν σε δεῖ,

αὐτός ἐσθ' ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δὲ οὐδὲν θεός,

(101) ὁ μελοποιὸς δὲ·

θεῷ δὲ δυνατὸν ἐκ μελαίνας

νυκτὸς ἀμίαντον ὅρσαι φάος,

κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν

ἀμέρας σέλας

(ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος [ποιῆσαι], φησίν, θεὸς οὗτός ἐστιν), ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις Ἄρατος,

ἐκ Διὸς ἀρχώμεσθα

εἰπών,

τὸν οὐδέποτ', ἄνδρες, ἐῶμεν

ἄῤῥητονˑ μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,

πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα

καὶ λιμένεςˑ πάντῃ δὲ Διὸς κεχρήμεθα πάντεςˑ

ἐπιφέρειˑ

τοῦ γὰρ καὶ γένος ἐσμέν,

οἷον δημιουργία,

ὁ δ’ ἤπιος ἀνθρώποισιν

δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργα ἐγείρειˑ

αύτὸς γὰρ τάδε σήματ' ἐν οὐρανῷ ἐστήριξεν,

ἄστρα διακρίναςˑ ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν

στέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν

ἀνδράσιν Ὡράων, ὄφρ' ἐμπεδα πάντα φύηταιˑ

καὶ μιν ἀεὶ πρῶτον τε καὶ ὕστατον ίλάσκονταιˑ

χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ.

καί πρὸ τοῦτου δὲ Ὅμηρος ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωυσέα

ἐν μὲν γαῖαν ἔτευξ, ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν

 

 

281

φησὶν,

ἐν δὲ τὰ τείρεα πάντα, τὰ τ' οὐρανὸς ἐστεφάνωται.

ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει.

(102) Ἤδη δὲ ὡς εἰπεῖν «ὑπ' αὐγὰσ» ὁ Δημόκριτος εἶναι τινας «ὀλίγουσ» γράφει «τῶν ἀνθρώπων», οἱ δὴ «ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα χαλέομεν οἱ Ἕλληνες, <φασί>· πάντα Ζεὺς μυθέεται καὶ πάνθ’ οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρέεται, καὶ βασιλεὺς οὗτος τῶν πάντων.» μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ῶν, «ἓν ἀνδρῶν, ἔν θεῶν γένος, ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω», τῆς ὕλης, παραδίδωσι καὶ ἕνα τὸν τούτων δημιουργόν, ὃν «ἀριστοτέχναν πατέρα» λέγει, τὸν καὶ τὰς προκοπὰς κατ’ ἀξίαν εἰς θειότητα παρεσχημένον. σιωπῶ γὰρ Πλάτωνα. ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἔραστον καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ’ ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξινˑ«ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ <τῇ> τῆς σπουδῆς ἀδελφῇ παιδιᾷ τὸν πάντων θεὸν αἴτιον καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς φιλοσοφήσητε, εἴσεσθε.« ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα καλεῖ τὸν δημιουργὸν λέγουσα ὧδέ πωςˑ «θεοὶ θεῶν, ὧν ἐγὼ πατὴρ δημιουργὸς τε ἔργων.» (103) ὥστε καὶ ἐπὰν εἴπῃ «περὶ τὸν πάντων βασιλέα πάντα ἐστι κάκείνου ἕνεκεν τὰ πάντα κάκεῖνο αἴτιον ἁπάντων <τῶν> καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα», οὐκ ἄλλως ἔγωγε ἐξακούω ἢ τὴν ἁγίαν τριάδα μηνύεσθαιˑ τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, τὸν υἱὸν δὲ δεύτερον, δι’ οὗ «πάντα ἐγένετο» κατὰ βούλησιν τοῦ πατρός. ὁ δ’ αὐτὸς ἐν τῷ δεκάτῳ τῆς Πολιτείας Ἡρὸς τοῦ Αρμενίου, τὸ γένος Παμφύλου, μέμνηται, ὅς ἐστι Ζωροάστρηςˑ αὐτὸς γοῦν ὁ Ζωροάστρης γράφει· «τάδε συνέγραψα Ζωροάστρης ὁ Αρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, <ὅσα> ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.» τὸν δὴ Ζωροάστρην τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγειˑ τάχα μὲν οὖν τὴν ἀνάστασιν, τάχα δὲ ἐκεῖνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εἰς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεσιν φησι τὴν

 

 

282

αὐτὴν γίγνεσθαι κάθοδον. ταύτῃ ὑποληπτέον καὶ τὰ τοῦ Ἡρακλέους ἆθλα γενέσθαι δώδεκα, μεθ’ ἄ τῆς ἀπαλλαγῆς παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή, οὐ παραπέμπομαι καὶ τὸν Ἐμπεδοκλέα, ὃς φυσικῶς οὕτως τῆς τῶν πάντων ἀναλήψεως μέμνηται, ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς. (104) σαφέστατα <δ’> Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστι τῆς δόξης, τὸν μὲν τίνα κόσμον ἀίδιον εἶναι δοκιμάσας, τὸν δὲ τίνα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν εἰδὼς οὐχ ἕτερον ὅντα ἐκείνου πῶς ἔχοντος. ἀλλ’ ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἰδίως ποιὸν κόσμον ᾔδει, φανερὸν ποιεῖ λέγων οὐτωςˑ «κόσμον τὸν αὐτὸν ἁπάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ’ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον ἀπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα.» ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζεν, μηνύει τὰ ἐπιφερόμεναˑ «πυρὸς τροπαί πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ,» δυνάμει γὰρ λέγει, ὅτι πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δὶ ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσανˑ ἐκ δὲ τοῦτου αὖθις γίνεται γῇ καὶ οὐρανὸς καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυρουται, σαφῶς διὰ τούτων δηλοῖˑ «θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον ὀκοῖος πρόσθεν ἦν ἡ γενέσθαι γῆ.» ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά. παραπλήσια τούτῳ καὶ οἱ ἑλλογιμώτατοι τῶν Στωϊκὼν δογματίζουσι περὶ τε ἐκπυρώσεως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιου κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονής. πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ «τοὺς κοσμοκράτορασ«, οἶμαι, «τοῦ σκότους τούτου»), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταύτὰ Ἡρακλείτῳ. καὶ μή

Λ

τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπισεν τὸ πνεῦμα διὰ τοῦ Δαβὶδ λέγονˑ «ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσαˑ ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου.» οὐ γὰρ τὴν ἀνάστασιν μόνην τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ κυρίου ὕπνον ἀλληγορεῖ. (106) αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυμᾷˑ «γρηγορεῖτε», οἷον μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειράσθε. τήν

 

 

283

τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται· «ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεύθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνείσθαι τεταρταίους.» λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον, ἐπτὰ δὲ ἡμέρας ἐκάστην κίνησιν τῶν ἐπτὰ καὶ πᾶσαν τὴν ἐργαστικήν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν. ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὁγδόην κίνησιν τε καὶ ἡμέραν. τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν.

(107) Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱεράν οὐ μόνον οἱ Ἐβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ φυομένων ἀπάντων. Ἡσίοδος μὲν <οὖν> οὕτως περὶ αὐτῆς λέγειˑ

πρῶτον ἔνη τετράς τε καὶ ἑβδομη ἱερὸν ἦμαρ.

καὶ πάλινˑ

ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο.

Ὅμηρος δέ·

ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ.

κα

ἑβδόμη ἦν ἱερή,

καὶ πάλινˑ

ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα,

καὶ αὖθιςˑ

ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος.

ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφειˑ

ἑβδομάτῃ δ’ ἠοῖ καὶ οἱ τετύκοντο ἅπαντα,

καὶ πάλινˑ

ἑβδόμη εἰν ἀγάθοῖσ<ι> καὶ ἑβδόμη ἐστὶ γενέθλη.

καίˑ

ἑβδόμη ἐν πρώτοισι[ν] καὶ ἑβδόμη ἐστὶ τελείη.

 

 

284

και·

ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι

ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς.

(108) ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσιν.

Τί δ’; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ «ἄρωμεν ἀφ' ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν» ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας ὧδέ φησὶν «οὕτω δὲ διακείμενος ὁ δίκαιος μασπγωθήσεται, στρεβλώσεται, δεθήσεται, ἐκκοπήσεται τῷ ὀφθαλμῷ, τελευτῶν πάντα κακὰ παθῶν ἀνασκινδυλευθήσεται.« ὅ τε Σωκρατικὸς Αντισθένης, παραφράζων τὴν προφητικὴν ἐκείνην φωνὴν «τινι με ὡμοιώσατε; λέγει κύριοσ», «<θεὸν> οὐδενὶ ἐοικέναι» φησί· «διόπερ αὐτὸν οὐδεὶς ἐκμάθεῖν ἐξ εἰκόνος δύναται.» τὰ δ’ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγειˑ «ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερόςˑ ὁποῖος δ’ ἐστὶν μορφήν, ἀφανής· οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ’ οὗτος ἔοικεν ὀρᾶν αὐτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.»

τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ

ὀφθαλμοῖσ<ιν> ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἴκεῖ;

ἀλλ’ οὐδ’ ἀκτίνων κατεναντίον ἠελίοιο

ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες,

προεῖπεν ἡ Σίβυλλα.

(109) Εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος, διδάσκων ὅτι εἰς καὶ

ἀσώματος ὁ θεὸς, ἐπιφέρειˑ

εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,

οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.

καί πάλινˑ

ἀλλ' οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς,

τὴν σφετέρην δὲ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε.

καί πάλινˑ

ἀλλ' εἴ τοι χεῖρας <γ’> εἶχον βόες ἠὲ λέοντες,

 

 

285

ὡς γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,

ἵπποι μὲν θ' ἵπποισι, βόες δὲ τε βουσὶν ὅμοιας

καὶ <κε> θεῶν ἰδέας ἐγραφον καὶ σώματ' ἐποίουν

τοιαῦθˑ οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὁμοῖον.

(110) Ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντοςˑ

οἳ μὲν ἀδμῆτες ἀεικελιᾶν

νούσων εἰσί<ν> καὶ ἄνατοι,

οὐδὲν ἀνθρώποις ἴκελοιˑ

Κλεἀνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος·

τἀγαθὸν ἐρωτᾷς με οἷόν ἐστ’; ἄκουε δήˑ

τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές,

κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον,

αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον,

ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον,

ὠφέλιμον, εὐάρεστον, <ἀσφαλές, φίλον,

ἔντιμον,> ὁμολογούμενον,

εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν,

χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον.

(111) ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων

εἰδωλολατρείαν ἐπιφέρειˑ

ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,

ὡς δὴ παρ' ἐκείνης τευξόμενος καλοῦ τινος.

οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον.

οὐδὲ γὰρ λάίθρᾳ δοκῶ

φωτὸς κακούργου σχήματ' ἐκμιμούμενον

σοὶ Ζῆν' ές εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν,

Ἀμφιων λέγει τῇ Αντιόπῃ, ὁ Σοφοκλῆς δὲ εὐθυρημόνως γράφειˑ

τὴν τοῦδε γὰρ τοι Ζεὺς ἔγημε μητέρα,

 

 

286

οὐ χρυσόμορφος οὐδ’ ἐπημφιεσμένος

πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν

ὑπημβρύωσεν, ἀλλ’ ὀλοσχερὴς ἀνήρ.

εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγενˑ

ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθῃ

ὁ μοιχός.

ἐφ’ οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιούμενου Διὸς ὧδέ πῶς ἐκδιηγεῖται·

ὃ δ’ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν

πρὸς λέκτρον ἤει καρδίαν ὠδαγμένος·

ὅλην δ’ ἐκείνην εὐφρόνην ἐθόρνυτο.

ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις· ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος «τοῦ λόγου τοῦδ’ ἐόντος αἰεί« φησὶν «ἀξύνετοι γίγνονται ἄνθρωποι καὶ πρόσθεν ἡ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον.»

(112) Ὁ μελοποιὸς δὲ Μελανιππίδῆς ᾄδων φησίνˑ

κλῦθί μοι, ὦ πάτερ, θαῦμα βροτῶν,

τᾶς ἀειζώου ψυχᾶς μεδέων.

Παρμενίδης δὲ ὁ μέγας, ὥς φησὶν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πῶς περὶ τοῦ θείου γράφει·

πολλά μάλ', ὡς ἀγένητον έὸν καὶ ἀνώλεθρόν ἐστιν,

οὖλον μουνογενές τε καὶ ἀτρεμές ἡδ’ ἀγένητον.

ἀλλὰ καὶ ὁ Ἡσίοδος

αύτὸς γὰρ πάντων

φησὶ

βασιλεὺς καὶ κοίρανὸς ἐστιν

ἀθανάτων· σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος.

Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπώσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.

 

 

287

(113) Ὁ μὲν Σοφοκλῆς, ῶς φησὶν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῷ Κατ' Ἄβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷˑ

εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστι<ν> θεὸς,

ὃς οὐρανὸν τε ἔτευξε καὶ γαῖαν μακρὴν

πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν,

θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι,

ἱδρυσάμεσθα πημάτων παραψυχὴν

θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων

ἢ χρυσοτεύκτων ἢ ἑλεφαντίνων τύπουςˑ

θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις

στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.

(114) Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν

ὁρᾷς

φησὶ

τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα

καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς <ἐν> ἀγκόλαις;

τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.

ἐν δὲ τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τραγῳδεῖ·

σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ

ρόμβῳ πάντων φύσιν ἐμπλέξαντα,

ὅν πέρι μὲν φῶς, πέρι δ' ὀρφναία

νὺξ αἰολόχρως ἄκριτός τ’ ἄστρων

ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει.

ἐνταῦθα γὰρ «τόν» μὲν «αὐτοφυῆ» τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ’ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ <αἱ> ἐναντιότητες φωτός τε καὶ σκότους, ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησίν

Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ’ οὐρανόςˑ

Ζεύς τοι τὰ πάντα χὥτι τῶνδε [τοι] ὑπέρτερον.

 

 

288

(115) οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι· «ἐν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὅνομα.» καὶ πάλιν «νόμος καὶ βουλῇ πείθεσθαι ἐνός.» κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς «ὁ ἔχων ὦτα ἀκοὑειν ἀκουέτω», εὕροις ἄν ὧδέ πῶς ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου· «ἀξὑνετοι ἀκούσαντες κωφοῖς ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι,»

Ἀλλ’ ἄντικρυς [καὶ] μίαν ἀρχὴν καὶ παρ' Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσειˑ «μία ἀρχὰ πάντων ἐστὶν ἀγένητοςˑ εἰ γὰρ ἐγένετο, οὔκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ’ ἐκείνα, ἐξ ἀς ἀ ἀρχὰ ἐγένετο.» ἐῤῥύη γὰρ ἐκεῖθεν δόξα ἡ ἀληθήςˑ «ἄκουε,» φησίν, «Ἰσραήλ, κύριος ὁ θεὸς σου εἶς ἐστιν, καὶ αὐτῷ μόνῳ λατρεύσεις.»

οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει,

ὡς φησὶν ἡ Σίβυλλα.

(116) Ἤδη δὲ καὶ Ὅμηρος φαίνεται πατέρα καὶ υἱὸν διὰ τούτων, ὡς ἔτυχεν μαντείας εὐστοχου, λέγωνˑ

εἰ μὲν δὴ οὔτις σε βιάζεται οἶον ἐόντα,

νοῦσον δ’ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι.

οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν.

καὶ πρὸ τοῦτου Ὀρφεὺς κατὰ τοῦ προκειμένου φερόμενος εἴρηκενˑ

υἱὲ Διὸς μεγάλοιο, πάτερ Διὸς αἰγιόχοι<ο>.

Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, Ὅμηρος γιγνώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούςˑ (117) ὃν οὐδ’ οὕτως αἰδεῖται Ἐπίκουρος, φησὶ γοῦνˑ

τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις,

αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδὲ νυ πώ με

ἔγνως ὡς θεὸς εἰμι.

οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’ ὅλως τῷ σώματι δεδήλωκεν. «τίνι ὡμοιώσατε κύριον; ἢ τίνι

 

 

289

ὁμοιώματι ὡμοιώσατε αὐτόν;» φησὶν ἡ γραφή, «μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν;« καὶ τὰ ἐπὶ τούτοις.

(118) ’Ὀ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως·

βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυˑ

ζῶμεν [δὲ] ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς·

εἶτα διαῤῥήδην ἐπιφέρειˑ

ὁ λόγος ἀνθρώπους κυβερνᾷ κατὰ τρόπον σῴζει·

εἶτα, εἰ

ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγοςˑ

<ὃ μὲν ἐν> ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάςˑ

ὃ δὲ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος,

ἐκδιδάσκων [αἰεὶ] αὐτὸς αὐτοὺς, ὅ τι ποιεῖν δεῖ συμφέρονˑ

ού γὰρ ἄνθρωπος τέχναν εὖρ[εν]· ὁ δὲ θεὸς ταύταν φέρει,

ὁ δὲ γε τάνθρώπου [λόγοσ] πέφυκεν ἀπὸ γε τοῦ θείου λόγου.

(119) Ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος «τί μοι πλῆθος τῶν θυσιῶν; λέγει κύριοςˑ πλήρης εἰμι ὀλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι» καὶ μετ’ ὀλίγα ἐπάγοντος «λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν» καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσινˑ

εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε,

ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία

ἑτέρων τοιούτων, ἢ κατασκευάσματα,

χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφύρας,

ἢ δι’ ἑλέφαντος ἢ σμαράγδου ζῴδια,

εὔνουν νομίζει τὸν θεὸν καθιστάναι,

πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει,

δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι,

μὴ παρθένους φθείροντα καὶ μοιχώμενον,

 

 

290

κλέπτοντα καὶ σφάττοντα χρημάτων χάρινˑ

μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσης, [Πάμ]φίλε·

ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.

«θεὸς ἐγγίζων ἐγὼ εἰμι καὶ οὐχὶ θεὸς πόῤῥωθεν ἢ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις καὶ οὐχὶ ὅψομαι αὐτόν;» διὰ Ἱερεμίου φησὶν.

(120) Καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην «θύσατε θυσίαν δικαιοσύνης καὶ ἑλπίσατε ἐπὶ κύριον» ὧδέ πῶς γράφειˑ

μηδὲ βελόνης, ὦ φίλτατε,

ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίαςˑ ὁ γὰρ θεὸς

δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις,

πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον,

τὴν γῆν ἀρουντα νύκτα καὶ τὴν ἡμέραν.

θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν,

μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ.

βροντῆς ἐὰν ἀκούσῃς, μὴ φύγης,

μη<δέν> συνειδὼς αὐτὸς αὐτῷ, δέσποταˑ

ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.

«ἔτι σοῦ λαλοῦντοσ», φησὶν ἡ γραφή, «ἐρῶˑ ἰδοὺ πάρειμι.»

(121) Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τίνα περὶ τῆς κρίσεως διαλέγεταιˑ

οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε,

τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ,

πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;

ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ.

καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομενˑ

μίαν δικαίων, ἐτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν.

καίˑ

εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησί) τῷ παντὶ χρόνῳ,

ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκαˑ

μηδὲν πλανηθῇςˑ ἔστι καὶ ἐν Ἅιδου κρίσιςˑ

 

 

291

ἥνπερ ποιήσει [ὁ] θεὸς ὁ πάντων δεσπότης,

οὗ τὸ ὄνομα φοβερὸν [ἐστιν] οὐδ’ ἂν ὀνομάσαιμι ἐγὼˑ

ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον

δίδωσιν.

Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ' ἡμέραν

κακὸν τι πράσσων τοὺς θεοὺς λεληθέναι,

δοκεῖ πονηρά καὶ δοκῶν ἁλίσκεται,

ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη.

Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν.

ἔστι<ν> γὰρ, ἔστινˑ εἰ δὲ τις πράττει καλῶς,

κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτωˑ

χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.

συνᾴδει δὲ τούτοις ἡ τραγῳδία διὰ τῶνδεˑ

ἔσται γὰρ, ἔσται κεῖνος αἰῶνος χρόνος,

ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ

χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ

ἅπαντα τάπίγεια καὶ μετάρσια
φλέξει μανεῖσα.

(122) καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρειˑ

ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν,

φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός,

γῆ δὲ ἑδράνων ἔρημος, οὐδ’ ἀὴρ ἔτι

πτερωτὰ φῦλα βαστάσει πυρουμένη,

κἄπειτα σώσει πάντα ἃ πρόσθ[εν] ἀπώλεσεν.

τά ὅμοια τούτοις κἂν τοῖς Ὀρφικοῖς εὐρήσομεν ὧδέ πῶς γεγραμμέναˑ

πάντας γὰρ κρύψας [καὶ] αὖθις φάος ές πολυγηθὲς

ἐξ ἱερῆς κραδίης ἀνενέγκατο, μέρμερα ῥέζων.

 

 

292

ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινι τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλὰ ἐν αἰῶνι ἀναπαύεσθαι δυνάμενοι,

ἀθανάτοις ἄλλοισιν ὁμεστιοι, ἔν τε τραπέζαις

ἐόντες ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς,

ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική, οὐχ οὕτω τις μέγας ἔσται καὶ καθ' Ἕλληνας ὡς ὑπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν. (123) ὁ δὲ αὐτὸς Ὀρφεὺς καὶ ταυτα λέγειˑ

εῖς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,

ἰθύνων κραδίης νοερὸν κύτοςˑ εὖ δ’ ἐπίβαινε

ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα

ἀθάνατον.

αὖθις τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἐνὶ τινι φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἀβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων

εἰ μὴ μουνογενής τις ἀποῤῥὼξ φύλου ἄνωθεν

Χαλδαίωνˑ ἴδρις γὰρ ἔην ἀστροιο πορείης,

καὶ σφαίρης κίνημ' ἀμφὶ χθόνα [θ'] ὡς περιτέλλει

κυκλοτερές ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα,

πνεύματα δ' ἡνιοχεῖ περὶ τ’ ἠέρα καὶ περὶ χεῦμα.

(124) εἶτα οἷον <παραφράζων> τὸ «ὁ οὐρανός μοι θρόνος, ἡδέ γῆ ὑποπόδιον τῶν ποδῶν μου« ἐπιφέρειˑ

αὐτὸς δ’ αὖ μέγαν αὐτις ἐπ' οὐρανὸν ἐστήρικται

χρυσέῳ εἰνὶ θρόνῳ, γαίῃ δ’ ὑπὸ ποσσὶ βέβηκεν.

χεῖρα <δὲ> δεξιτερὴν περὶ τέρμασιν ὠκεανοῖο

ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ

οὐδὲ φέρειν δύναται κρατερὸν μένος, ἐστι δὲ πάντῃ

αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ,

ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν.

 

 

293

ἄλλως οὐ θεμιτόν σε λέγειν τρομέω δὲ τε γυῖα

ἐν νόῳ. ἐξ ὑπάτου κραίνει,

καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκεν πάντα ἐκεῖνα τὰ προφητικὰˑ «ἐὰν ἀνοιξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρὸςˑ»

(125) καὶ <τὰ> διὰ Ἡσαΐου «τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;» πάλιν ὅταν εἴπῃ·

αἰθέρος ἠδ’ Ἀίδου, πόντου γαίης τε τύραννε,

ὃς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιοˑ

δαίμονες ὃν φρίσσουσι[ν], θεῶν δὲ δέδοικεν ὅμιλοςˑ

ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαιˑ

ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖταιˑ

ὃς κινεῖς ἀνέμους, νεφέλησι δὲ πάντα καλύπτεις,

πρηστῆρσι σχιζὼν πλατὺν αἰθέραˑ σὴ μὲν ἐν ἄστροις

τάξις, ἀναλλάκτοισιν ἐφημοσύναισ<ι> τρέχουσαˑ

σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσι<ν> πολύμοχθοι

ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖταιˑ

σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισινˑ

σὸς χειμὼν ψυχραῖσιν ἐπερχόμενος νεφέλαισινˑ

σάς ποτε βακχευτὰς Βρόμιος διένειμεν ὀπώρας.

(126) εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεόνˑ

ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν.

ἐλθέ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ,

φρικτός, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ.

διά μὲν τοῦ «μητροπάτωρ» οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, δέδωκεν δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῦ θεοῦπαραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφάς, τὴν τε διὰ Ὠσηὲ «ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα», οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν, καὶ τὴν διὰ Μωυσέωςˑ «ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι, καὶ οὐκ ἔστι θεὸς

 

 

294

ἕτερος πλὴν ἐμοῦˑ ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσωˑ πατάξω κάγὼ ἰάσομαιˑ καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.»

αὐτὸς δὲ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει

καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα

κατά τὸν Ὀρφέα.

(127) Τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος λέγειˑ

ὦ Ζεῦ, <πάτερ Ζεῦ,> σὸν μὲν οὐρανοῦ κράτος,

σὺ δ’ ἔργα ἐπ' ἀνθρώπων ὁρᾷς

λεωργὰ κάθέμιστα.

πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύςˑ

χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος ώκεανοῖο

πάντοθεν ἐκτέτακεν, γαίῃ δ’ ὑπὸ ποσσὶ βέβηκεν.

ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπταιˑ «ὁ κύριος σώσει πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νεοσσιάν» «κύριος ὁ ποιήσας τὴν γῆν ἐν ἱσχύι τῇ αὐτοῦ», ὥς φησιν Ἱερεμίας, «καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ.» ἔτι πρὸς τοῖσδε Φωκυλίδης τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμενˑ

ἀλλ' ἄρα δαίμονές εἰσιν ἐπ' ἀνδράσιν ἄλλοτε ἄλλοιˑ

οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι.

(128) καλῶς οὖν καὶ Φιλήμῶν ὁ κωμικὸς τὴν εἰδωλολατρείαν ἐκκόπτει διὰ τούτωνˑ

οὐκ ἐστιν ἡμῖν οὐδεμία Τύχη θεὸς,

οὐκ ἐστιν, ἀλλὰ ταύτόματον ὃ γίγνεται

ὡς ἔτυχ[εν] ἐκάστὧ, προσαγορεύεται τύχη.

Σοφοκλῆς δὲ ὁ τραγὧδοποιὸς

οὐδὲ θεοῖς,

λέγει,

αὐθαίρετα πάντα πέλονται,

 

 

295

νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχὴν.

ὅ τε Ὀρφεύς·

ἕν κράτος, εἶς δαίμων γένετο, μέγας οὐρανὸν αἴθων,

ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται,

πῦρ καὶ ὕδωρ καὶ γαῖα,

καὶ τὰ ἐπὶ τούτοις. (129) Πίνδαρός τε ὁ μελοποιὸς οἷον ἐκβακχεύεται, ἄντικρυς εἰπώνˑ

τί θεὸς; ὅ τι τὸ πᾶν.

καὶ πάλινˑ

θεὸς ὁ πάντα τεύχων βροτοῖς.

ἐπὰν δὲ εἴπῃ·

τί ἔλπεαι σοφίαν; ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει.

τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολονˑ

θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ,

ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν «τις ἔγνω νοῦν κυρίου; ἢ τις σύμβουλος αὐτοῦ ἐγένετο;» ἀλλὰ καὶ Ἡσίοδος δὶ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις·

μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων,

ὅστις ἄν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο.

εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ,

πάντῃ δ’ ἀθανάτων ἀφανῆς νόος ἀνθρώποισι

γράφει.

(130) Πάλιν, τοῦ Μωυσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος, ποιητής τις οὐκ ἄσημος γράφειˑ

οὐδέ ποτ’ ἦμαρ

παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ

στεινόμενοιˑ χαλεπὰς δὲ θεοὶ δώσουσι μέριμνας.

ἔτι Ὅμηρος μέν, εἰπὼν

αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,

 

 

296

δίκαιον τὸν θεὸν μηνύει· Μένανδρος δὲ ὁ κωμικός, ἀγαθὸν ἐρμηνεύων τὸν θεόν, φησίνˑ

ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται

εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου

ἀγαθόςˑ κακὸν γὰρ δαίμονα οὐ νομιστέον

εἶναι, βίον βλάπτοντα χρηστόν.

εἶτα ἐπιφέρειˑ

ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν θεόν,

ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθόν.

(131) Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγωδοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτωνˑ

χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει

ὅμοιον σαυτῷ σάρκινον καθεστάναι.

οὐκ οἶσθα δ’ αὐτόνˑ ποτὲ μὲν ὡς πῦρ φαίνεται

ἀπλατος ὁρμή, ποτε δὲ ὕδωρ, ποτὲ [δέ] γνόφοςˑ

καὶ θηρςὶν αὐτὸς γίνεται παρεμφερής,

ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ,

ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι,

καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα,

τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος

βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα,

ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα

δεσπότου, πάντα δυνατὴ γὰρ δόξα ὑψίστου <θεοῦ>.

ἆρ’ οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ «ἀπὸ προσώπου κυρίου

τρέμει ἡ γῆ»;

(132) Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον <οἱ> Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς, ἔχει δὲ ὧδε ὁ χρησμόςˑ

 

 

297

οὐ δύναται Παλλὰς Δὶ Ὀλύμπιον ἐξιλάσασθαι,

λισσομένῃ πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇˑ

πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,

οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασιν

δείματι παλλόμενοι,

καὶ τὰ ἐπι τούτοις.

(133) Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει· «ἁ ἀρχὰ τῶν ὅντων, ἀρχὰ μὲν ὄντως ἀληθινά, μία· κείνα γὰρ ἐν ἀρχὰ τέ ἔστιν ἐν καὶ μόνον,»

οὐδέ τις ἔσθ ἕτερος χωρὶς μεγάλου βασιλῆος,

Ὀρφεὺς λέγειˑ ῷ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτατα «τὸν ὄντα πάντων», φησί,

πατέρα τοῦτον διὰ τέλους τίμα μόνον,

ἀγαθῶν τοσούτων εὐρετὴν καὶ κτίστορα.

εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει «τὰς βελτίστας φύσεις ἀφικνείσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν«. «τοῦτο δέ, ὡς ἔοικεν, οὐκ οστράκου ἂν εἴη περιστροφὴ, ἀλλὰ ψυχῆς περιαγωγὴ, ἐκ νυκτερινῆς τινὸς ἡμέρας εἰς ἀληθινήν τοῦ ὅντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι.» καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, «ἐστὲ μὲν δὴ πάντες ἀδελφοί» λέγων, οἱ δὲ τοῦ χρυσοῦ γένους [κρίνειν] ἀκριβέστατα καὶ πάντῃ.

Τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ τῶν συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ’ ἡμέραν ἐργαζόμενα, τῶν δὲ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ, καὶ τῶν ἀνθρώπων πάντες Ἐλληνές τε καὶ βάρβαροι, γένος δ’ οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὐδὲ νομάδων, ἀλλ’ οὐδὲ τῶν πολιτικὼν δύναται ζῆν, μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἐψων, πᾶν δὲ ἐσπερίων ἀπτόμενον ᾐ<όνων> βόρειὸν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τήν

 

 

298

ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ’ ἴσης πάντα· (134) πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες, οἱ φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὀρμώμενοι φιλοσοφίας <τῷ> ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἐδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ’ οὐδ’ αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ’, ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περὶφρασιν ἀληθῆ. εἰκότως οὖν ὁ ἀπόστολος «ἤ Ἰουδαίων μόνων» φησὶν «ὁ θεὸς; οὐχὶ καὶ Ἑλλήνων;» οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κάκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεὸςοῦτε γὰρ ὅ ἐστιν οῦθ ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες.

(135) Ὡσαύτως καὶ τὰ προφητικὰ τὴν αὐτὴν ἔχει τῷ ἀποστολικῳ λόγῳ δύναμιν. Ἡσαΐας μὲν γὰρ φησὶνˑ «εἰ δὲ λέγετεˑ ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεννῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ τῶν Ἀσσυρίων.» καὶ ἐπιφέρειˑ «καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην τοῦ πολεμήσαι αὐτὴν;» Ἰωνᾶς δὲ ὁ καὶ αὐτὸς προφήτης τὸ αὐτὸ αἰνίσσεται δι’ ὧν φησὶνˑ «καὶ εἰσπῆλθεν πρὸς αὐτὸν ὁ πρῳρεὺς καὶ εἶπεν αὐτῷˑ τί σὺ ῥέγχεις; ἀνάστηθι, ἐπικαλοῦ τὸν θεὸν σου, ὅπως διασώσῃ ἡμᾶς καὶ μὴ ἀπολώμεθα.» τὸ μὲν γὰρ «ὁ θεὸς σου» τῷ κατ' ἐπίγνωσιν εἰδότι εἶπεν, τῷ δὲ «ὅπως διασώσῃ ἡμᾶς ὁ θεόσ» τὴν συναίσθησιν τῶν εἰς τὸν παντοκράτορα ἐπιβαλόντων τὸν νοῦν ἐθνῶν ἐδήλωσεν τῶν μηδέπω πεπιστευκότων. καὶ πάλιν ὁ αὐτόςˑ «καὶ εἶπεν πρὸς αὐτοὺςˑ δοῦλος κυρίου ἐγὼ εἰμι καὶ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ φοβοῦμαι.« (136) αὖθις τε ὁ αὐτόςˑ «καὶ εἰπανμηδαμῶς, κύριεμή ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τοῦτου.» Μαλαχίας δὲ ὁ προφήτης ἄντικρυς ἐμφαίνει τὸν θεὸν λέγονταˑ «θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρὼν ὑμῶν, διότι ἀπ' ἀνατολῆς ἡλίου ἕως δυσμὼν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία μοι προσφέρεται.» καὶ πάλινˑ «διότι βασιλεὺς μέγας ἐγὼ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά

 

 

299

μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν.» ποῖον ὅνομα; ἐν μὲν τοῖς πεπιστευκόσιν ὁ υἱὸς πατέρα μηνύων, ἐν δὲ τοῖς Ἕλλησι τὸ «θεὸς ποιητῆσ». τὸ τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε· «ἀρετὴ δὲ ἀδέσποτον, ἤν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μεθέξει. αἰτία ἑλομένουθεὸς ἀναίτιος.» κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος.

Ὦ Τρῶες ἀρηίφιλοι,

ὁ λυρικὸς φησι,

Ζεὺς ὑψιμέδων, ὅς ἅπαντα δέρκεται,

οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέωνˑ

λλ’ ἐν μέσῳ κεῖται κιχεῖν

πᾶσιν ἀνθρώποισι Δίκαν ὁσίαν,

ἀγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιδος·

ὀλβίων παῖδες οἱ νιν εὑρόντες σύνοικον.

(137) Πίνδαρος δὲ ἄντικρυς καὶ σωτῆρα Δία συνοικοῦντα Θέμιδι εἰσάγει, βασιλέα, σωτῆρα δίκαιον, ἐρμηνεύων ὧδέ πωςˑ

πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν

χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν

Μοῖραι ποτί κλίμακα σεμνὰν

ἆγον Ὀλύμπου λιπαράν καθ' ὁδόν,

σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν

ἀ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὥρας, ὁ τοίνυν μὴ πειθόμενος τῇ ἀληθείᾳ, διδασκαλίᾳ δὲ ἀνθρωπίνῃ τετυφωμένος, δυσδαίμων, ἀθλιὸς τε καὶ κατὰ τὸν Εὐριπίδην,

ὅς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ,

μετεωρολόγων δ’ ἐκὰς ἔῤῥιψεν

σκολιάς ἀπάτας, ὧν ἀτηρὰ

γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν,

οὐδὲν γνώμης μετέχουσα.

 

 

300

(138) Ἀφικόμενος οὖν ἐπὶ τὴν ἀληθῆ μάθησιν ὁ βουλόμενος ἀκουέτω μὲν Παρμενίδου τοῦ Ἐλεἀτου ὑπισχνουμένου·

εἴσῃ δ’ αἰθερίαν τε φύσιν τὰ τ' ἐν αἰθέρι πάντα

σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο

λαμπάδος ἔργ’ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο,

ἔργα τε κύκλωπος πεὑσῃ περὶφοιτα σελήνης

καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα,

ἔνθεν [μέὲν γὰρ] ἔφυ τε καὶ ὥς μιν ἄγουσα ἐπέδησεν Ἀνάγκη

πείρατ’ ἔχειν ἄστρων,

Μητροδώρου τε, καίτοι Ἐπικούρειου γενομένου, ἐνθέως ταῦτά γε εἰρηκότοςˑ «μέμνησο, Μενέστρατε, διότι, θνητὸς φύς καὶ λαβὼν βίον ὡρισμένον, ἀναβάς τῇ ψυχῇ ἕως ἐπὶ τὸν αἰῶνα καὶ τὴν ἀπειρίαν τῶν πραγμάτων κατεῖδες καὶ τὰ ἐσσόμενα πρὸ τ’ ἐόντα.» «ὅτε σὺν εὐδαίμονι χορῷ» κατὰ τὸν Πλάτωνα «μακαρίαν ὄψιν τε καὶ θέαν» ἐποπτεύσομεν, «ἑπόμενοι μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετ’ ἄλλων θεῶν, τελετών, ἡ θέμις λέγειν, μακαριωτάτην τελούμενοι, ἣν ὀργιάζομεν, ὀλόκληροι μὲν αὐτοὶ καὶ ἀπαθεῖς κακῶν, ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμεινεν, ὀλόκληρα δὲ καὶ ἀτρεμή φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρὰ, καθαροὶ καὶ ἀσήμαντοι τοῦτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι.»

(139) Οἱ δὲ Πυθαγόρειοι τὸν οὐρανὸν τὸν ἀντίχθονα καλοῦσιν, ἐφ' ἧς γῆς δὶ Ἱερεμίουˑ «τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτήν κληρονομιάν θεοῦ παντοκράτοροσ», ἣν οἱ κληρονομήσαντες βασιλεύσουσι γῆς.

Καὶ μυρία [ἐπὶ μυρία] ἐπὶ μυρίοις ἐπιῤῥεῖ μοι παρατίθεσθαι, συμμετρίας δ’ οὖν ἕνεκα καταπαυστέον ἤδη τὸν λόγον, ὅπως μὴ τὸ τοῦ τραγῳδοποιοῦ Ἀγάθωνος πάθωμεν καὶ αὐτοίˑ

τό μὲν πάρεργον ἔργον ὡς ἡγούμενοι,

τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμενοι.

(140) Δεδειγμένου τοίνυν σαφῶς, ὡς οἶμαι, ὅπως κλέπτας εἰρῆσθαι πρὸς τοῦ κυρίου τοὺς Ἕλληνας ἐξακουστέον, ἐκὼν παραλείπω τὰ τῶν φιλοσόφων

 

 

301

δόγματα, εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες, ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρ' Ἕλλησιν ἐνδεικνύμενοι σοφίαν, ἧς θεωρίας οὐδὲν ἧττον αὖθις ἐφαῴόμεθα κατὰ τὸ ἀναγκαῖον, ὁπηνίκα ἂν τὰς περὶ ἀρχῶν δόξας τὰς παρ' Ἕλλησι φερομένας ἀναλεγώμεθα. πλὴν καὶ τοῦτο ἡμῖν ἐκ τῶν εἰρημένων ἡμῖν ἡσυχή παρίσταται σκοπεῖν, ὃν τρόπον ταῖς Ἐλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις.

ὄλβιος,

ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα,

ὃς θείων πραπίδων ἐκτήσατο πλούτον,

δειλὸς δ’ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.

γνῶσιν καὶ ἀγνωσίαν ὅρους εὐδαιμονίας κακοδαιμονίας τε θείως ἐδήλωσεν. «χρὴ γὰρ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι» καθ' Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη

πολλά πλανηθῆναι διζήμενον ἐμμεναι ἐσθλόν.

(141) ἤδη μὲν οὖν δῆλον ἡμῖν ἐκ τῶν προειρημένων ὡς ἀίδιος ἡ τοῦ θεοῦ εὐποιία τυγχάνει καὶ εἰς πάντας ἐξ ἀρχῆς ἀναρχου ἴση ἀτεχνῶς ἡ φυσική δικαιοσύνη, κατ' ἀξίαν ἐκάστου γένους γενομένῃ, οὐκ ἀρξαμένῃ ποτέού γὰρ ἀρχὴν τοῦ κύριος καὶ ἀγαθὸς εἶναι εἴληφεν ὁ θεὸς ὧν ἀεὶ ὅ ἐστιν, οὐδὲ μὴν παύσεται ποτε ἀγαθοποιών, κἂν εἰς τέλος ἀγάγῃ ἕκαστα. μεταλαμβάνει δὲ τῆς εὐποιίας ἕκαστος ἡμῶν πρὸς ὅ βούλεται, ἐπεὶ τὴν διαφοράν τῆς ἐκλογῆς ἄξια γενομένῃ ψυχῆς αἵρεσίς τε καὶ συνάσκησις πεποίηκεν.

Ὧδε μὲν οὖν καὶ ὁ πέμπτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς περαιούσθω.


Страница сгенерирована за 0.21 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.