Поиск авторов по алфавиту

Автор:Климент Александрийский

Климент Александрийский Строматы. кн. 4. (Греческий текст)

75

ΚΛΗΜΕΝΤΟΣ
ΣΤΡΩΜΑΤΕΩΝ ΤΕΤΑΡΤΟΣ

Ι

(1) Ἀκόλουθον δ’ ἄν οἶμαι περὶ τε μαρτυρίου διαλαβεῖν καὶ τις ὁ τέλειος, οἶς ἐμπεριληφθήσεται κατὰ τὴν παίτησιν τῶν λεχθησομένων τὰ παρεπόμενα, καὶ ὡς ὁμοίως [τε] φιλοσοφητέον δούλῳ τε καὶ ἐλευθέρῳ κἂν ἀνὴρ ἢ γυνὴ τὸ γένος τυγχάνῃˑ τά τε ἑξῆς περὶ τε πίστεως καὶ περὶ τοῦ ζητεῖν προσαποπληρώσαντες τὸ συμβολικὸν εἶδος παραθησόμεθα, ἵνˑ ὡς ἐν ἐπιδρομῇ τὸν ἠθικὸν συμπερανάμενοι λόγον κεφαλαιωδῶς παραστήσωμεν τὴν εἰς Ἕλληνας ἐκ τῆς βαρβάρου φιλοσοφίας διαδοθεῖσαν ὠφέλειαν. μεθ’ ἣν ὑποτυπωσιν ἥ τε πρὸς τοὺς Ἕλληνας καὶ ἡ πρὸς τοὺς Ἱουδαίους κατ' ἐπιτομὴν τῶν γραφῶν ἔκθεσις παραδοθησεται καὶ ὅσα ἐν τοῖς πρὸ τούτου Στρωματεῦσι κατὰ τὴν τοῦ προοιμίου εἰσβολὴν ἐν ἑνὶ προθεμένοις τελειώσειν ὑπομνήματι τῷ πλήθει τῶν πραγμάτων ἀναγκαίως δουλεύσασι περιλαβεῖν οὐκ ἐξεγένετο. (2) ἐπὶ τούτοις ὕστερον πληρωθείσης ὡς ἔνι μάλιστα τῆς κατὰ τὰ προκείμενα ἡμῖν ὑποτυπώσεως τὰ περὶ ἀρχῶν φυσιολογηθέντα τοῖς τε Ἕλλησι τοῖς τε ἄλλοις βαρβάροις, ὅσων ἧκον εἰς ἡμᾶς αἱ δόξαι, ἐξιστορητέον καὶ πρὸς τὰ κυριώτατα τῶν τοῖς φιλοσόφοις ἐπινενοημένων ἐγχειρητέον. οἷς ἐπόμενον ἂν εἴη μετὰ τὴν ἐπιδρομὴν τῆς θεολογίας τὰ περὶ προφητείας παραδεδομένα διαλαβεῖν, ὡς καὶ τὰς γραφὰς αἷς πεπιστεύκαμεν κυρίας οὔσας ἐξ αὐθεντείας παντοκρατορικῆς ἐπιδείξαντας προϊέναι διˑ αὐτῶν εἱρμῷ δύνασθαι <καὶ> ἀπᾶσαις ἐντεῦθεν ταῖς αἰρέσεσιν ἕνα δεικνύναι θεὸν καὶ κύριον παντοκράτορα τὸν διὰ νόμου καὶ προφητῶν, πρὸς δὲ καὶ τοῦ μακαρίου εὐαγγελίου γνησίως κεκηρυγμένον. πολλαὶ δὲ ἡμᾶς αἱ πρὸς τοὺς ἑτεροδόξους ἀντιῤῥήσεις ἐκδέχονται πειρωμένους τὰ τε ὑπ’ αὐτῶν προκομιζόμενα ἐγγράφως διαλύεσθαι πείθειν τε αὐτοὺς καὶ ἄκοντας, δι’ αὐτῶν ἑλέγχοντας τῶν γραφῶν.

 

 

76

(3) Τελειωθείσης τοίνυν τῆς προθέσεως ἡμῖν ἁπάσης ἐν οἷς, ἐὰν θελήσῃ τὸ πνεῦμα, ὑπομνήμασι πρὸς τὴν κατεπείγουσαν ἐξυπηρετοῦμεν χρείαν (πολλὴ γὰρ ἡ τῶν προλέγεσθαι ὀφειλομένων τῆς ἀληθείας ἀνάγκη), τότε δὴ τὴν τῷ ὅντι γνωστικὴν φυσιολογίαν μέτιμεν, τὰ μικρὰ πρὸ τῶν μεγάλων μυηθέντες μυστηρίων, ὡς μηδὲν ἐμποδὼν τῇ θείᾳ ὄντως ἱεροφαντίᾳ γίνεσθαι προκεκαθαρμένων καὶ προδιατετυπωμένων τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων, ἡ γοῦν κατὰ τὸν τῆς ἀληθείας κανόνα γνωστικῆς παραδόσεως φυσιολογία, μᾶλλον δὲ ἐποπτεία, ἐκ τοῦ περὶ κοσμογονίας ἤρτηται λόγου, ἐνθένδε ἀναβαίνουσα ἐπὶ τὸ θεολογικὸν εἶδος. ὅθεν εἰκότως τὴν ἀρχὴν τῆς παραδόσεως ἀπὸ τῆς προφητευθείσης ποιησόμεθα γενέσεως, ἐν μέρει καὶ τὰ τῶν ἑτεροδόξων παρατιθέμενοι καὶ ὡς οἷόν τε ἡμῖν διαλύεσθαι πειρώμενοι. ἀλλὰ γὰρ τὸ μὲν γεγράφεται, ἢν θεός γε ἐθέλῃ καὶ ὅπως ἂν ἐμπνέῃ, νυνὶ δὲ ἐπὶ τὸ προκείμενον μετιτέον καὶ τὸν ἠθικὸν ἀποπληρωτέον λόγον.

 

II

(4) Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοῦς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτὸ που τοὔνομά φησι, διεστρωμένα, ἀπ’ ἄλλου εἰς ἄλλο συνεχὲς μετιόντα, καὶ ἕτερον μὲν τι κατὰ τὸν εἰρμὸν τῶν λόγων μηνύοντα, ἐνδεικνύμενα δὲ ἄλλο τι. «χρυσὸν γὰρ οἱ διζήμενοι», φησὶν Ἡράκλειτος, «γῆν πολλὴν ὀρύσσουσι καὶ εὐρίσκουσιν ὀλίγον,» οἱ δὲ τοῦ χρυσοῦ ὄντωςˑ γένους τὸ συγγενὲς μεταλλεύοντες εὑρήσουσι τὸ πολὺ ἐν ὀλίγῳ· εὐρήσει γὰρ τὸν συνήσοντα ἕνα ἡ γραφή, συλλαμβάνουσι μὲν οὖν πρὸς τε ἀνάμνησιν πρὸς τε ἔμφασιν ἀλήθειας τῷ οἵῳ τε ζητεῖν μετὰ λόγου οἱ τῶν ὑπομνημάτων Στρωματεῖς. δεῖ δὲ καὶ ἡμᾶς τούτοις προσεκπονεῖν καὶ προσεφευρίσκειν ἕτερα, ἐπεὶ καὶ τοῖς ὁδὸν ἀπιοῦσιν ἣν οὐκ ἴσασιν ἀρκεῖ τὴν φέρουσαν ὑποσημῆναι μόνον, (5) βαδιστέον δὲ τὸ μετὰ τοῦτο ἤδη καὶ τὴν λοιπὴν ἑαυτοῖς ἐξευρετέον, ὥσπερ φασὶ καὶ δούλῳ τινι χρωμένῳ ποτε τί ἂν ποιῶν τὸν δεσπότην ἀρέσαιτο ἀνειπεῖν τὴν Πυθίαν, «εὑρήσεις ἐὰν ζητήσης». χαλεπὸν οὖν τῷ ὄντι ὡς ἔοικεν λανθάνον καλὸν ἐξευρεῖν, ἐπεὶ «τῆς ἀρετῆς ἱδρὼς» πρόκειται,

 

 

77

μακρὸς δὲ καὶ ὅρθιος οἶμος ἐς αὐτὴν

καὶ τρηχὺς τὸ πρῶτονˑ ἐπὴν δ’ εἰς ἄκρον ἵκηται,

ῥηιδίη δὴ 'πειτα πέλει, χαλεπή περ ἐοῦσα.

«στενὴ» γὰρ τῷ ὅντι «καὶ τεθλιμμένη ἡ ὁδός» κυρίου, καὶ «βιαστῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ», ὅθεν «ζήτεί» φησὶ «καὶ εὑρήσεις,» τῆς βασιλικής ὄντως ἐχόμενος ὁδοῦ καὶ μὴ παρεκτρέχων. (6) εἰκότως οὖν πολὺ τὸ γόνιμον ἐν ὀλίγῳ σπέρμα<τι> τῶν ἐμπεριεχομένων τῇδε τῇ πραγματείᾳ δογμάτων, «ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ,» φησὶν ἡ γραφή, ἡ καὶ τὴν ἐπιγραφὴν κυρίαν ἔχουσιν οἱ τῶν ὑπομνημάτων Στρωματεῖς ἀτεχνῶς κατὰ τὴν παλαιὰν ἐκείνην ἀπηνθισμένοι προσφορὰν, περὶ ἧς ὁ Σοφοκλῆς γράφειˑ

ἦν μὲν γὰρ οἷός μαλλός, ἦν δ’ <ἀπ’> ἀμπέλων

σπονδή <τε> καὶ ῥὰξ εὖ τεθησαυρισμενη,

ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς

λίπος τ' ἐλαίου καὶ τὸ ποικιλώτατον

ξανθῆς μελίσσης κηρόπλαστον ὄργανον.

(7) αὐτίκα οἱ Στρωματεῖς ἡμῶν κατὰ τὸν γεωργὸν Τιμοκλέους τοῦ κωμικοῦ

σῦκα, ἔλαιον, ἰσχάδας, μέλι

προσοδεύουσι, καθάπερ ἐκ παμφόρου χωρίου, δι’ ἣν εὐκαρπίαν ἐπιφέρειˑ

σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις,

ἐπιφωνεῖν γὰρ εἰώθεσαν Ἀθηναῖοιˑ

εἰρεσιώνῃ σῦκα φέρει καὶ πίονας ἄρτους

καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι.

χρή τοίνυν πολλάκις ὡς ἐν τοῖς πλοκάνοις διασείοντας καὶ ἀναῤῥιπτοῦντας τὴν πολυμιγίαν τῶν σπερμάτων τὸν πυρὸν ἐκλέγειν.

 

III

(8) οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστὸν τε καὶ ἀλόγιστον.

Πολλά ἀπιστία δέδρακεν ἀγαθὰ <καὶ> πίστις κακά.

 

 

78

ὅ τε Ἐπίχαρμος «μέμνασο ἀπιστεῖν» φησίν «ἄρθρα ταῦτα τῶν φρενῶν.» αὐτίκα τὸ μὲν ἀπιστεῖν τῇ ἀληθείᾳ θάνατον φέρει ὡς τὸ πιστεύειν ζωὴν, ἔμπαλιν δὲ τὸ πιστεύειν τῷ ψεύδει, ἀπιστεῖν δὲ τῇ ἀληθείᾳ εἰς ἀπώλειαν ὑποσύρει. ὁ αὐτὸς λόγος ἐπὶ τε ἐγκρατεῖας καὶ ἀκρασίας. ἐγκρατεύεσθαι μὲν γὰρ ἀγαθοεργίας κακίας ἔργον, ἀπέχεσθαι δὲ ἀδικίας σωτηρίας ἀρχή, ἡ μοι δοκεῖ τὸ σάββατον δι’ ἀποχῆς κακῶν ἐγκράτειαν αἰνίσσεσθαι καὶ τί ποτ’ ἐστὶν ᾧ διαφέρει θηρίων ἄνθρωπος; τούτου τε αὖ οἱ τοῦ θεοῦ ἄγγελοι σοφώτεροί' «ἠλάττωσας αὐτόν», φησί, «βραχύ τι παρ’ ἀγγέλους» οὐ γὰρ ἐπὶ τοῦ κυρίου ἐκδέχονται τὴν γραφήν (καίτοι κἀκεῖνος σάρκα ἔφερεν), ἐπι δὲ τοῦ τελείου καὶ γνωστικοῦ τῷ χρόνῳ καὶ τῷ ἐνδύματι ἑλαττουμένου παρὰ τοὺς ἀγγέλους. οὔκουν ἄλλο τι σοφίαν παρὰ τὴν ἐπιστήμην λέγω, ἐπεὶ μὴ διαφέρει ζωήˑ κοινὸν γὰρ τῇ φύσει τῇ θνητῇ, τουτέστι τῷ ἀνθρώπῳ, πρὸς τὸ ἀθανασίας κατηξιωμένον τὸ ζῆν, ἕξιν θεωρίας τε καὶ ἐγκρατεῖας θατέρου διαφέροντος. (9) ᾗ μοι δοκεῖ καὶ Πυθαγόρας σοφὸν μὲν εἶναι τὸν θεὸν λέγειν μόνον (ἐπεί καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφειˑ «εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ»), ἑαυτόν δὲ διὰ φιλίαν τὴν πρὸς τὸν θεὸν φιλόσοφον, «διελέγετο» γοῦν «Μωυσεῖ», φησὶν, «ὁ θεὸς ὡς φίλος φἱλῳ.» τὸ μὲν οὖν ἀληθὲς τῷ θεῷ σαφές, αὐτίκα τὴν ἀλήθειαν γεννᾷ, ὁ γνωστικὸς δὲ ἀλήθειας ἐρᾷ. «ἴσθι», φησί, «πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ μελίττης γενοῦ μαθητής,» ὁ Σολομὼν λέγειειˑ γὰρ ἐκάστου τῆς οἰκείας φύσεως ἔργον ἐν καὶ βοὸς ὁμοίως καὶ ἵππου καὶ κυνός, τί ἂν φήσαιμεν τοῦ ἀνθρώπου τὸ ἔργον τὸ οἴκεῖον; ἔοικεν δ’ οἶμαι, κενταύρῳ, Θετταλικῷ πλάσματι, ἐκ λογικοῦ καὶ ἀλόγου συγκείμενος, ψυχῆς καὶ σώματος, ἀλλὰ τὸ μὲν σῶμα γῆν τε ἐργάζεται καὶ σπεύδει εἰς γῆν, τέταται δὲ ἡ ψυχὴ πρὸς τὸν θεόν, ἡ γε διὰ φιλοσοφίας τῆς ἀληθοῦς παιδευομένη πρὸς τοὺς ἄνω σπεύδειν συγγενεῖς, ἀποστραφεῖσα τῶν τοῦ σώματος ἐπιθυμιῶν πρὸς τε ταύταις πόνου τε καὶ φόβουκαίτοι πρὸς ἀγαθοῦ καὶ τὴν ὑπομονὴν καὶ τὸν φόβον ἐδείξαμεν. εἰ γὰρ «διὰ νόμου ἐπίγνωσις ἁμαρτίας,» ὡς οἱ κατατρέχοντες τοῦ νόμου φασί, «καὶ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἀλλὰ χωρὶς νόμου ἁμαρτία νεκρὰ» ἀντᾴδομεν αὐτοῖς. ὅταν γὰρ ἀφέλῃς τὸ αἴτιον τοῦ

 

 

79

φόβου, τὴν ἁμαρτίαν, ἀφεῖλες τὸν φόβον, πολὺ δὲ ἔτι <μᾶλλον τὴν> κόλασιν, ὅταν ἀπῆ τὸ πεφυκὸς ἐπιθυμεῖν «δικαίῳ γὰρ οὐ κεῖται νόμος,» ἡ γραφή φησὶν. (10) καλῶς οὖν Ἡράκλειτος «δίκης ὅνομα» φησὶν «οὐκ ἄν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν,» Σωκράτης δὲ νόμον ἔνεκα ἀγαθῶν οὐκ ἄν γενέσθαι. ἀλλ’ οὐδὲ τοῦτο ἔγνωσαν οἱ κατήγοροι, ὡς ὁ ἀπόστολος φησὶν ὅτι «ὁ ἀγαπῶν τὸν πλησίον κακὸν οὐκ ἐργάζεται· τὸ γὰρ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ μόνῳ ἀνακεφαλαιοῦται τῷ λόγῳ, τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτὸν.» ταύτῃ που «ἀγαπήσεις κύριον τὸν θεόν σου» φησὶν «έξ ὅλης καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.» εἰ δὴ ὁ τὸν πλησίον ἀγαπῶν κακὸν οὐκ ἐργάζεται καὶ πᾶσα ἐντολὴ ἐν τούτῳ ἀνακεφαλαιοῦται, τῷ ἀγαπᾶν τὸν πλησίον, αἰ τὸν φόβον ἐπαρτῶσαι ἐντολαὶ ἀγάπην, οὐ μῖσος κατασκευάζουσιν. (11) οὔκουν πάθος ὁ φόβος <οὗ> γεννητικὸς ὁ νόμος, «ὥστε ὁ νόμος ἅγιος» καὶ τῷ ὄντι «πνευματικός» ἐστι κατὰ τὸν ἀπόστολον. δεῖ δή, ὡς ἔοικε, τὴν γε τοῦ σώματος φύσιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν πολυπραγμονήσαντας τὸ ἐκατέρου τέλος καταλαβέσθαι καὶ μὴ τὸν θάνατον ἡγεῖσθαι κακὸν «ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας,» φησὶν ὁ ἀπόστολος, «ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ, τίνα οὖν καρπὸν εἴχετε τότε; ἐφ’ οἷς νῦν ἐπαισχύνεσθεˑ τὸ γὰρ τέλος ἐκείνων θάνατος, νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον, τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωῇ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.»

(12) Κινδυνεύει τοίνυν δεδεῖχθαι θάνατος μὲν εἶναι ἡ ἐν σώματι κοινωνία τῆς ψυχῆς ἁμαρτητικής οὔσης, ζωὴ δὲ ὁ χωρισμὸς τῆς ἁμαρτίας. πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τὰ τε ὁργης καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι «δι’ ἐσόπτρου» τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον

ἥμισυ γὰρ τ' ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς

ἀνέρος, εὖτ’ ἂν μιν κατὰ δούλων ἦμαρ ἕλησι.

 

 

80

δούλους δὲ τοὺς ὑπὸ ἁμαρτίαν καὶ ταῖς ἁμαρτίαις πεπραμένους, τοὺς φιλήδονους καὶ φιλοσωμάτους οἶδεν ἡ γραφή, καὶ θηρία μᾶλλον ἡ ἀνθρώπους, τοὺς παρομοιωθέντας τοῖς κτήνεσι, θηλυμανεῖς ἵππους ἐπὶ τὰς τῶν πλησίον χρεμετίζονταςˑ ὄνος ὑβριστής ὁ ἀκόλαστος, λύκος ἄγριος ὁ πλεονεκτικὸς καὶ ὄφις ὁ ἀπατεών. ὁ τοίνυν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ’ ὅλον τὸν βίον μελετώμενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς τὸ σῶμα τῆς ψυχῆς δεσμῶνˑ «ἐμοὶ» γὰρ «κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ» λέγει, βιώ δὲ ἤδη ἐν σαρκὶ ὢν ὡς ἐν οὐρανῷ πολιτευόμενος.

 

IV

(13) Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτων αἰτοῦντί φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὐβρίζων τὸν πειράζοντα, παιδεύων δέ, οἶμαι, καὶ ἑλέγχων,

ἐξ οἴης τιμῆς καὶ οἴου μήκεος ὄλβου,

ὥς φησιν Ἐμπεδοκλῆς, ὧδε ἐλθὼν μετὰ θνητῶν ἀναστρέφεται. οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὐτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δὶ ἀγάπης πιστόν, τῷ δ’ αὖ κυρίῳ τὴν ἐνθεον πρὸς τὴν διδασκαλίαν πειθώ, ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει θεόν, θαυμάσαις ἂν τὴν ἀγάπην αὐτοῦ, ἣν ἐναργῶς διδάσκει εὐχαρίστως ἐνούμενος πρὸς τὸ συγγενές, οὐ μὴν ἀλλὰ καὶ τῷ «τιμίῳ αἵματι» τοὺς ἀπίστους δυσωπῶν. (14) οὗτος οὖν <οὐ> φόβῳ τὸ ἀρνεῖσθαι Χριστὸν διὰ τὴν ἐντολὴν ἐκκλινεῖ, ἵνα δὴ φόβῳ μάρτυς γένηταιˑ οὐ μὴν οὐδὲ ἐλπίδι δωρεῶν ἡτοιμασμένων πιπράσκων τὴν πίστιν, ἀγάπῃ δὲ πρὸς τὸν κύριον ἀσμενέστατα τοῦδε τοῦ βίου ἀπολυθήσεται, χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς, πρόφασιν εὔλογον λαβών, ἣν οὐκ αὐτὸς παρέσχεν, ἑαυτὸν ἐπιδεῖξαι ὃς ἐστι, τῷ μὲν δι’ ὑπομονῆς, δι’ ἀγάπης δὲ κυρίῳ, δι’ ἧς ἀνεδείκνυτο τῷ κυρίῳ καὶ πρὸ τῆς γενέσεως τὴν προαίρεσιν τοῦ

 

 

81

μαρτυρήσοντος εἰδότι. εὐθαρσήσας τοίνυν πρὸς φίλον τὸν κύριον, ὑπὲρ οὗ καὶ τὸ σῶμα ἑκὼν ἐπιδέδωκεν, πρὸς δὲ καὶ τὴν ψυχὴν, ὡς οἱ δικασταὶ προσεδόκησαν, ἔρχεται, «φίλε κασίγνητε» ποιητικῶς [τε] ἀκούσας πρὸς τοῦ σωτῆρος ἡμῶν διὰ τὴν τοῦ βίου ὁμοιότητα, αὐτίκα τελείωσιν τὸ μαρτύρων καλοῦμεν οὐχ ὅτι τέλος τοῦ βίου ὁ ἄνθρωπος ἔλαβεν ὡς οἱ λοιποί, ἀλλ’ ὅτι τέλειον ἔργον ἀγάπης ἐνεδείξατο. καὶ οἰ παλαιοὶ δὲ τῶν παρ' Ἕλλησι τῶν ἐν πολέμῳ ἀποθανόντων τὴν τελευτὴν ἐπαινοῦσιν, οὐ τὸ βιαίως ἀποθνῄσκειν συμβουλεύοντες, ἀλλ’ ὅτι ὁ κατὰ πόλεμον τελευτῶν ἀδεὴς τοῦ θανεῖν ἀπήλλακται, ἀποτμηθεὶς τοῦ σώματος, καὶ οὐ προκαμὼν τῇ ψυχῇ οὐδὲ καταμαλακισθείς, οἷα περὶ τὰς νόσους πάσχουσιν οἱ ἄνθρωποιˑ ἀπαλλάττονται γὰρ θηλυκευόμενοι καὶ ἱμειρόμενοι τοῦ ζῆν. (15) διὰ ταῦτα οὐδὲ καθαρὰν ἀπολύουσιν τὴν ψυχήν, ἀλλ’ ὥσπερ μολυβδίδας τὰς ἐπιθυμίας μεθ' ἑαυτῆς φερομένην, εἰ μὴ τινες τούτων ἐλλόγιμοι κατ' ἀρετὴν γεγόνασιν. εἰσὶ δὲ καὶ οἴ ἐν πολέμῳ μετ' ἐπιθυμιῶν ἀποθνῄσκουσιν, οὐδὲν οὗτοι διαφέροντες, <ἢ> εἰ καὶ νόσῳ κατεμαραίνοντο. εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστι, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχῇ μετ' ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστι καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτε τοῦ σώματος ἀπαλλάττεται, οἷον αἷμα τὴν πίστιν ἀνὰ τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον, προχέουσα. αὐτίκα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησὶν «ὃς ἂν καταλείψῃ πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς» καὶ τὰ ἑξῆς «ἕνεκεν τοῦ εὐαγγελίου καὶ τοῦ ὀνόματός μου», μακάριος οὐτοσί, οὐ τὴν ἁπλῆν ἐμφαίνων μαρτυρίαν, ἀλλὰ τὴν γνωστικήν, ὡς κατὰ τὸν κανόνα τοῦ εὐαγγελίου πολιτευσάμενος διὰ τῆς πρὸς τὸν κύριον ἀγάπηςˑ γνῶσιν γὰρ σημαίνει ἡ τοῦ ὀνόματος εἴδησις καὶ ἡ τοῦ εὐαγγελίου νόησις, ἀλλ’ οὐ ψιλὴν τὴν προσηγορίαν, ἀπολιπεῖν μὲν γένος τὸ κοσμικόν, ἀπολιπεῖν δὲ οὐσίαν καὶ κτῆσιν πᾶσαν διὰ τὸ ἀπροσπαθῶς βιοῦν. μήτηρ γοῦν ἡ πατρὶς καὶ τροφὸς ἀλληγορεῖται, πατέρες δὲ οἱ νόμοι οἱ πολιτικοί, ἃ δὴ ὑπεροπτέον εὐχαρίστως τῷ μεγαλόφρονι δικαίῳ ἕνεκεν τοῦ φίλον γενέσθαι τῷ θεῷ καὶ τυχεῖν τῶν δεξιῶν μερῶν τοῦ ἁγιάσματος, καθάπερ καὶ οἱ ἀπόστολοι πεποιήκασιν.

(16) Εἶτα Ἡράκλειτος μὲν φησιν «ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι,» καὶ Πλάτων ἐν τῷ πέμπτῳ τῆς Πολιτείας γράφειˑ «τῶν δὲ δὴ ἀποθανόντων ἐπι

 

 

82

στρατείας ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ' οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι; πάντων γε μάλιστα.» τὸ δὲ χρυσοῦν γένος πρὸς θεῶν ἐστι τῶν κατ οὐρανὸν καὶ τὴν ἀπλανῆ σφαῖραν, οἱ μάλιστα τὴν ἡγεμονίαν ἔχουσι τῆς κατ’ ἀνθρώπους προνοίας. τινὲς δὲ τῶν αἱρετικῶν τοῦ κυρίου παρακηκοότες ἀσεβῶς ἅμα καὶ δειλῶς φιλοζωοῦσι, μαρτυρίαν λέγοντες ἀληθῆ εἶναι τὴν τοῦ ὄντως ὅντος γνῶσιν θεοῦ, ὅπερ καὶ ἡμεῖς ὁμολογοῦμεν, φονέα δὲ εἶναι αὐτὸν ἑαυτοῦ καὶ αὐθέντην τὸν διὰ θανάτου ὁμολογήσαντα, καὶ ἀλλὰ τοιαῦτα δειλίας σοφίσματα εἰς μέσον κομίζοντες. πρὸς οὓς εἰρήσεται ὁπόταν καιρὸς ἀπαπῇˑ διαφέρονται γὰρ ἡμῖν περὶ ἀρχάς. (17) ψέγομεν δὲ καὶ ἡμεῖς τοῦς ἐπιπηδήσαντας τῷ θανάτῳˑ εἰσί γὰρ τινες οὐχ ἡμέτεροι, μόνου τοῦ ὀνόματος κοινωνοί, οἳ δὴ αὐτοὺς παραδιδόναι σπεύδουσι τῇ πρὸς τὸν δημιουργὸν ἀπεχθείᾳ, οἱ ἄθλιοι θανατῶντες. τούτους ἐξάγειν ἑαυτοὺς ἁμαρτύρως λέγομεν, κἂν δημοσίᾳ κολάζωνται. οὐ γὰρ τὸν χαρακτῆρα σῴζουσι τοῦ μαρτυρίου τοῦ πωστοῦ, τὸν ὄντως θεὸν μὴ γνωρίσαντες, θανάτῳ δὲ ἑαυτοὺς ἐπιδιδόασι κενῷ, καθάπερ καὶ οἱ τῶν Ἰνδῶν γυμνοσοφισταὶ ματαίῳ πυρί. ἐπεὶ δ’ οἱ ψευδώνυμοι οὗτοι τὸ σῶμα διαβάλλουσι, μαθέτωσαν ὅτι καὶ ἡ τοῦ σώματος εὐαρμοστία συμβάλλεται τῇ διανοίᾳ πρὸς τὴν εὐφυΐαν. (18) δὶ ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, δὶ οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμαˑ διὰ γὰρ τοῦ ζῆν καὶ τῆς ὑγείας ὀδεύοντες ἐκμανθάνομεν τὴν γνῶσιν. ᾧ δὲ οὐδὲ τὸ τυχὸν προσελθεῖν ἔστιν εἰς ὕψος ἄνευ τοῦ ἐν τοῖς ἀναγκαίοις εἶναι καὶ δὶ αὐτῶν πάντα ποιεῖν τὰ πρὸς τὴν γνῶσιν συντείνοντα, τὸ εὖ ζῆν τούτῳ πῶς οὐχ αἱρετέον; ἐν γοῦν τῷ ζῆν τὸ εὖ ζῆν κατορθοῦται, καὶ εἰς ἕξιν ἀιδιότητος παραπέμπεται ὁ διὰ σώματος μελετήσας εὐζωίαν.

 

V

(19) Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωϊκῶν οἵτινὲς φασι μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγιείαςˑ ἀλλ' ἀμφότερα ταῦτα λέγουσιν ἀδιάφορα εἶναι. καίτοι καὶ Ἰώβ

 

 

83

ἐγκρατεῖας ὑπερβολῆ καὶ πίστεως ὑπεροχῇ πένης μὲν ἐκ πλουσίου, ἄτιμος δὲ ἐξ ἐνδοξου, αἰσχρὸς δὲ ἐκ καλοῦ καὶ νοσερὸς ἐζ ὑγιεινοῦ γενόμενος ἡμῖν γε ἐστι παράδειγμα ἀγαθὸν ἀναγεγραμμένος, δυσωπῶν τὸν πειράσαντα, εὐλογῶν τὸν πλάσαντα, φέρων οὔτω τὰ δεύτερα ὡς καὶ τὰ πρότερα, διδάσκων εὖ μάλα τοῖς περιστατικοῖς ἅπασιν οἷόν τε εἶναι καλῶς χρῆσθαι τὸν γνωστικόν, καὶ ὅτι γε εἰκόνες τὰ παλαιὰ κατορθώματα εἰς τὰ ἡμεδαπὰ ἐπανορθώματα ἔκκεινται, ἐμφαίνων ὁ ἀπόστολος «ὥστε τοῦς δεσμούς μου» φησὶ «φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν», ἐπεὶ καὶ τὰ μαρτύρια ἐπιστροφῆς ἐστι παραδείγματα ἐνδόξως ἡγιασμένα, «ὅσα γὰρ ἐγράφῃ,»

λέγει, «εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν τῆς παρακλήσεως.»

(20) Ἔοικε δὲ πως παρούσης ἀλγηδόνος ἡ ψυχὴ νεύειν ἀπ’ αὐτῆς καὶ τίμιον ἡγεῖσθαι τὴν ἀπαλλαγὴν τῆς παρούσης ὀδύνης, ἀμέλει κατ' ἐκεῖνο καιροῦ καὶ μαθημάτων ῥμθυμεῖ, ὁπηνίκα καὶ αἰ ἄλλαι ἀπημέληνται ἀρεταί. καὶ οὐ δήπου τὴν ἀρετὴν αὐτὴν πάσχειν φαμέν (οὐδὲ γὰρ νοσεῖ ἡ ἀρετή), ὁ δὲ ἀμφοῖν μετεσχηκώς, ἀρετῆς καὶ νόσου, ὑπὸ τοῦ κατεπείγοντος θλίβεται· κἂν μὴ καταμεγαλοφρονῶν τύχῃ, ὁ μηδέπω τὴν ἕξιν τῆς ἐγκρατείας περιποιησάμενος ἐξίσταται, ἴσον τε εὑρίσκεται τῷ φεύγειν τὸ μὴ ὑπομεῖναι. (21) ὁ δὲ αὐτὸς λόγος καὶ περὶ πενίας, ἐπεὶ καὶ αὕτη τῶν ἀναγκαίων, τῆς θεωρίας λέγω καὶ τῆς καθαρᾶς ἀναμαρτησίας, ἀπασχολεῖν βιάζεται τὴν ψυχήν, περὶ τοὺς πορισμοὺς διατρίβειν ἀναγκάζουσα τὸν μὴ ὅλον ἑαυτὸν δι’ ἀγάπης ἀνατεθεικότα τῷ θεῷ, ὥσπερ ἔμπαλιν ἡ τε ὑγίεια καὶ ἡ τῶν ἐπιτηδείων ἀφθονία ἑλευθέραν καὶ ἀνεμπόδιστον φυλάσσει τὴν ψυχὴν τὴν εὖ χρῆσθαι τοῖς παροῦσι γινώσκουσαν «θλῖψιν», γὰρ φησιν ὁ ἀπόστολος, «τῆ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι, θέλω γὰρ ὑμᾶς ἀμερίμνους εἶναι πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.» (22) τούτων οὖν ἀνθεκτέον οὐ δι’ αὐτά, ἀλλὰ διὰ τὸ σῶμα, ἡ δὲ τοῦ σώματος ἐπιμέλεια διὰ τὴν ψυχὴν γίνεται, ἐφ' ἣν ἡ ἀναφορά. ἐν ταύτῃ γάρ

 

 

84

μαθεῖν ἀνάγκη τὸν γνωστικῶς πολιτευόμενον τὰ προσήκοντα, ἐπεὶ τὸ γε μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν ὡμολόγηται ἐκ τοῦ κακὰς εἶναι τινας ἡδονάς. [τοὑτῳ τῷ λόγῳ ἀναφαίνεται τὸ ἀγαθὸν κακὸν καὶ τὸ κακὸν ἀγαθόν.] ἔπειτα δὲ εἴ τινας μὲν αἰρούμεθα τῶν ἡδονῶν, τινας δὲ φεύγομεν, οὐ πᾶσα ἡδονῇ ἀγαθόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀλγηδόνων ὁ αὐτὸς λόγος, ὧν τὰς μὲν ὑπομένομεν, τὰς δὲ φεύγομεν, ἡ δὲ αἵρεσις καὶ φυγὴ κατ ἐπιστήμην γίνεταιώστε τὴν ἐπιστήμην εἶναι τὸ ἀγαθόν, οὐ τὴν ἡδονὴν, δι’ ἳν ἔστιν ὅτε καὶ τὴν ποίαν ἡδονὴν αἰρησόμεθα. (23) αὐτίκα ὁ μάρτυς ἡδονὴν τὴν δι’ ἑλπίδος διὰ τῆς παρούσης ἀλγηδόνος αἰρεῖται. εἰ δὲ κατὰ μὲν δίψαν ἡ ἀλγηδὼν νοεῖται, κατὰ τὴν πόσιν δὲ ἡ ἡδονῇ, ποιητικὴ τῆς ἡδονῆς ἡ ἀλγηδὼν ἡ προϋπάρξασα γίνεταιˑ ἀγαθοῦ δὲ ποιητικὸν τὸ κακὸν οὐκ ἂν γένοιτο, οὐθέτερον οὖν κακόν, ὁ μὲν οὖν Σιμωνίδης, καθάπερ καὶ Ἀριστοτέλης,

ὑγιαίνειν μὲν ἄριστον ἀνδρί,

γράφει,

δεύτερον δὲ φυὰν καλὸν γενέσθαι,

τρίτον δὲ πλουτεῖν ἀδόλως.

καί ὁ Μεγαρεὺς Θέογνιςˑ

χρὴ πενίην φεύγοντα καὶ εἰς βαθυκήτεα πόντον

ῥίπτεῖν καὶ πετρέων, Κύρνε, κατ' ἠλιβάτων.

ἔμπαλιν δὲ Ἀντιφάνης ὁ κωμικὸς «ὁ πλοῦτος» φησί, «πλέον θάτερον βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ.» (24) αὐτίκα πρὸς τῶν ποιητῶν τυφλὸς ἐκ γενετῆς κηρύττεται-

καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἠλέκτορα εἶδεν,

φησὶν ὁ Χαλκιδεὺς Εὐφορίων.

κακὸν οὖν ἦν τι παίδευμα εἰς εὐανδρίαν

ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί,

έν τῷ Ἀλεξάνδρῳ ὁ Εὐριπίδης πεποίηκεν. εἴρηται γεˑ

ἡ πενία σοφίαν ἔλαχε διὰ τὸ συγγενές.

ἁ φιλοχρηματία δὲ οὐ Σπάρταν μόνον, ἀλλὰ καὶ πᾶσαν πόλιν ἕλοι ἄν.

οὔκουν μόνον [τοῦτο] νόμισμα λευκὸς ἄργυρος

 

 

85

ἤ χρνσὸς ἐστιν, ἀλλὰ καὶ [ὴ] ἀρετὴ βροτοῖς, ῶς φησὶν ὁ Σοφοκλῆς.

 

VI

(25) Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπι τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἑταξενˑ εἰπὼν γὰρ «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης» σαφῶς ἡμᾶς διδάσκει ἐν πάσῃ περιστάσει τὸν μάρτυρα ζητεῖνˑ ὃς ἐὰν πτωχὸς ἡ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην ἀγαθὸν εἶναι ἣν ἡγάπησεν, κἂν πεινῇ κἂν διψῇ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην τὸ ἄριστον τυγχάνειν. (26) ὁμοίως δὲ καὶ ὁ κλαίων καὶ ὁ πενθῶν διὰ δικαιοσύνην μαρτυρεῖ τῷ βελτίστῳ νόμῳ εἶναι καλῷ. ὡς οὖν τοὺς δεδιωγμένους, οὕτω δὲ καὶ τοὺς πεινῶντας καὶ τοὺς διψῶντας διὰ δικαιοσύνην μακαρίους λέγει ὁ τὸν γνήσιον ἀποδεχόμενος πόθον, ὃν οὐδὲ λιμὸς διακόψαι ἴσχυσεν. κἂν τὴν δικαιοσύνην αὐτὴν πεινῶσι, μακάριοιˑ «μακάριοι δὲ καὶ οἱ πτωχοὶ» εἴτε πνεύματι εἴτε περιουσίᾳ διὰ δικαιοσύνην δηλονότι, μὴ τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς περιποίησιν τάγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα δι’ ἀγνείαν γενομένους τοὺς τε εὐγενεῖς καὶ ἐνδοξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἑληλακότας καὶ διὰ τοῦτο εἰληφότας «ἐξουσίαν τέκνα θεοῦ γενέσθαι» καὶ «ἐπάνω ὄφεων καὶ σκορπιὼν περιπατεῖν» κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς. (27) καὶ ὅλως ἡ κυριακὴ ἄσκησις ἀπάγει τὴν ψυχὴν τοῦ σώματος εὐχαρίστως, εἴ γε καὶ αὐτὴ αὐτὴν κατὰ μετάθεσιν ἀποσπᾷ. «ὁ γὰρ εὐρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας εὐρήσει αὐτήν,» ἢν μόνον τὸ ἐπίκηρὸν ἡμῶν ἐπιβάλωμεν τῇ τοῦ θεοῦ ἀφθαρσίᾳ. θέλημα δὲ τοῦ θεοῦ ἐπίγνωσις τοῦ θεοῦ, ἥτις ἐστι κοινωνία ἀφθαρσίας. ὁ τοίνυν ἐπιγινώσκων κατὰ τὸν τῆς μετανοίας λόγον ἁμαρτωλὸν τὴν ψυχὴν ἀπολέσει αὐτὴν τῆς ἁμαρτίας ἧς ἀπέσπασται, ἀπολέσας δὲ εὑρήσει κατὰ τὴν ὑπακοὴν τὴν ἀναζήσασαν μὲν τῇ πίστει, ἀποθανοῦσαν δὲ τῇ ἁμαρτίᾳ. τοῦτ' οὖν ἐστι τὸ εὑρεῖν τὴν ψυχήν, τὸ γνῶναι ἑαυτόν. (28) τὴν δὲ μεταστροφὴν τὴν ἐπί

 

 

86

τὰ θεῖα οἱ μὲν Στωϊκοί ἐκ μεταβολῆς φασι γενέσθαι μεταβαλούσης τῆς ψυχῆς εἰς σοφίαν, Πλάτων δὲ τῆς ψυχῆς ἐπὶ τὰ ἀμείνω περιαγωγὴν λαβούσης καὶ μεταστροφὴν ἐκ νυκτερινῆς τινὸς ἡμέρας. αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν [αὑτὸν] οὔτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ ἐλπίδα τῆς πράξεωςˑ ὁ δὲ ἐκβιασάμενος δικαστὴς ἀρνεῖσθαι τὸν ἠγαπημένον διελέγχειν μοι δοκεῖ τὸν φίλον τῷ θεῷ καὶ τὸν μή. ἐνταῦθα οὐδὲ σύγκρισις ἔτι ἀπολείπεται τί ἂν τις καὶ μᾶλλον ἕλοιτο, ἀπειλὴν ἀνθρωπίνην ἢ τὴν ἀγάπην τοῦ θεοῦˑ καὶ πως ἡ τῶν κακῶν πράξεων ἀποχὴ μείωσίς τε καὶ σβέσις τῶν κακιῶν εὑρίσκεται, καθαιρουμένης τῆς ἐνεργείας αὐτῶν διὰ τῆς ἀπραξίας, καὶ τοῦτ ἔστι «πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι,» (29) τουτέστιν τοῖς ὑπὸ τοῦ κυρίου λεγομένοις ἕπου. ὑπάρχοντα δὲ φασὶ τινες αὐτὸν εἰρηκέναι τὰ ἐν τῇ ψυχῇ ἀλλότρια, καὶ πῶς τοῖς πτωχοῖς ταῦτα διανέμεται, οὐκ ἔχουσιν εἰπεῖνˑ ἀλλ' ὁ θεὸς γὰρ πάντα πᾶσι μερίζει κατ ἀξίαν δικαίας οὔσης τῆς οἰκονομίαςˑ καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἂ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπ' ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ κυριακῇ τελειωθεὶς εὐποιίᾳ. αὐτίκα τὸν καυχώμενον τελείως τὰ ἐκ τοῦ νόμου προστάγματα πεπληρωκέναι διήλεγχε μὴ τὸν πλησίον ἀγαπήσανταˑ εὐεργεσίαν δὲ ἀγάπη ἐπαγγέλλεται ἡ κυριεύουσα τοῦ σαββάτου κατ' ἐπανάβασιν γνωστικήν, δεῖν δ’ οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διὰ τινας ἐπαγγελίας δόσεως, δι’ αὐτὸ δὲ τὸ ἀγαθὸν προσεληλυθέναι τῷ σωτὴρίῳ λόγῳ. (30) οἱ τοιοῦτοι ἐκ δεξιῶν ἵστανται τοῦ ἁγιάσματοςˑ οἱ δὲ διὰ τῆς τῶν φθαρτῶν δόσεως οἰόμενοι ἀντικαταλλάσσεσθαι τὰ τῆς ἀφθαρσίας ἐν τῇ τῶν δυεῖν ἀδελφῶν παραβολῇ «μίσθιοι» κέκληνται, καὶ μὴ τί γε ἐνταῦθα τὸ «καθ' ὁμοίωσιν καὶ εἰκόνα» ἀνακύπτει, ἵν’ οἳ μὲν κατὰ τὴν πρὸς τὸν σωτῆρα ὁμοίωσιν συμπολιτεύωνται, οἱ δὲ ἐξ εὐωνύμων ἱστάμενοι κατὰ τὴν τούτων εἰκόνα, τρίτα τοίνυν ἐστὶν ἀπὸ τῆς ἀληθείας, μιᾶς ῥίζης ἀμφοῖν ὑποκείμενης, αἱρέσεως δὲ οὐκ ἴσης, μᾶλλον δὲ τῆς κατὰ τὴν αἵρεσιν διαφορᾶς οὐκ ἴσης. διαφέρει δ’, οἶμαι, τὸ κατὰ μίμησιν ἑλέσθαι

 

 

87

τοῦ κατὰ γνῶσιν ἑλομένου, ὡς τὸ πεπυρωμένον καὶ τὸ πεφωτισμένου <τοῦ πυρὸς καὶ τοῦ φωτός>. φῶς οὖν τῆς κατὰ τὴν γραφὴν ὁμοιότητος ὁ Ἰσραήλ, ὁ δὲ ἄλλος εἰκών. τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα δεικνύουσα; τί δὲ «οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ», τὴν φιλαργυρίαν οὕτως ὀνομάσαντος τοῦ κυρίου; (31) αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι. «αἱ ἀλώπεκες ἄρα φωλεοὺς ἔχουσι.» τοὺς ἀμφὶ τὸν μεταλλευόμενον καὶ γεωρυχούμενον διατρίβοντας πλοῦτον κακοήθεις ἀνθρώπους καὶ γηγενεὶς ἀλώπεκας προσεῖπεν. ὡσαύτως καὶ ἐπὶ τοῦ Ἡρώδου «ὑπάγετε, εἰπατε τῇ ἀλώπεκι ταύτῃ, ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαιˑ» «πετεινὰ» γὰρ «οὐρανοῦ» τοὺς οὐρανῷ τῶν ἄλλων ὁρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν. οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μὴ τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μέριμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ' αὐτῶν καὶ μὴ καρποφορῆσαι δυνηθῆναι. (32) μαθεῖν οὖν ἀνάγκη ὅπως ἑκάστῳ τῶν προσπιπτόντων χρηστέον ὡς δι' εὐζωίας γνωστικῆς εἰς ἕξιν ἀιδίου συνασκηθῆναι ζωῆς, «εἶδον», γὰρ φησι, «τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον,» λέγει ἡ γραφή, «καὶ ἰδοὐ οὐκ ἦν καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.» οὗτος δ’ ἂν εἴη ὁ ἀνυποκρίτως ἐξ ὅλης καρδίας πιστεύων καὶ πάσῃ τῇ ψυχῇ γαληνιῶνˑ «ὁ γὰρ λαὸς ὁ ἕτερος τοῖς χείλεσί τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἄπεστιν ἀπὸ κυρίου.»«τῷ στόματι αὐτῶν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ αὐτῶν καταρῶνται» «ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν. ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.» (33) διὰ τοῦτο «ἄλαλα γενηθήτω <τὰ χείλη τὰ δόλιαˑ τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν.» καὶ πάλινˑ «ἐξολεθρεὐσαι κύριος> πάντα τὰ χείλη τὰ δόλια καί

 

 

88

γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τις ἡμῶν κύριὸς ἐστιν; ἀπὸ ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.» ταπεινοφρονούντων γὰρ ἐστιν ὁ Χριστός, οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον αὐτοῦ. «μὴ θησαυρίζετε» τοίνυν «ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σῆς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι,» τάχα μὲν τοὺς φιλοκτήμονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτουςˑ ἔρωτες γὰρ καὶ νόσοι καὶ οἱ φαῦλοι διαλογισμοὶ «διορύσσουσι» τὸν λογισμὸν καὶ τὸν ὅλον ἄνθρωπον, ὁ δὲ τῷ ὄντι θησαυρὸς ἡμῶν ἔνθα ἡ συγγένεια τοῦ νοῦ. ἔτι τὸ κοινωνικὸν τῆς δικαιοσύνης παραδίδωσιν, ἐμφαίνων δεῖν ἀποδιδόναι τῇ συνηθείᾳ τῆς παλαιᾶς ἀναστροφῆς τὰ ὑπ' αὐτῆς ἡμῖν περικτηθέντα καὶ ἐπὶ τὸν θεὸν ἀνατρέχειν ἔλεον αἰτουμένους, οὗτὸς ἐστι τῷ ὄντι «βαλλάντιον μὴ παλαιούμενον», ἐφόδιον ζωῆς ἀιδίου, «θησαυρὸς ἀνέκλειπτος ἐν οὐρανῷ», ὅτι «ἐλεῶν ἑλεήσω ὃν ἂν ἐλεῶ» φησὶ κύριος. (34) λέγει δὲ ταῦτα καὶ τοῖς θέλουσι διὰ τὴν δικαιοσύνην πτωχεῦσαιˑ ἀκηκόασι γὰρ διὰ τῆς ἐντολῆς, ὅτι «πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν καὶ πολλοὶ οἱ διερχόμενοι δι’ αὐτῆς»ˑ οὐ περὶ ἄλλου τινός, ἀλλὰ περὶ ἀσωτίας καὶ φιλογυνίας, φιλοδοξίας, φιλαρχίας καὶ τῶν ὁμοιων διαλέγεται παθῶνˑ «ἄφρον,» γὰρ οὕτως ἔφη, «ὅτι τῇ νυκτὶ ταύτῃ ἀπαιτοῦσί σου τὴν ψυχήν ἃ δὲ ἡτοίμασας αὐτῇ, τίνι γένηται;» καὶ τὰ μὲν τῆς ἐντολῆς ὧδε ἕχει κατὰ λέξινˑ «φυλάσσεσθε τοίνυν ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ τὰ ὑπάρχοντά ἐστιν ἡ ζωὴ αὐτοῦ.» «τί γὰρ ὡφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» «διὰ τοῦτο λέγω· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί περιβόλητεˑ ἡ γὰρ ψυχὴ πλείων ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.» καὶ πάλιν «οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε τούτων ἀπάντωνˑ ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὴν δικαιοσύνην, ταῦτα γὰρ μεγάλα, τὰ δὲ μικρὰ» καὶ περὶ τὸν βίον, ταῦτα «προστεθήσεται ὑμῖν.» (35) ἆρ' οὐκ ἄντικρυς τὸν

 

 

89

γνωστικὸν μεθέπειν ἡμᾶς παρακελεύεται βίον ἔργῳ τε καὶ λόγῳ ζητεῖν τὴν ἀλήθειαν προτρέπει; πλούσιον τοίνυν οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογίζεται ο παιδεύων τὴν ψυχὴν Χριστός. Ζακχαῖον τοίνυν, οἴ δὲ Ματθίαν φασίν, ἀρχιτελώνην, ἀκηκοότα τοῦ κυρίου καταξιώσαντος πρὸς αὐτὸν γενέσθαι, «ἰδοὺ τὰ ἡμίσῃ τῶν ὑπαρχόντων μου δίδωμί ἐλεημοσύνην» φάναι, «κύριε, καὶ εἴ τινός τι ἐσυκοφάντησα, τετραπλοῦν ἀποδίδωμι.» ἐφ’ οὗ καὶ ὁ σωτὴρ εἶπεν «ὁ υἱὸς τοῦ ἀνθρώπου ἑλθὼν σήμερον τὸ ἀπολωλὸς εὗρεν.» πάλιν τε αὖ θεασάμενος εἰς τὸ γαζοφυλάκιον τὸν μὲν πλούσιον ἀναλόγως τῇ κτήσει βεβληκότα, τὴν δὲ χήραν χαλκοῦς δύο, πλεῖον ἔφη τὴν χήραν βεβληκέναι πάντωνˑ ὅ μὲν γὰρ ἀπὸ τοῦ περισσεύματος, ἣ δὲ ἐκ τῆς ὑστερήσεως συνεισήνεγκεν. (36) ὅτι δὲ πάντα ἐπὶ τὴν παίδευσιν τῆς ψυχῆς ἀνήγαγεν, «μακάριοι» φησὶν «οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» πραεῖς δὲ εἰσὶν οἱ τὴν ἀσπειστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν, πραεῖς δὲ τοὺς κατὰ προαίρεσιν, οὐ κατ ἀνάγκην ἐπαινεῖ. εἰσὶ γὰρ παρὰ κυρίῳ καὶ μισθοὶ καὶ μοναὶ πλείονες κατὰ ἀναλογίαν βίωνˑ «ὃς γὰρ ἂν δέξηται», φησί, «προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὃς ἂν δέξηται δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται, καὶ ὃς ἄν δέξηται ἕνα τῶν μαθητῶν τούτων τῶν μικρῶν, τὸν μισθὸν οὐκ ἀπολέσει.» πάλιν τε αὖ τὰς κατ ἀξίαν διαφοράς, τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς, διὰ τῶν ὡρῶν τῶν οὐχ ὁμοίων τὸν ἀριθμόν, πρὸς δὲ καὶ <διὰ> τοῦ ἐκάστῳ τῶν ἐργατῶν ἀποδοθέντος ἴσου μισθοῦ (τουτέστι τῆς σωτηρίας, ἣν τὸ δηνάριον αἰνίσσεται) τὸ ἐπ’ ἴσης δίκαιον μεμήνυκεν [διὰ] τῶν κατὰ τὰς ἀκαταλλήλους ὥρας ἐργασαμένων. (37) ἐργάσονται μὲν οὖν κατὰ τὰς μονὰς τὰς ἀναλόγους ὧν κατηξιώθησαν γερῶν, συνεργοὶ τῆς ἀῤῥητου οἰκονομίας καὶ λειτουργίας, «οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προσκεκλῆσθαι,» φησὶν ὁ Πλάτων, «οὗτοί εἰσιν οἰ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἑλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν ἀφικνούμενοιˑ» διὰ σαφεστέρων τε αὖ τὸ αὐτὸ ὧδέ πῶς λέγειˑ «τούτων δὲ αὐτῶν οἱ ἐν φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἅπαντα χρόνον,» καίτοι σχήματά

 

 

90

τινα περιτίθησι ταῖς μὲν ἀέρινα αὐτῶν, ταῖς δὲ καὶ πύρινα, ἔτι ἐπιφέρειˑ «καὶ εἰς οἰκήσεις ἑτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.» ὅθεν εἰκότως «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» οἱ γὰρ μετανοήσαντες ἐφ' οἷς κακῶς προβεβιώκασιν, εἰς τὴν κλῆσιν παρέσονταιˑ τοῦτο γὰρ ἐστι τὸ παρακληθῆναι. τοῦ μετανοοῦντος δὲ τρόποι δύο, ὁ μὲν κοινότερος φόβος ἐπὶ τοῖς πραχθεῖσιν, ὁ δὲ ἰδιαίτερος ἡ δυσωπία ἡ πρὸς ἑαυτὴν τῆς ψυχῆς ἐκ συνειδήσεως, εἴτ’ οὖν ἐνταῦθα εἴτε καὶ ὀλλαχῇ, ἐπεὶ μηδεὶς τόπος ἀργὸς εὐποιίας θεοῦ. (38) πάλιν φησὶνˑ «μακάριοι οἱ ἑλεήμονες, ὅτι αὐτοὶ ἑλεηθήσονται.» ὁ δὲ ἔλεος οὐχ ᾗ τινες τῶν φιλοσόφων ὑπειλήφασι, λύπη ἐπ’ ἀλλοτρίαις συμφοραῖς, μᾶλλον δὲ ἀστεῖόν τί ἐστιν, ὡς οἱ προφῆται λέγουσινˑ «ἔλεον», γὰρ φησι, «θέλω καὶ οὐ θυσίαν.» ἑλεήμονας δ’ εἶναι βούλεται οὐ μόνον τοὺς ἔλεον ποιοῦντας, ἀλλὰ καὶ τοὺς ἐθέλοντας ἑλεεῖν, κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστινˑ ἐνίοτε γὰρ βουλόμεθα δι’ ἀργυρίου δόσεως ἡ διὰ σωματικῆς σπουδῆς ἔλεον ποιῆσαι, ὡς δεομένῳ ἐπαρκέσαι ἢ νοσοῦντι ὑπουργῆσαι ἡ ἐν περιστάσει γενομένῳ παραστῆναι, καὶ οὐχ οἷοί τέ ἐσμεν ἤτοι διὰ πενίαν ἡ νόσον ἢ γῆρας (φυσικὴ γὰρ νόσος καὶ τοῦτο) ἐξυπηρετῆσαι τῇ προαιρέσει ἐφ’ ἣν ὁρμώμεθα, μὴ δυνηθέντες ἐπὶ τέλος ἀγαγεῖν ὃ βεβουλήμεθα. τῆς αὐτῆς <οὖν> τιμῆς μεθέξουσι τοῖς δυνηθεῖσιν οἱ βεβουλημένοι, ὧν ἡ προαίρεσις ἴση, κἂν πλεονεκτῶσιν ἕτεροι τῇ περιουσίᾳ.

(39) Ἐπεὶ δὲ τῶν ἀπαγόντων εἰς τὴν τελείωσιν τῆς σωτηρίας ὁδοὶ εὐρίσκονται δύο, ἔργα καὶ γνῶσις, μακαρίους εἶπεν τοὺς καθαροὺς τὴν καρδίαν, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. κἂν τῷ ὄντι τὸ ἀληθὲς σκοπῶμεν, ἡ γνῶσις, <ἧ> τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κάθαρσίς ἐστι, καὶ ἐνέργειά ἐστιν ἀγαθή. ἀγαθὰ γοῦν τὰ μὲν αὐτὰ καθ’ ἑαυτά, τὰ δὲ μετέχοντα τῶν ἀγαθῶν, ὡς τὰς καλάς πράξεις φαμένˑ ἄνευ δὲ τῶν μεταξύ, ἃ δὴ ὕλης ἐπέχει τάξιν, οὔθ' αἰ ἀγαθαὶ οῦθ’ αἱ κακαὶ συνίστανται πράξεις, οἷον ζωῆς λέγω καὶ ὑγιείας τῶν τε ἄλλων τῶν ἀναγκαίων ἢ περιστατικῶν, καθαροὺς οὖν κατὰ τὰς σωματικὰς ἐπιθυμίας καὶ ἁγιους τοὺς διαλογισμοὺς τοὺς εἰς ἐπίγνωσιν τοῦ θεοῦ ἀφικνουμένους εἶναι βούλεται, ἵνα μηδὲν ἔχῃ νόθον ἐπιπροσθοῦν τῇ δυνάμει ἑαυτοῦ τὸ ἡγεμονικόν. (40) ὅταν τοίνυν ἐν-

 

 

91

διατρίψῃ τῇ θεωρίᾳ, τῷ θείῳ καθαρῶς ὁμιλῶν, ὁ γνωστικῶς μετέχων τῆς ἁγίας ποιότητος, προσεχέστερον ἐν ἔξει γίνεται ταὐτότητος ἀπαθοῦς, ὡς μηκέτι ἐπιστήμην ἔχειν καὶ γνῶσιν κεκτῆσθαι, ἐπιστήμην δὲ εἶναι καὶ γνῶσιν.

«Μακάριοι» τοίνυν «οἱ εἰρηνοποιοί.» τὸν ἀντιστρατηγοῦντα νόμον τῷ φρονήματι τοῦ νοῦ ἡμῶν, τοῦ θυμοῦ τὰς ἀπειλάς καὶ τῆς ἐπιθυμίας τὰ δελέατα τὰ τε ἄλλα πάθῃ, ὅσα πολεμεῖ τὸν λογισμόν, τιθασεύσαντες καὶ ἐξημερώσαντες, οἱ μετ' ἐπιστήμης ἔργων τε ἀγαθῶν καὶ λόγου ἀληθοῦς καταβιώσαντες εἰς υἱοθεσίαν ἀποκατασταθήσονται τὴν προσφιλεστάτην. εἴη δ’ ἂν ἡ τελεία εἰρηνοποίησις ἡ ἐπὶ παντὶ τῷ συμβαίνοντι ἄτρεπτον φυλάσσουσα τὸ εἰρηνικόν, ἁγίαν τε καὶ καλὴν τὴν διοίκησιν λέγουσα, ἐν ἐπιστήμῃ θείων καὶ ἀνθρωπίνων πραγμάτων καθεστῶσα, δι’ ἧς τὰς ἐν τῷ κόσμῳ ἐναντιότητας ἁρμονίαν κτίσεως καλλίστην λογίζεται, εἰρηνοποιοῦσι δὲ καὶ τοὺς ἐνταῦθα πολεμουμένους τοῖς τῆς ἁμαρτίας στρατηγήμασι μεταδιδάσκοντες ἐπὶ τὴν πίστιν καὶ τὴν εἰρήνην μετιέναι.

(41) Κεφάλαιον δ’, οἶμαι, πάσης ἀρετῆς κύριος παιδεύων ἡμᾶς τὸ δεῖν γνωστικώτερον δι’ ἀγάπην τὴν πρὸς τὸν θεὸν θανάτου καταφρονεῖνˑ «μακάριοι», φησίν, «οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται,» ἢ ὥς τινες τῶν μετατιθέντων τὰ εὐαγγέλιαˑ «μακάριοι», φησίν, «οἱ δεδιωγμένοι ὑπὲρ τῆς δικαιοσύνης, ὅτι αὐτοὶ ἔσονται τέλειοι, καὶ μακάριοι οἱ δεδιωγμένοι ἕνεκα ἐμωῦ, ὅτι ἕξουσι τόπον ὅπου οὐ διωχθήσονται.» «καὶ μακάριοί ἐστε, ὅταν οἱ ἄνθρωποι μισήσωσιν ὑμᾶς, ὅταν ἀφορίσωσιν, ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπουˑ» ἐὰν μὴ βδελυσσώμεθα δηλονότι τοὺς διώκοντας καὶ ὑπομένωμεν τὰς παρ' αὐτῶν τιμωρίας, μὴ μισοῦντες αὐτούς, βράδιον ἢ προσεδοκήσαμεν πεπειρᾶσθαι διανοούμενοι, ἀλλὰ κάκεῖνο γινώσκοντες πρόφασιν εἶναι μαρτυρίου τὸν ὁντινοῦν πειρασμόν.

 

VII

(42) Εἶτα ὁ μὲν ψευσάμενος καὶ ἑαυτόν ἄπιστον δείξας καὶ μεταστὰς εἰς τὴν τοῦ διαβόλου στρατείαν ἐν τίνι, οἰόμεθα, ἔστι κακῷ; ψεύδεται τοίνυν τὸν κύριον, μᾶλλον δὲ τὴν ἑαυτοῦ διέψευσται ἐλπίδα ὃς οὐ πιστεύει τῷ θεῷ. οὐ πιστεύει δὲ ὁ μὴ

 

 

92

ποιῶν ἃ ἐνετείλατο. τί δέ; οὐχ ἑαυτὸν ἀρνεῖται ὁ ἀρνούμενος τὸν κύριον; οὐ γὰρ ἀφαιρεῖται τῆς κυρίας τὸν δεσπότην ὅ γε καὶ στερίσκων αὐτὸν τῆς πρὸς ἐκεῖνον οἰκειότητος. ὁ τοίνυν ἀρνούμενος τὸν σωτῆρα ἀρνεῖται τὴν ζωήν, ὅτι «ζωὴ ἦν τὸ φῶς». ὀλιγόπιστους τούτους οὐ λέγει, ἀλλὰ ἀπιστους καὶ ὑποκριτάς, τὸ μὲν ὄνομα ἐπιγεγραμμένους, τὸ δ’ εἶναι πιστοὺς ἀρνουμένουςˑ πιστὸς δὲ εἴρηται καὶ δοῦλος καὶ φίλος, ὥστε εἴ τις ἑαυτόν ἀγαπᾷ, ἀγαπᾷ τὸν κύριον καὶ ὁμολογεῖ τὴν σωτηρίαν, ἵνα σώσῃ τὴν ψυχήν. (43) καίτοι κἂν ὑπεραποθάνῃς τοῦ πλησίον δι’ ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλεχβη), <θανῇ> θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἡ ἐκείνου ἕνεκεν παθῶνˑ καὶ μὴ τι διὰ τοῦτο ἀδελφὸς εἴρηται<ὅτι> ὁ δι’ ἀγάπην τὴν πρὸς τὸν θεὸν παθὼν διὰ τὴν ἰδίαν ἔπαθε σωτηρίαν ὅ τε αὖ διὰ τὴν ἰδίαν ἀποθνήσκων σωτηρίαν διὰ τὴν ἀγάπην ὑπομένει τοῦ κυρίου, καὶ γὰρ αὐτὸς ζωὴ ὢν δι’ οὗ ἔπαθεν παθεῖν ἠθέλησεν, ἵνα τῷ πάθει ζήσωμεν αὐτοῦˑ «τί με λέγετεˑ κύριε κύριε,» φησί, «καὶ οὐ ποιεῖτε ἃ λέγω;» ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἔστιν, ἄλλῳ πεπεισμένος, καὶ τούτῳ ἐκὼν ἑαυτὸν πέπρακενˑ ὅσοι δὲ τὰς ἐντολὰς τοῦ σωτῆρος ἐπιτελοῦσιν, καθ' ἐκάστην πρᾶζιν μαρτυροῦσι, ποιοῦντες μὲν ὅ θέλει, ἀκολούθως δὲ ὀνομάζοντες τὸν κύριον καὶ δι’ ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι, οἱ τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι σταυρώσαντες. «εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν,» λέγει, «ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.»

(44) Τοῖς δὲ ἀθλίοις τῶν ἀνθρώπων θάνατος εἶναι ὁ βιαιότατος ἡ δι’ αἵματος μαρτυρία τοῦ κυρίου δοκεῖ, οὐκ εἰδόσι τῆς ὄντως οὔσης ζωῆς ἀρχὴν εἶναι τὴν τοιαύτην τοῦ θανάτου πύλην, καὶ οὔτε τὰς τιμὰς τὰς μετὰ θάνατον τῶν ὁσίως βεβιωκότων οὔτε τὰς κολάσεις τῶν ἀδίκως καὶ ἀσελγώς πεπολιτευμένων συνεῖναι βούλονται, οὐκ ἐκ τῶν ἡμετέρων μόνον λέγω γραφῶν (σχεδὸν γὰρ πᾶσαι αἰ ἐντολαὶ ταῦτα μηνύουσιν), ἀλλ’ οὐδὲ τῶν οἰκείων ἐθέλουσιν ὑπακοῦσαι λόγων. Θεανὼ γὰρ ἡ Πυθαγορικὴ γράφειˑ «ἦν γὰρ <ἃν> τῷ ὄντι τοῖς κακοῖς

 

 

93

εὐωχία ὁ βίος πονηρευσαμένοιςˑ ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν ἀθάνατος ἡ ψυχή, ἔρμαιον ὁ θάνατος» καὶ Πλάτων ἐν Φαίδωνι «εἰ μὲν γὰρ ἦν ο θάνατος τοῦ παντὸς ἀπαλλαγή, <ἕρμαιον ἄν ἦν> «καὶ τὰ ἑξῆς. (45) οὐκ ἔστιν οὖν κατὰ τὸν Αἰσχύλου Τήλεφον νοεῖν «ἁπλῆν οἶμον εἰς Ἅιδου φέρειν», ὁδοὶ δὲ πολλαὶ αἰ ἀπάγουσαι, ἁμαρτίαι πολυπλανεῖς. τοῦτους, ὡς ἔοικε, τοὺς ἀπίστους διακωμῳδῶν Ἀριστοφάνης

ἄγετε (φησίν), ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ

προσόμοιοι,

ὀλιγοδρανέες, πλάσματα κηροῦ, σκιοειδέα φῦλα, ἀμενηνοί,

ἀπτήνες, ἐφημέριοι.

καὶ ὁ Ἐπίχαρμος «αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσημένοι.» ἡμῖν δὲ ὁ σωτὴρ εἴρηκενˑ «τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σάρξ ἀσθενὴςˑ» διότι «τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν» ὁ ἀπόστολος ἐξηγεῖται, «τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναταιˑ οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.» καὶ ἐπεκδιηγούμενος ἐπιφέρει, ἵνα μὴ ὡς Μαρκίων ἀχαρίστως ἐκδέξηταί τις τὴν δημιουργίαν κακήνˑ «εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» πάλιν τε αὖˑ «εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκεινˑ λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν, ὡς συγκληρονόμοι Χριστοῦ.» (46) «οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖςˑ οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσενˑ οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσενˑ οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.» ὁρᾷς δὶ ἀγάπην διδασκομένην μαρτυρίαν, κἂν δι’ ἀμοιβὴν ἀγαθῶν ἐθελήσῃς μαρτυρῆσαι, ἀκούσῃ πάλινˑ «τῆ γὰρ ἐλπίδι ἐσώθημενˑ ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίςˑ ὃ γὰρ βλέπει τις, τί καὶ ἑλπίζει; εἰ δὲ ὃ οὐ βλέπομεν ἑλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.» «ἀλλ' εἰ καὶ πάσχομεν διὰ δικαιοσύνην, μακάριοι,»

 

 

94

φησὶν ὁ Πέτρος, «τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, κύριον δὲ τὸν Χριστὸν ἅγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἑλπίδος, ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε, καταισχυνθῶσιν οἰ ἐπηρεάζοντες τὴν καλὴν ἀναστροφὴν ὑμῶν ἐν Χριστῷ. κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.»

(47) Κἄν τις ἐρεσχελῶν λέγηˑ καὶ πῶς οἷόν τέ ἐστι τὴν σάρκα τὴν ἀσθενῆ πρὸς τὰς δυνάμεις καὶ τὰ πνεύματα τῶν ἐξουσιῶν ἀνθίστασθαι; ἀλλ’ ἐκεῖνο γνωριζέτω ὅτι τῷ παντοκράτορι καὶ τῷ κυρίῳ θαῤῥοῦντες ἀντιπολιτευόμεθα ταῖς ἀρχαῖς τοῦ σκότους καὶ τῷ θανάτῳ. «ἔτι σοῦ λαλοῦντος», φησίν, «ἐρεῖˑ ἰδοὺ πάρειμι.» ὅρα τὸν ἀήττητον βοηθόν, τὸν ὑπερασπίζοντα ἡμῶν. «μὴ ξενίζεσθε τοίνυν», ὁ Πέτρος λέγει, «τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεταιˑ» «καθάπερ γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.»

(48) ἄ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός,

οὔτ’ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου

δεινοὺς καθιεὶς πρίονας εἰς ἄκρους πόδας

πύθοι’ ἄν, οὐδ’ εἰ δεσμὰ πάντα προσβάλοις,

ἀφόβως ἀνδρεϊζομένη παρὰ τῇ τραγῳδίᾳ λέγει γυνή, ἥ τε Ἀντιγόνη τοῦ Κρεοντείου καταφρονοῦσα κηρύγματος θαρσοῦσά φησινˑ

οὐ γὰρ τί μοι Ζεὺς ἦν ὁ κηρύσσων τάδεˑ

θεὸς δὲ ἡμῖν κηρύσσει καὶ πειστέον αὐτῷˑ «καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν, λέγει γοῦν ἡ γραφήˑ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.» εἰκότως οὖν Σιμωνίδης γράφειˑ

ἔστι τις λόγος

τάν Ἀρετὰν ναίειν δυσαμβάτοις ἐπὶ πέτραις,

 

 

95

νυμφᾶν δὲ μιν θοᾶν χορὸν ἁγνὸν ἀμφέπεινˑ

οὐδὲ πάντων βλεφάροις θνατῶν ἔσοπτος,

ᾧ μὴ δακέθυμος ἰδρὼς ἔνδοθεν μόλῃ

ἵκῃ τ' ἐς ἄκρον ἀνδρείας.

(49) καὶ ὁ Πίνδαρος·

νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι

δόξαν εὐρίσκουσι, λάμπει δὲ χρόνῳ

ἔργα μετ' αἰθέρα λαμπευθέντα.

ταύτης τῆς ἐννοίας καὶ Αἰσχύλος ἐπιλαβόμενός φησι·

τῳ πονοῦντι δ’ ἐκ θεῶν

ὀφείλεται τέκνωμα τοῦ πόνου κλέος.

«μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι» καθ' Ἡράκλειτον.

τις δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;

«οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ, μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύρων τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ,» τῷ Τιμοθέῳ γράφει, εἴη δ’ ἄν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτονˑ «ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκενˑ» εἰ δὲ «ὁ θεὸς τῆς ἑλπίδος» οὗτὸς ἐστιν ᾧ μαρτυροῦμεν, ὥσπερ οὖν ἐστι, τὴν ἐλπίδα ἡμῶν ὁμολογοῦμεν εἰς τὴν ἐλπίδα σπεύδοντεςˑ οἱ δὲ «μεστοὶ τῆς ἀγαθωσύνης πεπληρωμένοι», φησί, «πάσης τῆς γνώσεως.»

(50) Ἰνδῶν οἱ φιλόσοφοι Ἀλεξάνδρῳ λέγουσι τῷ Μακεδόνιˑ «σώματα μὲν μετάξεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δ’ ἡμετέρας οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βουλόμεθα. πῦρ ἀνθρώποις μέγιστον κολαστήριονˑ τοῦτου ἡμεῖς καταφρονοῦμεν.» κἀντεῦθεν Ἡράκλειτος ἕν ἀντὶ πάντων κλέος ᾑρεῖτο, τοῖς δὲ πολλοῖς παραχωρεῖν ὁμολογεῖ «κεκορῆσθαι ὅκωσπερ κτήνεσι».

τοῦ σώματος γὰρ οὕνεκα οἱ πολλοὶ πόνοι,

τοῦδ’ οὕνεκα οἶκον στεγανὸν ἐξευρήκαμεν

λευκόν τε ὀρύττειν ἄργυρον σπείρειν τε γῆν,

τὰ τε ἄλλα ὅσα ἡμεῖς ὀνόμασι<ν> γινώσκομεν.

 

 

96

(51) τοῖς μὲν οὖν πολλοῖς ἡ ματαιοπονία αὕτη αἰρετή, ἡμῖν δὲ ὁ ἀπόστολός φησιˑ «τοῦτο δὲ γινώσκομεν, ὅτι ὁ παλαιὸς ἄνθρωπος ἡμῶν συνεσταύρωται, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ὰμαρτίᾳ.» ἆρ’ οὐκ ἐμφανῶς κάκεῖνα ἐπιφέρει ὁ ἀπόστολος δεικνὺς τὸν καταισχυμμὸν τῆς πίστεως παρὰ τοῖς πολλοῖς; «δοκῶ γὰρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους εσχάτους ἀπέδειξεν ὡς ἐπιθανάτιους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποιςˑ ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίˑ λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμενˑ ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.» (52) τοιαῦτα καὶ τὰ τοῦ Πλάτωνος ἐν Πολιτείᾳ, κἂν στρεβλῶται ὁ δίκαιος κἂν ἐξορύττηται τῷ ὀφθαλμώ, ὅτι εὐδαίμων ἔσται. οὔκουν ἐπὶ τῇ τύχῃ τὸ τέλος ἔξει ποτὲ ὁ γνωστικὸς κείμενον, ἀλλ’ ἐπ' αὐτῷ τὸ εὐδαιμονεῖν ἄν εἴη καὶ τὸ μακαρίῳ εἶναι βασιλικῷ τε φίλῳ τοῦ θεοῦˑ κἂν ἀτιμίᾳ τις περιβάλλῃ τοῦτον φυγῇ τε καὶ δημεύσει καὶ ἐπὶ πᾶσι θανάτῳ, οὐκ ἀποσπασθήσεταί ποτε τῆς ἑλευθερίας καὶ κυριωτάτης πρὸς τὸν θεὸν ἀγάπης, ἣ «πάντα στέγει καὶ πάντα ὑπομένει»· καλῶς πάντα τὴν θείαν διοικεῖν πρόνοιαν πέπεισται ἡ ἀγάπη. «παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε», φησίν. (53) ὁ μὲν οὖν πρῶτος βαθμὸς τῆς σωτηρίας ἡ μετὰ φόβου διδασκαλία, δι’ ἣν ἀπεχόμεθα τῆς ἀδικίας, δεύτερος δὲ ἡ ἐλπίς, δι’ ἣν ἐφιέμεθα τῶν βέλτιστων, τελειοῖ δὲ ἡ ἀγάπη, ὡς προσῆκον ἐστι, γνωστικῶς ἤδη παιδεύουσα.

Ἕλληνες γὰρ οὐκ οἶδ’ ὅπως ἀνάγκῃ δεδωκότες ἀλόγῳ τὰ συμβαίνοντα ἄκοντες πείθεσθαι ὁμολογοῦσιν. ὁ γοῦν Εὐριπίδης λέγειˑ ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι.

ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν,

θάπτει τε τέκνα καὶ ἕτερα σπείρει νέα,

αὐτός τε θνήσκει, καὶ τάδ’ ἄχθονται βροτοί.

εἶτα ἐπιφερειˑ

ταυτα δεῖ

στέγειν ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶνˑ

οὐ δεινὸν οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.

 

 

97

(54) Πρόκειται δὲ τοῖς εἰς τελείωσιν σπεύδουσιν ἡ γνῶσις ἡ λογική, ἧς θεμέλιος ἡ ἀγία τριάς, «πίστις, ἐλπίς, ἀγάπηˑ μείζων δὲ τούτων ἡ ἀγάπη.» ἀμέλει «πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ», φησὶν ὁ ἀπόστολος. καὶ «μηδεὶς τὸ ἐαυτοῦ ζητείτω μονον, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου», ὡς ποιεῖν ὁμοῦ καὶ διδάσκειν δύνασθαι οἰκοδομοῦντα καὶ ἐποικοδομοῦντα. ὅτι μὲν γὰρ «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτής», ὡμολόγηται, ἀλλˑ ἡ συνείδησις τοῦ ἀσθενοῦντος ὑποφέρεται. «συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἑλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.» «ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθαˑ τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ κυρίου.» (55) τούτοις ὁ γνωστικὸς τοῖς ὅπλοις κορυσσόμενος, ὦ κύριε, φησί, δὸς περίστασιν καὶ λάβε ἐπίδειξιν, ἴτω τὸ δεινὸν τοῦτο, κινδύνων ὑπερφρονῶ διὰ τὴν πρὸς σέ ἀγάπηνˑ

ὁθούνεκ' ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη

οὐκ ἐκ θυραίων τάπίχειρα λαμβάνει,

αὐτὴ δ’ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει.

«ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοί τοῦ θεοῦ ἅγιοι καὶ ἡγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ὁ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἐνὶ σώματιˑ καὶ εὐχάριστοι γίνεσθε,» οἱ ἐν σώματι ἔτι ὄντες, καθάπερ οἱ παλαιοὶ δίκαιοι ἀπάθειαν ψυχῆς καὶ ἀταραξίαν καρπούμενοιˑ

 

VIII

(56) ἐπεὶ οὐ μόνον Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεάτης ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀποῤῥήτων ἀντέσχεν πρὸς

 

 

98

τὰς βασάνους οὐδὲν ἐξὁμολογούμενος, ὅς γε καὶ τελευτῶν τὴν γλῶσσαν ἐκτρώγων προσέπτυσε τῷ τυράννῳ, ὃν οἱ μὲν Νέαρχον, οἳ δὲ Δημύλον προσαγορεύουσιν. ὁμοίως δὲ καὶ Θεόδοτος ὁ Πυθαγόρειος ἐποίησεν καὶ Πραΰλος ὁ Λακύδου γνώριμος, ὥς φησι Τιμόθεος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ τῆς τῶν φιλοσόφων ἀνδρείας καὶ Ἀχαϊκὸς ἐν τοῖς Ἡθικοῖς. ἀλλὰ καὶ Πόστουμος ὁ Ῥωμαῖος ληφθεὶς ὑπὸ Πευκετίωνος οὐχ ὅπως τι τῶν κεκρυμμένων οὐκ ἐδήλωσεν, ἀλλὰ καὶ τὴν χεῖρα ἐπὶ τοῦ πυρὸς θεὶς καθαπερεὶ χαλκὸν κατέτηκεν ἀτρέπτῳ πάνυ τῷ παραστήματι. τὰ γὰρ Ἀναξάρχου σιωπῶ «πτίσσε» ἐπιβοῶντος «τὸν Ἀναξάρχου θύλακονˑ Ἀνάξαρχον γὰρ οὐ πτίσσεις», ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο.

(57) Οὔτ' οὖν ἡ τῆς εὐδαιμονίας ἐλπὶς οὔθ’ ἡ πρὸς τὸν θεὸν ἀγάπη δυσανασχετεί πρὸς τὰ ὑποπίπτοντα, μένει δὲ ἑλευθέρα, κἂν θηρίοις τοῖς ἀγριωτάτοις, κἂν τῷ παμφάγῳ ὑποπέσῃ πυρι, κἂν κατακτείνηται βασάνοις τυραννικαῖς, τῆς θείας ἀπαρτωμένη φιλίας ἀδούλωτος ἄνω περιπολεῖ, τὸ σῶμα παραδοῦσα τοῖς τοῦτου μόνου ἐχεσθαι δυναμένοις. Γέται δὲ ἔθνος βάρβαρον οὐκ ἄγευστον φιλοσοφίας πρεσβευτήν αἱροῦνται πρὸς Ζάμολξιν ἥρωα κατ ἔτος, ὁ δὲ Ζάμολξις ἦν τῶν Πυθαγόρου γνωρίμων. (58) ἀποσφάττεται οὖν ὁ δοκιμώτατος κριθεὶς ἀνιωμένων τῶν φιλοσοφησάντων μέν, οὐχ αἱρεθέντων δέ, ὡς ἀποδεδοκιμασμένων εὐδαίμονος ὑπηρεσίας. μεστῆ μὲν οὖν πᾶσα ἡ ἐκκλησία τῶν μελετησάντων τὸν ζωοποιὸν θάνατον εἰς Χριστὸν παρ' ὅλον τὸν βίον καθάπερ ἀνδρῶν οὕτω δὲ καὶ γυναικῶν σωφρόνων. ἔξεστι γὰρ τῷ καθ' ἡμᾶς πολιτευομένῳ καὶ ἄνευ γραμμάτων φιλοσοφεῖν, κἂν βάρβαρος ἡ κἂν Ἕλλην κἂν δοῦλος κἂν γέρων κἂν παιδίον κἂν γυνήˑ κοινἢ γὰρ ἁπάντων τῶν ἀνθρώπων τῶν γε ἑλομένων ἡ σωφροσύνηˑ ὡμολόγηται δ’ ἡμῖν τὴν αὐτὴν φύσιν κατὰ γένος ἕκαστον τὴν αὐτὴν καὶ ἴσχειν ἀρετήν. (59) οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχει<ν> ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται, ἀλλ’ ἤ τὴν αὐτὴν, ὥστε καὶ τὴν ἀρετὴν. εἰ δὲ ἀνδρὸς ἀρετή σωφροσύνη δήπουθεν καὶ δικαιοσύνη καὶ ὅσαι ταύταις ἀκόλουθοι νομίζονται, <ἆρ’> ἀνδρὶ μόνῳ ἐναρέτῳ εἶναι προσήκει, γυναικὶ δὲ ἀκολάστῳ καὶ ἀδίκῳ; ἀλλὰ ἀπρεπὲς τοῦτο καὶ λέγειν.

 

 

99

σωφροσύνης οὖν ἐπιμελητέον καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης ὁμοίως μὲν γυναικί, ὁμοίως δὲ ἀνδρί, ἐλευθέρῳ τε καὶ δούλῳ, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι τῆς αὐτῆς φύσεως συμβέβηκεν. τὸ μὲν τοίνυν τὴν αὐτὴν εἶναι φύσιν τοῦ θήλεος πρὸς τὸ ἄῤῥεν, καθὸ θῆλύ ἐστιν, οὐ φαμὲνˑ πάντως γὰρ τίνα καὶ διαφορὰν ὑπάρχειν προσῆκεν ἐκατέρῳ τούτων, δι’ ἣν τὸ μὲν θῆλυ αὐτῶν, τὸ δὲ ἄῤῥεν γέγονενˑ τὸ γοῦν κυοφορεῖν καὶ τὸ τίκτειν τῇ γυναικὶ προσεῖναί φαμεν, καθὸ θήλεια τυγχάνει, οὐ καθὸ ἄνθρωποςˑ εἰ δὲ μηδὲν ἦν τὸ διάφορον ἀνδρὸς καὶ γυναικός, τὰ αὐτὰ ἂν ἑκάτερον αὐτῶν ἔδρα τε καὶ ἔπασχεν. (60) ᾗ μὲν τοίνυν ταύτὸν ἐστι, καθὸ ψυχή, ταύτῃ ἐπὶ τὴν αὐτὴν ἀφίξεται ἀρετὴνˑ ᾗ δὲ διάφορον, κατὰ τὴν τοῦ σώματος ἰδιότητα, ἐπὶ τὰς κυήσεις καὶ τὴν οἰκουρίαν. «θέλω γὰρ ὑμᾶς», φησὶν ὁ ἀπόστολος, «είδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ. οὐ γὰρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ.» ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναι φαμεν. οὕτω καὶ τὴν γυναῖκα σώφρονά τε ὁμοίως ἀξιώσαιμεν εἶναι καὶ πρὸς τὰς ἡδονὰς διαμάχεσθαι μεμελετηκυῖαν «λέγω δέˑ πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε», ἡ ἀποστολικὴ συμβουλεύει ἐντολήˑ «ἡ γὰρ σάρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. ταῦτα» οὖν «ἀντίκειται» οὐχ ὡς κακὸν ἀγαθῷ, ἀλλ’ ὡς συμφερόντως μαχόμενα. (61) ἐπιφέρει γοῦνˑ «ἴνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε.» «φανερὰ δὲ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεῖαι, ἔχθραι, ἔρεις, ζῆλοῖ, θυμοί, ἐριθίαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. ὁ δὲ καρπὸς τοῦ πνεῦματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἐγκράτεια, ἀγαθωσύνη, πίστις, πραότης.» «σάρκα», οἶμαι, τοὺς ἁμαρτωλούς, ὡς «πνεῦμα» τοὺς δικαίους εἴρηκεν. ναὶ μὴν τὸ τῆς ἀνδρείας πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν παραληπτέον, ὡς τῷ τύπτοντι τὴν σιαγόνα παραθεῖναι τὴν ἐτέραν καὶ τῷ τὸ ἱμάτιον αἴροντι καὶ τοῦ χιτῶνος παραχωρεῖν θυμωῦ κρατοῦντας ἐῤῥωμένως. οὐ γὰρ τινας Ἀμαζόνας τὰ πολεμικὰ

 

 

100

ἄνδρείας ἀσκοῦμεν τὰς γυναῖκας, ὅπου γε καὶ τοὺς ἄνδρας εἰρηνικοὺς εἶναι βουλόμεθα. (62) ἀκούω δ’ ἔγωγε καὶ Σαυρομάτιδας γυναῖκας πολέμῳ χρωμένας ἀνδρῶν οὐκ ἔλαττον, καὶ Σακίδας ἄλλας, αἳ τοξεύουσιν εἰς τοὐπίσω φεύγειν προσποιούμεναι τοῖς ἀνδράσιν ἐπ ἴσης. οἶδα καὶ τὰς πλησίον τῆς Ἰβηρίας γυναῖκας ἔργῳ καὶ πόνῳ χρωμένας ἀνδρικῷ, κἂν πρὸς τὸ ἀποκυεῖν γένωνται οὐδὲν ἀνιείσας τῶν πρακτέων, ἀλλˑ ἐν αὐτῇ πολλάκις τῇ ἀμίλλῃ τῶν πόνων ἡ γυνὴ ἀποκυήσασα τὸ βρέφος ἀνελομένη οἴκαδε φέρει, ἤδη γοῦν αἱ κύνες οὐδὲν ἔλαττον τῶν ἀῤῥένων καὶ οἰκουροῦσι καὶ θηρεύουσι καὶ τὰς ποίμνας φυλάττουσι.

Κρῆσσα κύων ἑλάφοιο κατ ἴχνιον ἔδραμε Γοργώ.

φιλοσοφητέον οὖν καὶ ταῖς γυναιξὶν ἐμφερῶς τοῖς ἀνδράσι, κἂν βελτίους οἱ ἄῤῥενες τὰ <τε> πρῶτα ἐν πᾶσι φερόμενοι τυγχάνωσιν, ἐκτὸς εἰ μὴ καταμαλακισθεῖεν. (63) ἀναγκαῖον οὖν σύμπαντι τῷ τῶν ἀνθρώπων γένει παιδεία τε καὶ ἀρετὴ, εἴ γε ἐπὶ τὴν εὐδαιμονίαν σπεύδοιεν. καὶ πῶς οὐ μάτην Εὐριπίδης ποικίλως γράφειˑ ποτὲ μὲν

πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος,

κἂν ὁ κάκιστος

γήμῃ τὴν εὐδοκιμούσαν

ποτέ δε

πᾶσα γὰρ δούλη ἐστὶν ἀνδρὸς ἡ σώφρων γυνή,

ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόντα ὑπερφέρει.

ού μὲν γὰρ κρεῖσσον καὶ ἄρειον

ἢ ὅθˑ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον

ἀνὴρ ἡδέ γυνή.

κεφαλὴ τοίνυν τὸ ἡγεμονικόν. εἰ δὲ «κύριος κεφαλὴ τοῦ ἀνδρός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ,» κύριος ὁ ἀνὴρ τῆς γυναικός, «εἰκὼν καὶ δόξα θεοῦ» ὑπάρχων. (64) διὸ καὶ ἐν τῇ πρὸς Ἐφεσίους γράφειˑ «ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦˑ αἰ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς ὁ σωτὴρ τοῦ σώματος. ἀλλ’ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἰ γυναῖκες τοῖς ἰδίοις

 

 

101

ἀνδράσιν ἐν παντί. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἡγάπησεν τὴν ἐκκλησίανˑ οὕτω καὶ οἱ ἄνδρες ὀφείλουσιν ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα, ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτόν ἀγαπᾷ· οὐδεὶς γὰρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν.» (65) κἂν τῇ πρὸς Κολοσσαεῖς «αἱ γυναῖκες» φησὶν, «ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνήκει ἐν κυρίῳ. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάνταˑ τοῦτο γὰρ εὐάρεστον τῷ κυρίῳ. οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλˑ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν κύριον, καὶ πᾶν ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ δουλεύοντες καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήψεσθε τὴν ἀνταποδοσιν τῆς κληρονομιάς, τῷ γὰρ κυρίῳ Χριστῷ δουλεύετεˑ ὁ γὰρ ἄδικος κομίσεται ὃ ἡδίκησεν, καὶ οὐκ ἔστι προσωποληψία. οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ,» «ὅπου οὐκ ἔνι Ἔλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἑλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» (66) εἰκὼν δὲ τῆς οὐρανίου ἐκκλησίας ἡ ἐπίγειος, ὅπερ εὐχόμεθα καὶ ἐπὶ γῆς γενέσθαι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷˑ «ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐὰν τις πρὸς τίνα ἔχῃ μομφήνˑ καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν, οὕτως καὶ ἡμεῖς. ἐπὶ πᾶσι δὲ τούτοις ἡ ἀγάπη, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἐνὶ σώματιˑ καὶ εὐχάριστοι γίνεσθε.» οὐδὲν γὰρ κωλύει πολλάκις τὴν αὐτὴν παρατίθεσθαι γραφὴν εἰς ἐντροπὴν Μαρκίωνος, ἤν πῶς μεταβάληται πεισθείς, εὐχάριστον δεῖν μαθὼν τὸν πιστὸν εἶναι τῷ δημιουργῷ θεῷ τῷ καλέσαντι ἡμᾶς καὶ εὐαγγελισαμένῳ ἐν σώματι.

(67) Σαφὲς ἡμῖν ἐκ τούτων ἡ ἐκ πίστεως ἐνότης, καὶ τις ὁ τέλειος δέδεικται, ὥστε καὶ ἀκόντων τινῶν καὶ τὰ πλεῖστα ἐνισταμένων, κἂν κολάσεις ἐπαρτώνται πρὸς τοῦ ἀνδρὸς ἢ πρὸς τοῦ δεσπότου, φιλοσοφήσει ὅ τε οἰκέτης ἥ τε γυνή, ναὶ

 

 

102

μήν καὶ ἑλεύθερος, κἂν <πρὸς> τυράννου θάνατος ἀπειλῆται τούτῳ, κἂν ἐπὶ δικαστήρια ἄγηται καὶ εἰς κινδύνους εσχάτους περιέλκηται περὶ τε τῆς κτήσεως ἁπάσης κινδυνεύσῃ, οὐκ ἀφέξεται τῆς θεοσεβείας οὐδ’ ὁπωστιοῦν οὐδὲ ἀπαυδήσει ποτὲ ἡ μὲν γυνὴ φαύλῳ συνοικούσα ἀνδρί, ὁ δὲ υἱὸς ἐὰν φαῦλον ἔχῃ πατέρα ἢ πονηρὸν δεσπότην ὁ οἰκέτης, τῆς ἀρετῆς ἐχόμενοι γενναίωςˑ άλλˑ ὡς ἀνδρὶ ἀποθνῄσκειν καλὸν ὑπὲρ τε ἀρετῆς ὑπὲρ τε ἑλευθερίας ὑπὲρ τε ἑαυτοῦ, ὡσαύτως καὶ γυναικίˑ οὐ γὰρ τῆς τῶν ἀῤῥένων φύσεως τοῦτο ἴδιον, ἀλλὰ τῆς τῶν ἀγαθῶν. (68) πιστῶς οὖν καὶ ὁ πρεσβύτης καὶ ὁ νέος καὶ ὁ οἰκέτης ὑπακούων ταῖς ἐντολαῖς βιώσεται τε καὶ, ἐὰν δέῃ, τεθνήξεται, ὅπερ ἂν εἴη διὰ θανάτου ζωοποιηθῆναι. ἴσμεν γοῦν καὶ παῖδας καὶ οἰκέτας καὶ γυναῖκας πολλάκις ἀκόντων πατέρων καὶ δεσποτῶν καὶ ἀνδρῶν βέλτιστους γεγονέναι. οὔκουν ἔλαττον προθυμεῖσθαι χρὴ τοὺς μέλλοντας θεοσεβῶς ζήσειν, ἐπειδὰν εἰργειν αὐτούς τινες δοκῶσιν, ἀλλὰ πολὺ πλέον οἶμαι προσήκειν σπεύδειν τε καὶ ἀγωνίζεσθαι διαφερόντως, ὅπως ἂν μὴ ἡττηθέντες ἀποπέσωσι τῶν ἀρίστων καὶ ἀναγκαιοτάτων βουλευμάτων, οὐ γὰρ οἶμαι σύγκρισιν ἐπιδέχεσθαι πότερον ἄμεινον θιασώτην γενέσθαι τοῦ παντοκράτορος ἢ τὸ τῶν δαιμόνων ἑλέσθαι σκότος, τὰ μὲν γὰρ ἄλλων ἕνεκα πραττόμενα ἡμῖν ἐκάστοτε πράξαιμεν ἂν εἰς ἐκείνους ἀποβλέπειν πειρώμενοι, ὧν ἕνεκα γίνεσθαι δοκεῖ, μέτρον ἡγούμενοι τοῦτο τὸ [ἐν] ἐκείνοις κεχαρισμένονˑ ἃ δὲ αὐτῶν μᾶλλον ἡ τινων ἐτέρων, ταῦτα ἂν ἡμῖν γίγνοιτο μετὰ τῆς ἴσης σπουδῆς, ἐὰν τε ἀρέσκειν τισὶ δοκῇ ἐὰν τε καὶ μή. (69) εἰ δὴ τῶν ἀδιαφόρων ἔνια τοιαύτην εἰληχε τιμὴν ὥστε καὶ ἀκόντων τινῶν αἰρετὰ εἶναι δοκεῖν, πολὺ δὲ πλέον τὴν ἀρετὴν περιμάχητον νομιστέον, μὴ εἰς ἄλλο τι ἀφορῶντας, ἀλλὰ εἰς αὐτὸ τὸ καλῶς πραχθῆναι δυνάμενον, ἐάν τε ἐτέρως δοκῇ τισιν ἐάν τε καὶ μή. καλῶς οὖν καὶ Ἐπίκουρος Μενοικεῖ γράφωνˑ «μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαίνειν. ὁ δὲ λέγων μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἡ μήπω παρεῖναι τὴν ὥραν ἢ μηκέτ’ εἶναι τὴν ὥραν, ὥστε φιλοσοφητέον καὶ νεωτέρῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζη τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων.»

 

 

103

IX

(70) Περὶ δὲ τοῦ μαρτυρίου διαῤῥήδην ὁ κύριος εἴρηκεν, καὶ τὰ διαφόρως γεγραμμένα συντάξωμενˑ «λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· τὸν δὲ ἀρνησάμενὸν με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνήσομαι αὐτὸν ἔμπροσθεν τῶν ἀγγέλων.» «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με ἢ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μωιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ.» «πᾶς οὖν ὅστις ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κάγὼ ίν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» «ὅταν δὲ φέρωσιν ὑμᾶς εἰς τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ προμεριμνᾶτε πῶς ἀπολογηθῆτε ἢ τί εἴπητεˑ τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ τί δεῖ εἰπεῖν.»

(71) Τοῦτον ἐξηγούμενος τὸν τόπον Ἡρακλέων ὁ τῆς Οὐαλεντίνου σχολῆς δοκιμώτατος κατὰ λέξιν φησὶν ὁμολογίαν εἶναι τὴν μὲν ἐν πίστει καὶ πολιτείᾳ, τὴν δὲ ἐν φωνῇ. «ἡ μὲν οὖν ἐν φωνῇ ὁμολογία καὶ ἐπι τῶν ἐξουσιῶν γίνεται, ἣν μόνην, φησίν, ὁμολογίαν ἡγοῦνταὶ εἶναι οἱ πολλοὶ οὐχ ὑγιῶς, δύνανται δὲ ταύτην τὴν ὁμολογίαν καὶ οἱ ὑποκριταί ὁμολογεῖν. ἀλλ’ οὐδ’ εὐρεθήσεται οὗτος ὁ λόγος καθολικῶς εἰρημένοςˑ οὐ γὰρ πάντες οἱ σῳζόμενοι ὡμολόγησαν τὴν διὰ τῆς φωνῆς ὁμολογίαν καὶ ἐξῆλθον, ἐξ ὧν Ματθαῖος, Φλιππος, Θωμᾶς, Λευῒς καὶ ἄλλοι πολλοί, καὶ ἔστιν ἡ διὰ τῆς φωνῆς ὁμολογία οὐ καθολική, ἀλλὰ μερική, καθολική δὲ ἣν νῦν λέγει, ἡ ἐν ἔργοις καὶ πράξεσι καταλλήλοις τῆς εἰς αὐτὸν πίστεως. ἕπεται δὲ ταύτῃ τῇ ὁμολογίᾳ καὶ ἡ μερικὴ ἡ ἐπὶ τῶν ἐξουσιῶν, ἐὰν δέῃ καὶ ὁ λόγος αἰρῇ. ὁμολογήσει γὰρ οὗτος καὶ τῇ φωνῇ, ὀρθῶς προομολογήσας πρότερον τῇ διαθέσει. (72) καὶ καλῶς ἐπὶ μὲν τῶν ὁμολογούντων ἐν ἐμοὶ εἶπεν, ἐπὶ δὲ τῶν ἀρνουμένων τὸ ἐμὲ προσέθηκεν. οὗτοι γάρ, κἂν τῇ φωνῇ ὁμολογήσωσιν αὐτόν, ὀρνοῦνται αὐτόν, τῇ πράξει μὴ ὁμολογοῦντες. μόνοι δ’ ἐν αὐτῷ ὁμολογοῦσιν οἱ ἐν τῇ κατ’ αὐτὸν πολιτείᾳ καὶ πράξει βιοῦντες, ἐν οἷς καὶ αὐτὸς ὁμολογεῖ ἐνειλημμένος αὐτοὺς καὶ ἐχόμενος ὑπὸ τούτων, διόπερ

 

 

104

ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανταιˑ ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ. οὐ γὰρ εἶπεν ὃς ὀρνήσηται ἐν ἐμοί, ἀλλ’ ἐμέˑ οὐδεὶς γὰρ ποτε ὢν ἐν αὐτῷ ἀρνεῖται αὐτόν. τὸ δὲ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ τῶν σῳζομένων καὶ τῶν ἐθνικῶν δὲ ὁμοίως παρ' οἶς μὲν καὶ τῇ πολιτείᾳ, παρˑ οἷς δὲ καὶ τῇ φωνῇ. [διόπερ ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανταιˑ ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ.]»

(73) Ταῦτα μὲν Ἡρακλέων καὶ τὰ μὲν ἄλλα φαίνεται ὁμοδοξεῖν ἡμῖν κατὰ τὴν περικοπὴν ταύτην, ἐκεῖνο δὲ οὐκ ἐπέστησεν ὅτι εἰ καὶ μὴ πράξει τινὲς καὶ τῷ βίῳ ὡμολόγησαν τὸν Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, τῷ μέντοι κατὰ φωνὴν ὁμολογεῖν ἐν δικαστηρίοις καὶ μέχρι θανάτου βασανιζομένους μὴ ὀρνεῖσθαι ἀπὸ διαθέσεως πεπιστευκέναι φαίνονταιδιάθεσίς δὲ ὁμολογουμένῃ καὶ μάλιστα ἡ μηδὲ θανάτῳ τρεπομένῃ ὑφˑ ἐν ἁπάντων τῶν παθῶν, ἀ δὴ διὰ τῆς σωματικῆς ἐπιθυμίας ἐγεννάτο, ἀποκοπήν ποιείταιέστι γὰρ ὡς ἔπος εἰπεῖν ἐπὶ τέλει τοῦ βίου ἀθρόα κατὰ τὴν πρᾶξιν μετάνοια καὶ ἀληθὴς εἰς Χριστὸν ὁμολογία ἐπιμαρτυρούσης τῆς φωνῆς, εἰ δὲ «τὸ πνεῦμα τοῦ πατρός» ἐν ἡμῖν μαρτυρεῖ, πῶς ἔτι ὑποκριταί, οὖς φωνῇ μόνη μαρτυρεῖν εἴρηκεν; δοθήσεται δὲ τισιν, ἐὰν συμφέρῃ, ἀπολογήσασθαι, ἵνα διὰ τε τῆς μαρτυρίας διὰ τε τῆς ὁμολογίας ὠφελώνται οἱ πάντες, ἰσχυροποιούμενοι μὲν οἱ κατ’ ἐκκλησίαν, θαυμάζοντες δὲ καὶ εἰς πίστιν ὑπαγόμενοι οἱ ἐξ ἐθνῶν τὴν σωτηρίαν πολυπραγμονήσαντες, οἱ λοιποὶ δὲ ὑπˑ ἐκπλήξεως κατεχόμενοι. (74) ὥστε τὸ ὁμολογεῖν ἐκ παντὸς δεῖ, ἐφˑ ἡμῖν γόρ, ἀπολογεῖσθαι δὲ οὐκ ἐκ παντός, οὐ γὰρ καὶ τοῦτο ἐφˑ ἡμῖν. «ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεταιˑ» ἐπεὶ τις οὐκ ἂν τῶν εὐ φρονούντων βασιλεύειν ἐν θεῷ, ἀλλ’ οὐ δουλεύειν ἕλοιτο; «θεὸν οὖν ὁμολογοῦσί» τινες «εἰδέναι» κατὰ τὸν ἀπόστολον, «τοῖς δὲ ἔργοις ὀρνοῦνται, βδελυκτοί ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι,» οἴ δέ, κἂν τοῦτο μόνον ὁμολογήσωσιν, ἐν τι κατεπράξαντο ἐπὶ τέλει ἔργον ἀγαθόν. ἔοικεν οὖν τὸ μαρτύριον ἀποκάθαρσις εἶναι ἁμαρτιῶν μετὰ δόξης. αὐτίκα ὁ Ποιμήν φησὶνˑ «ἐκφεύξεσθε τὴν ἐνέργειαν τοῦ ἀγριου θηρίου, ἐὰν ἡ καρδία ὑμῶν γένηται καθαρὰ καὶ ἀμωμος.» ἀλλὰ καὶ αὐτὸς ὁ κύριος «ἐξητήσατο ὑμᾶς ὁ σατανᾶς» λέγει «σινιάσαιˑ ἐγὼ δὲ παρητησάμην.» (75) μόνος τοίνυν ὁ κύριος διὰ τὴν τῶν ἐπιβουλευόντων αὐτῷ ἀνοιαν καὶ τὴν τών

 

 

105

ἀπίστων ἀποκάθαρσιν ἔπιεν τὸ ποτήριονˑ ὂν μιμούμενοι οἰ ἀπόστολοι ὡς ἂν τῷ ὄντι γνωστικοὶ καὶ τέλειοι ὑπερ τῶν ἐκκλησιῶν ἃς ἐπηξαν ἔπαθον. οὕτως οὖν καὶ οἱ κατ ἴχνος τὸ ἀποστολικὸν πορευόμενοι γνωστικοὶ ἀναμάρτητοί τε εἶναι ὀφείλουσι καὶ δι’ ἀγάπην τὴν πρὸς τὸν κύριον ἀγαπᾶν καὶ τὸν πλησίον, ἴν, εὶ καλοὶη περὶστασις, ὑπὲρ ἐκκλησίας ἀσκανδάλιστοι τὰς θλίψεις ὑπομένοντες τὸ ποτήριον πίωσιν. ὅσοι δὲ ἔργῳ μὲν παρὰ τὸν βίον, λόγῳ δὲ ἐν δικαστηρίῳ μαρτυροῦσι κἂν ἐλπίδα ἐκδεχόμενοι, κἂν φόβον ὑφορώμενοι, βελτίους οὗτοι τῶν στόματι μόνον ὁμολογούντων τὴν σωτηρίαν, ἀλλ’ εἰ καὶ ὑπερβαίη τις ἐπὶ τὴν ἀγάπην, τῷ ὄντι μακάριος οὗτος καὶ γνήσιος μάρτυς, τελείως ὁμολογησας καὶ ταῖς ἐντολαῖς καὶ τῷ θεῷ διὰ τοῦ κυρίου, ὃν ἀγαπήσας ἀδελφὸν ἐγνώρισεν, ὅλον ἑαυτόν ἐπιδοὺς διὰ <τὴν ἀγάπην τὴν πρός> τὸν θεόν, οἷον παρακαταθήκην εὐγνωμόνως καὶ ἀγαπητικῶς ἀποδιδοὺς τὸν ἀπαιτούμενον ἄνθρωπον.

(76) Ἐπάν δ’ ἔμπαλιν εἴπῃ «ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην,» οὐχ ὡς κακὸν τὸ διώκεσθαι παραινεῖ φεύγειν οὐδ’ ὡς θάνατον φοβουμένους διὰ φυγής ἐκκλίνειν προστάττει τοῦτον βούλεται δὲ ἡμᾶς μηδενὶ αἰτίους μηδὲ συναιτίους κακοῦ τινὸς γίνεσθαι, σφίσιν τε αὐτοῖς πρὸς δὲ καὶ τῷ διώκοντι καὶ τῷ ἀναιροῦντιˑ τρόπον γὰρ τίνα παραγγέλλει αὐτὸν περιίστασθαι, ὁ δὲ παρακούων τολμηρὸς καὶ ῥιψοκίνδυνος. (77) εἰ δὲ ὁ ἀναιρῶν «ἄνθρωπον θεοῦ» εἰς θεὸν ἁμαρτάνει, καὶ τοῦ ἀποκτειννύντος αὐτὸν ἔνοχος καθίσταται ὁ ἑαυτόν προσάγων τῷ δικαστηρίφοῦτος δ’ ἂν εἴη ὁ μὴ περιστελλόμενος τὸν διωγμόν, ἁλώσιμον διὰ θράσος παρέχων ἑαυτόν. οὗτὸς ἐστι τὸ ὅσον ἐφ’ ἑαυτῳ ὁ συνεργὸς γινόμενος τῇ τοῦ διώκοντος πονηρίᾳ, εἰ δὲ καὶ προσερεθίζοι, τέλεον αἴτιος, ἐκκαλούμενος τὸ θηρίον. ὡς δ’ αὔτως κἂν αἰτίαν μάχης παράσχῃ τινὰ ἢ ζημίας ἢ ἐχθρᾶς ἢ δίκης, ἀφορμὴν ἐγέννησε διωγμοῦ, διὰ τοῦτ οὖν μηδενὸς ἀντέχεσθαι τῶν ἐν τῷ βίῳ προστέτακται ἡμῖν, ἀλλὰ καὶ τῷ αἴροντι τὸ ἱμάτιον καὶ τὸν χιτῶνα προσδιδόναι, οὐχ ἵνα ἀπροσπαθεῖς διαμένωμεν μόνον, ἀλλ’ ὡς μὴ

 

 

106

ἀντιποιούμενοι τοὺς ἐπιδικαζόμενους ἐφ' ἑαυτοὑς ἀγριαίνωμεν καὶ δὶ ἡμῶν ἐπὶ τὴν τοῦ ὀνόματος διακινώμεν βλασφημίαν.

 

XI

(78) Ναί, φασιν, εἰ κήδεται ὑμῶν ὁ θεὸς, τί δήποτε διώκεσθε καὶ φονεύεσθε; ἤ αὐτὸς ὑμᾶς εἰς τοῦτο ἐκδίδωσιν; ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατικοῖς περιπίπτειν ἡμᾶς τὸν κύριον βουληθῆναι, ἀλλὰ προφητικῶς τὰ συμβήσεσθαι μέλλοντα προειρηκέναι, ὡς διὰ τὸ ὅνομα αὐτοῦ διωχβησόμεθα, φονευθησόμεθα, ἀνασκινδυλευθησόμεθα. ὥστ’ οὐ διώκεσθαι ἠθελησεν ἡμᾶς, ἀλλ’ πεισόμεθα προεμήνυσεν, διὰ τῆς τοῦ συμβήσεσθαι προαγορεύσεως εἰς καρτερίαν γυμνάσας, ᾗ τὴν κληρονομιάν ἐπηγγείλατο. καίτοι οὐ μόνοι, ἀλλὰ μετὰ πολλῶν κολαζόμεθα. ἀλλ’ ἐκείνοι, φασί, κακούργοι τυγχάνοντες δικαίως ὑπίσχουσι τὴν τιμωρίαν. (79) ἄκοντες οὖν μαρτυροῦσιν ἡμῖν τὴν δικαιοσύνην τοῖς διὰ δικαιοσύνην ἀδίκως κολαζομένοις. ἀλλ’ οὐδὲ τὸ ἄδικον τοῦ δικαστοῦ τῆς προνοίας ἀπτεται· δεῖ γὰρ κύριον εἶναι τὸν κριτήν τῆς ἑαυτοῦ γνώμης, μὴ νευροσπαστούμενον ἀψύχων δίκην ὁργάνων ἀφορμὰς ἴσως μόνον παρὰ τῆς ἔξωθεν αἰτίας λαμβάνοντα. δοκιμάζεται γοῦν ἐνκρίνει καθάπερ καὶ ἡμεῖς κατὰ τε τὴν τῶν αἰρετὼν ἐκλογὴν κατὰ τε τὴν ὑπομονήν κἂν μὴ ἀδικώμεν, ἀλλ’ ὡς ἀδικοῦσιν ἡμῖν ὁ δικαστής ἀφορμ· οὐ γὰρ οἶδεν τὰ καθ' ἡμᾶς οὐδὲ θέλει μαθεῖν, προλήψει δὲ συναπάγεται κενή, διὸ καὶ κρίνεται. διώκουσι τοίνυν ἡμᾶς οὐκ ἀδικους εἶναι καταλαβόντες, ἀλλ’ αὐτῷ μόνῳ τῷ Χριστιανοὺς εἶναι τὸν βίον ἀδικεῖν ὑπολαμβάνοντες αὐτοὺς τε οὕτω πολιτευόμενους καὶ τοὺς ἄλλους τὸν ὅμοιον αἱρεῖσθαι βίον προτρεπομένους.

(80) Διὰ τί δὲ οὐ βοηθεῖσθε διωκόμενοι; φασί. τί γὰρ καὶ ἀδικούμεθα ὡς πρὸς ἡμᾶς αὐτοὺς, θανάτῳ ἀπολυόμένοι πρὸς τὸν κύριον καὶ καθάπερ ἡλικίας μεταβολὴν, οὕτω δὲ καὶ βίου ἐναλλαγήν ὑπομένοντες; εἰ δὲ εὖ φρονοῖμεν, χάριν εἰσόμεθα τοῖς τὴν ἀφορμὴν τῆς ταχείας ἀποδημίας παρεσχημένοις, εἰ δὶ ἀγάπην μαρτυροίμεν εἰ δὲ μὴ φαῦλοί τινες ἄνδρες εἶναι τοῖς πολλοῖς ἐδοκοῦμεν ἡμάῖς, [εἰ] ἤδεσαν δὲ καὶ αὐτοὶ τὴν ἀλήθειαν, πάντες μὲν ἂν ἐπεπήδων τῇ ὀδῷ,

 

 

107

ἐκλογὴ δὲ οὐκ ἄν ἤν. ἀλλὰ γὰρ ἡ ἡμετέρα πίστις, «φῶς» οὖσα «τοῦ κόσμου», ἐλέγχει τὴν ἀπιστίαν, «ἐμὲ μὲν γὰρ Ἄνυτός τε καὶ Μέλητος ἀποκτείνειεν μέντˑ ἀν, βλάψειεν δ’ ἄν οὐδ’ ὁπωστιοῦν οὐ γὰρ οἶμαι θεμιτὸν εἶναι τὸ ἄμεινον πρὸς τοῦ χείρονος βλάπτεσθαι.» ὥστε θαῤῥοῦντα ἡμῶν ἕκαστον λέγειν «κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαιˑ τὶ ποιήσει μοι ἄνθρωπος;» «δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.»

 

XII

(81) Βασιλείδης δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ τῶν Ἐξηγητικῶν περὶ τῶν κατὰ τὸ μαρτύριον κολάζομένων αὐταῖς λέξεσι τάδε φησίˑ «φημὶ γὰρ τοι, ὁπόσοι ὑποπίπτουσι ταῖς λεγομέναις θλίψεσιν, ἤτοι ἡμαρτηκότες ἐν ἄλλοις λανθάνοντες πταίσμασιν εἰς τοῦτο ἀγονται τὸ ἀγαθόν, χρηστότητι τοῦ περιάγοντος ἀλλὰ ἐξ ἄλλων ὄντως ἐγκάλούμενοι, ἵνα μὴ ὡς κατάδικοι ἐπὶ κακοῖς ὁμολογουμένοις πάθωσι, μηδὲ λοιδορούμενοι ὡς ὁ μοιχὸς ἡ ὁ φονεύς, ἀλλ’ ὅτι Χριστιανοὶ πεφυκότες, ὅπερ αὐτοὺς παρηγορήσει μηδὲ πάσχειν δοκεῖν κἂν μὴ ἡμαρτηκὼς δ’ ὅλως τις ἐπὶ τὸ παθεῖν γένηται, σπάνιον μέν, ἀλλ’ οὐδὲ οὗτος κατ' ἐπιβουλὴν δυνάμεώς τι πείσεται, ἀλλὰ πείσεται ὡς ἔπασχε καὶ τὸ νήπιον τὸ δοκοῦν οὐχ ἡμαρτηκέναι.» (82) εἴθˑ ὑποβὰς πάλιν ἐπιφέρειˑ «ὡς οὖν τὸ νήπιον οὐ προημαρτηκὸς ἢ ἐνεργῶς μὲν οὐχ ἡμαρτηκὸς οὐδὲν, ἐν ἑαυτῷ [τῷ] δὲ τὸ ἁμαρτήσαι ἔχον, ἐπὰν ὑποβληθῇ τῷ παθεῖν, εὐεργετεῖται [τε], πολλὰ κερδαῖνον δύσκολα, οὐτωσί δὴ κἂν τέλειος μηδὲν ἡμαρτηκὼς ἔργῳ τύχῃ, πάσχῃ δέ, ὃ ἂν πάθῃ, τοῦτο ἐπαθεν ἐμφερῶς τῷ νηπίῳˑ έχων μὲν <γὰρ> ἐν ἑαυτῷ τὸ ἁμαρτητικόν, ἀφορμὴν δὲ πρὸς τὸ ἡμαρτηκέναι μὴ λαβὼν οὐχ ἡμάρτανεν. ὥστ’ οὐκ αὐτῷ τὸ μὴ ἁμαρτήσαι λογιστέον. ὡς γὰρ ὁ μοιχεῦσαι θέλων μοιχός ἐστι, κἂν τοῦ μοιχεῦσαι μὴ ἐπιτύχῃ, καὶ ὁ ποιῆσαι φόνον θέλων ἀνδροφόνος ἐστι, κἂν μὴ δύνηταί φονεῦσαι, οὐτωςὶ δὴ καὶ τὸν ἀναμάρτητον ὃν λέγω ἐὰν ἴδω πάσχοντα, κἂν μηδὲν ᾖ κακὸν πεπραχώς, κακὸν ἐρῶ τῷ θέλειν ἁμαρτάνειν. πάντ’ ἐρῶ γὰρ μᾶλλον ἢ κακὸν τὸ προνοοῦν ἐρῶ.» (83) εἴθ’ ὑποβὰς καὶ περὶ τοῦ κυρίου ἄντικρυς ὡς περὶ ἀνθρώπου λέγειˑ «ἐὰν μέντοι παραλιπὼν τούτους ἅπαντας τοὺς λόγους ἔλθῃς ἐπὶ τὸ δυσωπεῖν με

 

 

108

διά προσώπων τινῶν, εἰ τύχοι, λεγων, ὁ δείνα οὖν ἥμαρτεν, ἔπαθεν γὰρ ὁ δείνα, ἐὰν μὲν ἐπιτρέπης, ἐρῶ, οὐχ ἥμαρτεν μεν, ὅμοιος δὲ ἦν τῷ πάσχοντι νηπίῳ· εἰ μέντοι σφοδρότερον ἐκβιάσαιο τὸν λόγον, ἐρῶ, ἄνθρωπον ὅντιν’ ἄν ὀνομάσης ἄνθρωπον εἶναι, δίκαιον δὲ τὸν θεόν, καθαρὸς γὰρ οὐδεὶς, ὥσπερ εἶπέ τις, ἀπὸ ῥύπου.» ἀλλὰ τῷ Βασιλείδῃ ἡ ὑπόθεσις προαμαρτήσασάν φησι τὴν ψυχὴν ἐν ἑτέρῳ βίῳ τὴν κόλασιν ὑπομένειν ἐνταῦθα, τὴν μὲν ἐκλεκτήν ἐπιτίμως διὰ μαρτυρίου, τὴν ἄλλην δὲ καθαιρομένην οἰκείᾳ κολάσει, καὶ πῶς τοῦτο ἀληθὲς ἐφˑ ἡμῖν κειμένου τοῦ ὁμολογήσαι καὶ κολασθήναι ἡ μή; λύεται γὰρ ἐπὶ τοῦ ἀρνησομένου ἡ κατὰ τὸν Βασιλείδην πρόνοια. (84) ἐρωτῶ τοίνυν αὐτὸν ἐπὶ τοῦ κρατηθέντος ὁμολογητοῦ, πότερον μαρτυρήσει καὶ κολασθήσεται κατὰ τὴν πρόνοιαν ἢ οῦ. ἀρνούμενος γὰρ οὐ κολασθήσεται. εἰ δὲ ἐκ τῆς ἀποβάσεως καὶ τὸ μὴ δεῖν κολασθήναι τοῦτον φήσει, τὴν ἀπώλειαν τῶν ἀρνησομένων ἐκ προνοίας ἄκων προσμαρτυρήσει, πῶς δὲ ἔτι μισθὸς ο ἐνδοξότατος ἐν οὐρανῷ ἀπόκειται τῷ μαρτυρήσαντι διὰ τὸ μαρτυρῆσαι; εἰ δὲ τὸν ἁμαρτητικὸν οὐκ εἴασεν ἡ πρόνοια ἐπὶ τὸ ἁμαρτεῖν ἑλθεῖν, ἄδικος γίνεται κατ’ ἄμφω, καὶ τὸν διὰ δικαιοσύνην εἰς κόλασιν ἑλκόμενον μὴ ῥυομένῃ, καὶ τὸν ἀδικεῖν ἐθελήσαντα ῥυσαμένῃ, τοῦ μὲν ποιήσαντος δι’ ὧν ἐβουλήθῃ, τῆς δὲ κωλυσάσης τὸ ἔργον καὶ μὴ δικαίως περιεπούσης τὸν ἁμαρτητικόν. (85) πῶς δὲ οὐκ ἄθεος θειάζων μὲν τὸν διάβολον, ἄνθρωπον δὲ ἁμαρτητικὸν τολμήσας εἰπεῖν τὸν κύριον; πειράζει γὰρ ὁ διάβολος εἰδὼς μὲν ὅ ἐσμεν, οὐκ εἰδὼς δὲ εἰ ὑπομενοῦμεν ἀλλὰ ἀποσεῖσαι τῆς πίστεως ἡμᾶς βουλόμενος καὶ ὑπάγεσθαι ἑαυτῳ πειράζει, ὅπερ καὶ μόνον ἐπιτέτραπται αὐτῷ διὰ τε τὸ ἡμᾶς ἐξ ἑαυτῶν σῴζεσθαι δεῖν, ἀφορμὰς παρὰ τῆς ἐντολῆς εἰληφότας, διὰ τε τὸν καταισχυμμὸν τοῦ πειράσαντος καὶ ἀποτυχόντος διὰ τε τὴν ἱσχυροποίησιν τῶν κατὰ τὴν ἐκκλησίαν διὰ τε τὴν συνείδησιν τῶν θαυμασάντων τὴν ὑπομονήν. εἰ δὲ τὸ μαρτύριον ἀνταπόδοσις διὰ κολάσεως, καὶ ἡ πίστις καὶ ἡ διδασκαλία, δι’ ἃς τὸ μαρτύριον συνεργοί ἄρα αὗται κολάσεως, ἧς τις ἂν ἀλλῃ μείζων ἀπέμφασις γένοιτο; ἀλλὰ πρὸς μὲν τὰ δόγματα ἐκεῖνα, εἰ μετενσωματοῦται ἡ ψυχή, καὶ περὶ τοῦ διαβόλου κατὰ τοὺς οἰκείους λεχθήσεται καιρούς, νυνὶ δὲ τοῖς εἰρημένοις καὶ ταῦτα προσθώμεν ποῦ ἔτι ἡ πίστις κατὰ ἀνταποδοσιν τῶν προημαρτημένων

 

 

109

τοῦ μαρτυρίου γινομένου, ποῦ δὲ ἡ ἀγάπη ἡ πρὸς τὸν θεὸν διὰ τὴν ἀλήθειαν διωκομένη καὶ ὑπομένουσα, ποῦ δὲ ἔπαινος ὁμολογήσαντος ἢ ψόγος ἀρνησαμένου, εἰς τί δὲ ἔτι χρησίμη ἡ πολιτεία ἡ ὁρθή, τὸ νεκρῶσαι τὰς ἐπιθυμίας καὶ μηδὲν τῶν κτισμάτων μισεῖν; (86) εἰ δέ, ὡς αὐτὸς φησὶν ο Βασιλείδης, ἔν μέρος ἐκ τοῦ λεγομένου θελήματος τοῦ θεοῦ ὑπειλήφαμεν τὸ ἡγαπηκέναι ἅπαντα, ὅτι λόγον ἀποσωζουσι πρὸς τὸ πᾶν ἅπαντα, ἕτερον δὲ τὸ μηδενὸς ἐπιθυμεῖν καὶ τρίτον <τὸ> μισεῖν μηδὲ ἐν, θελήματι τοῦ θεοῦ καὶ <αἱ> κολάσεις ἐσονται· ὅπερ ἀσεβές ἐννοεῖν. οὔτε γὰρ ὁ κύριος θελήματι ἔπαθεν τοῦ πατρὸς οὔθ' οἱ διωκόμενοι βουλήσει τοῦ θεοῦ διώκονται, ἐπεὶ δυεῖν θάτερον, ἢ καλὸν τι ἔσται διωγμὸς διὰ τὴν βούλησιν τοῦ θεοῦ, ἢ ἀθφοι οἱ διατιθέντες καὶ θλίβοντες. ἀλλὰ μὴν οὐδὲν ἄνευ θελήματος τοῦ κυρίου τῶν ὅλων. λείπεται δὴ συντόμως φάναι τὰ τοιαῦτα συμβαίνειν μὴ κωλύσαντος τοῦ θεοῦ· τοῦτο γὰρ μόνον σῴζει καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ θεοῦ. (87) οὐ τὸ ἐνεργεῖν τοίνυν αὐτὸν τὰς θλίψεις οἴεσθαι χρή, μὴ γὰρ εἴη τοῦτο ἐννοεῖν, ἀλλὰ μὴ κωλύειν τοὺς ἐνεργοῦντας πεπεῖσθαι προσηκεν καταχρήσθαί τε εἰς καλὸν τοῖς τῶν ἐναντίων τολμήμασιν («καθελῶ» γοῦν φησι, «τὸν τοῖχον καὶ ἔσται εἰς καταπάτημα»), παιδευτικῆς τέχνης τῆς τοιαύτης οὔσης προνοίας ἐπὶ μὲν τῶν ἄλλων διὰ τὰς οἰκείας ἐκάστου ἁμαρτίας, ἐπὶ δὲ τοῦ κυρίου καὶ τῶν ἀποστόλων διὰ τὰς ἡμῶν. αὐτίκα ὁ θεῖος ἀπόστολος «τοῦτο γὰρ ἐστι τὸ θέλημα τοῦ θεοῦ» φησὶν, «ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἐκδικος ὁ κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν καὶ δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.» διὰ τοῦτον οὖν τὸν ἁγιασμὸν ἡμῶν οὐκ ἐκωλύθῃ παθεῖν ὁ κύριος. (88) εἰ τοίνυν ἀπολογούμενὸς τις αὐτῶν λέγοι κολάζεσθαι μὲν τὸν μάρτυρα διὰ τὰς πρὸ τῆσδε τῆς ἐνσωματώσεως ἁμαρτίας, τὸν καρπὸν δὲ τῆς κατὰ τόνδε τὸν βίον πολιτείας αὖθις ἀπολήψεσθαι, οὕτω γὰρ διατετάχθαι τὴν διοίκησιν, πευσόμεθα

 

 

110

αὐτοῦ, εἰ ἐκ προνοίας γίνεται ἡ ἀνταπόδοσιςˑ εἰ μὲν γὰρ μὴ εἴη τῆς θείας διοικήσεως, οἴχεται ἡ οἰκονομία τῶν καθαρσίων καὶ πέπτωκεν ἡ ὑπόθεσις αὐτοῖς, εἰ δὲ ἐκ προνοίας τὰ καθάρσια, ἐκ προνοίας καὶ αἰ κολάσεις, ἡ πρόνοια δὲ εἰ καὶ ἀπὸ τοῦ Ἄρχοντος, ὡς φασιν, κινεῖσθαι ἄρχεται, ἀλλ’ ἐγκατεσπάρη ταῖς οὐσίαις σὺν καὶ τῇ τῶν οὐσιὼν γενέσει πρὸς τοῦ θεοῦ τῶν ὅλων. ὧν οὕτως ἐχόντων ἀνάγκη ὁμολογεῖν αὐτοὺς ἡ τὴν κόλασιν μὴ εἶναι ἄδικον (καὶ δικαιοπραγοῦσιν οἰ καταδικάζοντες καὶ διώκοντες τοὺς μάρτυρας) ὴ ἐκ θελήματος ἐνεργεῖσθαι τοῦ θεοῦ καὶ τοὺς διωγμούς, οὐκέτι οὖν ὁ πόνος καὶ ὁ φόβος, ὡς αὐτοὶ λέγουσιν, ἐπισυμβαίνει τοῖς πράγμασιν ὡς ὁ ἰὸς τῷ σιδήρῳ, ἀλλ’ ἐκ βουλήσεως ἰδιας προσέρχεται τῇ φυχῇ·

 

XIII

(89) Καὶ περὶ μὲν τούτων πολὺς ὁ λόγος, ὃν ἐν ύστέρῳ σκοπεῖν ἀποκείσεται κατὰ καιρὸν διαλαμβάνουσιν. Οὐαλεντῖνος δὲ ἐν τινι ὁμιλίᾳ κατὰ λέξιν γράφειˑ «ἀπ' ἀρχῆς ἀθάνατοί ἐστε καὶ τέκνα ζωῆς ἐστε αἰώνιας καὶ τὸν θάνατον ἠθέλετε μερίσασθαι εἰς ἑαυτοὺς, ἵνα δαπανήσητε αὐτὸν καὶ ἀναλώσητε, καὶ ἀποθάνῃ ὁ θάνατος ἐν ὑμῖν καὶ δι’ ὑμῶν. ὅταν γὰρ τὸν μὲν κόσμον λύητε, ὑμεῖς δὲ μὴ καταλύησθε, κυριεύετε τῆς κτίσεως καὶ τῆς φθορᾶς ἁπάσης.» φύσει γὰρ σῳζόμενον γένος ὑποτίθεται καὶ αὐτὸς ἐμφερῶς τῷ Βασιλείδῃ, ἄνωθεν δὲ ἡμῖν δεῦρο τοῦτο δὴ τὸ διάφορον γένος ἐπὶ τὴν τοῦ θανάτου καθαίρεσιν ἥκειν, θανάτου δὲ γένεσιν ἔργον εἶναι τοῦ κτίσαντος τὸν κόσμον, διὸ καὶ τὴν γραφὴν ἐκείνην οὕτως ἐκδέχεταιˑ «οὐδεὶς ὅψεται τὸ πρόσωπον τοῦ θεοῦ καὶ ζήσεται» ὡς θανάτου αἰτίου, περὶ τοῦτου τοῦ θεοῦ ἐκεῖνα αἰνίττεται γράφων αὐταῖς λέξεσινˑ «ὁπόσον ἑλάττων ἡ εἰκὼν τοῦ ζῶντος προσώπου, τοσοῦτον ἥσσων ὁ κόσμος τοῦ ζῶντος αἰῶνος. (90) τις οὖν αἰτία τῆς εἰκόνος; μεγαλωσύνῃ τοῦ προσώπου παρεσχημένου τῷ ζωγράφῳ τὸν τύπον, ἵνα τιμηθῆ δὶ ὀνόματος αὐτοῦ· οὐ γὰρ αὐθεντικῶς εὐρέθῃ μορφή, ἀλλὰ τὸ ὅνομα ἐπλήρωσεν τὸ ὑστερησαν ἐν πλάσει, συνεργεῖ δὲ καὶ τὸ τοῦ θεοῦ ἀόρατον εἰς πίστιν τοῦ πεπλασμένου.» τὸν μὲν γὰρ Δημιουργὸν ὡς θεὸν καὶ πατέρα κληθέντα εἰκόνα τοῦ ἀληθινοῦ θεοῦ καὶ προφήτην

 

 

111

προσεῖπεν, ζωγράφον δὲ τὴν Σοφίαν, ἧς τὸ πλάσμα ἡ εἰκών, εἰς δόξαν τοῦ ἀοράτου, ἐπεὶ ὅσα ἐκ συζυγίας προέρχεται, πληρώματά ἐστιν, ὅσα δὲ ἀπὸ ἐνός, εἰκόνες, ἐπεὶ δὲ τὸ φαινόμενον αὐτοῦ οὐκ ἐστιν ἡ ἐκ μεσότητος ψυχή, ἔρχεται τὸ διαφέρον, καὶ τοῦτ’ ἐστι τὸ ἐμφύσημα τοῦ διαφέροντος πνεύματος, [καὶ καθ' ὅλου] ὅ ἐμπνεῖται τῇ ψυχῇ, τῇ εἰκόνι τοῦ πνεύματος, καὶ καθόλου τὰ ἐπὶ τοῦ Δημιουργοῦ λεγόμενα τοῦ «κατ' εἰκόνα» γενομένου, ταῦτˑ ἐν εἰκόνος αἰσθητής μοίρᾳ ἐν τῇ Γενέσει περὶ τὴν ἀνθρωπογονίαν προπεφητεῦσθαι λέγουσι. καὶ δὴ μετάγουσι τὴν ὁμοιότητα καὶ ἐφ’ ἑαυτοὺς, ἄγνωστον τῷ Δημιουργῳ τὴν τοῦ διαφέροντος ἐπένθεσιν πνεύματος γεγενήσθαι παραδιδόντες. (91) ὅταν μὲν οὖν περὶ τοῦ ἕνα εἶναι τὸν θεὸν τὸν διὰ νόμωυ καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον διαλαμβάνωμεν, καὶ πρὸς τοῦτο διαλεξόμεθα (ἀρχικὸς γὰρ ὁ λόγος), πρὸς δὲ τὸ κατεπείγον ἀπαντητέον. εἰ ἐπὶ τὸ καταλῦσαι θάνατον ἀφικνεῖται τὸ διαφέρον γένος, οὐχ ὁ Χριστὸς τὸν θάνατον κατήργησεν, εἰ μὴ καὶ αὐτὸς αὐτοῖς ὁμοούσιος λεχθείη· εἰ δ’ εἰς τοῦτο κατήργησεν ὡς μὴ τοῦ διαφέροντος ἀπτεσθαι γένους, οὐχ οὗτοι τὸν θάνατον καταργοῦσιν οἰ ἀντίμιμωι τοῦ Δημιουργοῦ, οἱ τῇ ἐκ μεσότητος ψυχή, τῇ σφετέρᾳ εἰκόνι, ἐμφυσῶντες τὴν ζωὴν τὴν ἄνωθεν κατὰ τὴν τοῦ δόγματος αἵρεσιν, κἂν διὰ τῆς μητρὸς τοῦτο συμβαίνειν λέγωσιν ἀλλὰ κἂν εἰ σὺν Χριστῷ καταστρατεύεσθαι τοῦ θανάτου λέγοιεν, ὁμολογούντων τὸ δόγμα τὸ κεκρυμμένον, ὡς τῆς θείας τοῦ Δημιουργοῦ κατατρέχειν τολμῶσι δυνάμεως, τὴν κτίσιν τὴν αὐτοῦ ὡς κρείττους ἐπανορθούμενοι, πειρώμενοι σῴζειν τὴν ψυχικὴν εἰκόνα, ἣν αὐτὸς ῥύσασθαι τῆς φθορᾶς οὐ κατίσχυσεν. εἴη δ’ ἂν καὶ ὁ κύριος ἀμείνων τοῦ δημιουργοῦ θεοῦ· οὐ γὰρ ἂν ποτε ὁ υἱὸς τῷ πατρὶ διαφιλονικοίη καὶ ταῦτα ἐν θεοῖς. (92) ὅτι δὲ οὗτὸς ἐστιν ὁ τοῦ υἱοῦ πατὴρ, ὁ δημιουργὸς τῶν συμπάντων, ὁ παντοκράτωρ κύριος, εἰς ἐκείνην ἀνεβαλόμεθα τὴν σκέψιν καθ' ἣν πρὸς τὰς αἱρέσεις ὑπεσχήμεθα διαλέξασθαι, τοῦτον εἶναι μόνον δεικνύντες τὸν ὑπˑ αὐτοῦ κεκηρυγμένον. ἀλλˑ ἡμῖν γε ὁ ἀπόστολος εἰς τὴν τῶν θλίψεων ὑπομονὴν γράφων «καὶ τοῦτο» φησὶν «ἀπὸ θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθῃ τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχεινˑ τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἰδετε ἐν ἐμο

 

 

112

καὶ νῦν ἀκούετε ἐν ἐμοί. εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατε μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονήτε, τὴν αὐτὴνγάπην ἔχοντες, σύμψυχοι, τὸ ἐν φρονοῦντες.» εἰ δὲ σπένδεται «ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ τῆς πίστεως» χαίρων καὶ συγχαίρων, <τοὺς δέ,> πρὸς οὔς ὁ λόγος τῷ ἀποστόλῳ, τοὺς Φιλιππησίους, συμμέτοχους τῆς χάριτος καλῶν, πῶς αὐτοὺς συμψύχους καὶ ψυχικοὺς λέγει; ὁμοίως καὶ περὶ Τιμοθέου καὶ ἑαυτοῦ γράφων «οὐδὲνα γὰρ ἔχω» φησὶν «ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ.»

(93) Μὴ τοίνυν ψυχικοὺς ἐν ὀνείδους μέρει λεγόντων ἡμᾶς οἱ προειρημένοι, ἀλλὰ καὶ οἱ Φρύγεςˑ ὔδῃ γὰρ καὶ οὗτοι τοὺς τῇ νέᾳ προφητείᾳ μὴ προσέχοντας ψυχικοὺς καλοῦσιν, πρὸς οὖς ἐν τοῖς Περὶ προφητείας διαλεξόμεθα. ἀγάπην οὖν ἀσκεῖν τὸν τέλειον χρή, κάνθένδε ἐπὶ τὴν θείαν φιλίαν σπεύδειν, δι’ ἀγάπην ἐκτελοῦντα τὰς ἐντολάς. τὸ δὲ ἀγαπᾶν τοὺς ἐχθροὺς οὐκ ἀγαπᾶν τὸ κακὸν λέγει οὐδὲ ἀσέβειαν ἡ μοιχείαν ἡ κλοπήν, ἀλλὰ τὸν κλέπτην καὶ τὸν ἀσεβῆ καὶ τὸν μοιχόν, οὐ καθὸ ἁμαρτάνει καὶ τῇ ποιᾳ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσηγορίαν, καθὸ δὲ ἀνθρωπὸς ἐστι καὶ ἔργον θεοῦ. (94) ἀμέλει τὸ ἁμαρτάνειν <ἐν> ἐνεργείᾳ κεῖται, οὐκ οὐσίᾳˑ διὸ οὐδὲ ἔργον θεοῦ. ἐχθροί δὲ οἱ ἁμαρτάνοντες εἴρηνται θεοῦ, οἱ ἐχθροί δὴ τῶν ἐντολῶν αἷς μὴ [δὲ] ὑπακηκόασι γενόμενοι, ὥσπερ φίλοι οἱ ὑπακηκοότες, οἴ μὲν διὰ τὴν οἰκείωσιν, οἴ δὲ διὰ τὴν ἀπαλλοτρίωσιν τὴν ἐκ προαιρέσεως προσαγορευθέντεςˑ οὐθὲν γὰρ ἡ ἔχθρα οὐδ’ ἡ ἁμαρτία ἄνευ τοῦ ἐχθροῦ καὶ τοῦ ἁμαρτάνοντος. καὶ τὸ μηδενὸς ἐπιθυμεῖν οὐχ ὡς ἀλλοτρίων τῶν ἐπιθυμητῶν ὅντων πόθον μὴ ἔχειν διδάσκει, καθάπερ ὑπειλήφασιν οἱ τὸν κτίστην ἄλλον εἶναι παρὰ τὸν πρῶτον θεὸν δογματίζοντες, οὐδἰ ὡς ἐβδελυγμένης καὶ κακῆς οὔσης τῆς γενέσεως, ἄθεοι γὰρ αἰ δόξαι αὗται ἀλλότρια δὲ ἡμεῖς φαμεν τὰ τοῦ κόσμου οὐχ ὡς ἄτοπα, οὐδ’ ὡς οὐχὶ τοῦ θεοῦ τοῦ πάντων κυρίου, ἀλλ’ ἐπειδὴ μὴ καταμένομεν ἐν αὐτοῖς τὸν πάντα αἰῶνα, κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἐκάστου ἡμῶν ἴδια, δι’ οὖς καὶ ἐγένετο, πλὴν ἐφ’ ὅσον γε αὐτοῖς ἀναγκαῖον συμπαρεῖναι. κατά

 

 

113

φυσικὴν τοίνυν ὅρεξιν χρηστέον τοῖς <μὴ> κεκωλυμένοις καλῶς, πᾶσαν ὑπερέκπτωσιν καὶ συμπάθειαν παραιτουμένους.

 

XIV

(95) ’Ὀσῃ δὲ καὶ χρηστότης· «ἀγαπᾶτε τοὺς ἐχθροὺς ὐμῶν» λέγει, «εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν» καὶ τὰ ὅμοιαˑ οἷς προστίθησιν «ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς», τὴν ἐξομοίωσιν τὴν πρὸς θεὸν αἰνισσόμενος. πάλιν δ’ αὖ φησὶν «ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ·» ἀντίδικος δὲ οὐ τὸ σῶμα, ῶς τινες βούλονται, ἀλλ’ ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν δὶ ἀνθρώπων τῶν ζηλούντων τὰ ἔργα αὐτοῦ ἐν τῷ ἐπιγειῳ τῷδε βίῳ. οὐχ οἷὸν τε οὖν μὴ παθεῖν τὰ ἔχθιστα τοὺς ὁμολογοῦντας μὲν ἑαυτοὺς εἶναι [τοῖς] τοῦ Χριστοῦ, ἐν δὲ τοῖς τοῦ διαβόλου καταγινομένους ἔργοις· γέγραπται γάρ· «μὴ ποτε παραδῷ σε τῷ κριτῇ, ὁ κριτὴς δὲ τῷ ὑπηρέτῃ» τῆς ἀρχῆς τοῦ διαβόλου. (96) «πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος», ὁ κατ' ἐπιφορὰν τῶν διωκόντων, «οὔτε ζωή«, ἡ κατὰ τὸν βίον τοῦτον, «οὔτε ἄγγελοι», οἱ ἀποστάται, «οὔτε ἀρχαί» (ἀρχὴ δὲ τῷ Σατανᾷ ὁ βίος ὃν εἰλετοˑ τοιαῦται γὰρ αἱ κατ' αὐτὸν ἀρχαί τε καὶ ἐξουσίαι τοῦ σκότους), «οὔτε τὰ ἐνεστώτα», ἐν οἶς ἐσμεν κατὰ τὸν τοῦ βίου χρόνον, ὡς τοῦ μὲν στρατιώτου ἡ ἐλπίς, τοῦ ἐμπορου δὲ τὸ κέρδος, «οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα» (κατ' ἐνέργειαν τὴν οἰκείαν ἀνθρώπῳ ἀντιπράττειν τῇ πίστει τοῦ προαιρουμένουˑ κτίσις δὲ συνωνύμως καὶ ἐνέργεια λέγεται, ἔργον ἡμέτερον οὖσα ἡ τοιάδε ἐνέργεια) «οὐ δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». ἔχεις συγκεφαλαίωση/ γνωστικοῦ μάρτυρος.

 

XV

(97) «Οἰδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν» τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεὸςˑ πρὸς πιστοὺς γὰρ ἐπέστελλενˑ ὅθεν ἐπιφέρειˑ «ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις» <ἡ> ἐν ὀλίγοις παραδιδομένηˑ εἰσὶ δὲ οἵ φασι τὴν «περί τῶν

 

 

114

εἰδωλοθύτων» γνῶσιν οὐκ ἐν πᾶσι φέρειν, «μὴ πῶς ἡ ἐξουσία ἡμῶν πρόσκομμα τοῖς ἀσθενέσι γένηταιˑ ἀπόλλυται γὰρ ὁ ἀσθενῶν τῇ σῆ γνώσει.» κἂν φάσκωσι «πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἀγοράζειν δεῖ», κατὰ πεῦσιν ἐπάγοντες τὸ «μηδὲν ἀνακρίνοντες» ἐπ' ἰσης τῷ ἀνακρίνοντες, γελοίαν ἐξήγησιν παραθήσονται. ὁ γὰρ ἀπόστολος «πάντα» φησὶ «τὰ ἄλλα ὠνεῖσθε ἐκ μακέλλου μηδὲν ἀνακρίνοντες», καθ' ὑπεξαίρεσιν τῶν δηλουμένων κατὰ τὴν ἐπιστολὴν τὴν καθολικήν τῶν ἀποστόλων ἁπάντων, σὺν τῇ εὐδοκίᾳ τοῦ ἁγιου πνεύματος, τὴν γεγραμμένην μὲν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, διακομισθεῖσαν δὲ εἰς τοὺς πιστοὺς δι’ αὐτοῦ διακονοῦντος τοῦ Παύλουˑ ἐμἤνυσαν γὰρ «ἐπάναγκες ἀπέχεσθαι δεῖν εἰδωλοθύτων καὶ αἰματος καὶ πνικτὼν καὶ πορνείας, ἐξ ὧν διατηροῦντας ἑαυτοὺς εὖ πράξειν.» ἕτερον οὖν ἐστι τὸ εἰρημένον πρὸς τοῦ ἀποστόλου· «μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοί τοῦ κυρίου καὶ Κηφᾶς; ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ,» φησὶν, «ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ,» ἤτοι φορτία περιάγοντες, δέον εὐλύτους εἰς πάντα εἶναι, ἢ ὑπόδειγμα τοῖς θέλουσιν ἐγκρατεύεσθαι γινόμενοι, [μὴ] οἰκοδομουμένοις εἰς τὸ ἀδεῶς τὰ παρατιθέμενα ἐσθίειν καὶ ὡς ἔτυχεν ὁμιλεῖν τῇ γυναικί· μάλιστα δὲ τοὺς τηλικαύτην «οἰκονομίαν πεπιστευμένους» ὑπόδειγμα τοῖς μανθάνουσιν ἄχραντον ἐκκεῖσθαι προσήκει. (98) «ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα,» φησὶν, «ἴνα τοὺς πάντας κερδήσω,» καὶ «πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται·» «αλλά τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» «διὰ τὴν συνείδησιν» οὖν ἀφεκτέον ὧν ἀφεκτέον. «συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ,» γνωστικὴ γὰρ, «ἀλλὰ τὴν τοῦ ἑτέρου,» ἵνα μὴ κακῶς οἴκοδομηθή ἀμαθίᾳ μιμούμενος ὃ μὴ γινώσκει, καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος, «ἴνα τί γὰρ ἡ ἑλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; πάντα οὖν ὅσα ποιεῖτε εἰς δόξαν θεοῦ ποιεῖτε·» ὅσα ὑπὸ τὸν κανόνα τῆς πίστεως ποιεῖν ἐπιτέτραπται.

 

 

115

XVI

(99) «Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν, λέγει γοῦν ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.» «τοῦτ' ἔστι τὸ ῥῆμα τῆς πίστεως ὅ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσης τὸ ῥῆμα τῷ στόματι σου ὅτι κύριος Ἰησοῦς καὶ πιστεύσης ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρών, σωθήση.» ἄντικρυς τελείαν δικαιοσύνην ὑπογράφει ἔργῳ τε καὶ θεωρίᾳ πεπληρωμένην. «εὐλογητέον οὖν τοὺς διώκονταςˑ εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.» «ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστι, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιοτητι καὶ εἰλικρινείμ» θεὸν ἔγνωμεν, δὶ ὀλίγης ταύτης προφάσεως τὸ τῆς ἀγάπης ἔργον ἐνδεικνύμενοι, ὅτι «οὐκ ἐν σοφίᾳ σαρκική, ἀλλ’ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ». (100) ταῦτα μὲν περὶ τῆς γνώσεως ὁ ἀπόστολος· τὴν δὲ κοινήν διδασκαλίαν τῆς πίστεως «ὀσμὴν γνώσεως» εἴρηκεν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους. «ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα τοῖς πολλοῖς ἐπι τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον» κατὰ τὴν πρὸς τὸν κύριον ἐπιστροφὴν. διὰ τοῦτο καὶ ἀνάστασιν ἔδειξε τοῖς διορᾶν δυναμένοις τὴν ἔτι ἐν σαρκὶ τοῦ βίου <τοῦ> ἐρποντος ἐπὶ κοιλίαν, ἐνθεν καὶ «γεννήματα ἐχιδνῶν» τοὺς τοιούτους ἐκάλεσεν, τοὺς φιλήδονους, τοὺς γαστρὶ καὶ αἰδοίοις δουλεύοντας, καὶ τὰς ἀλλήλων διὰ «τὰς κοσμικάς ἐπιθυμίας» ἀποτέμνοντας κεφαλάς. «τεκνία, μὴ ἀγαπώμεν λόγῳ μηδὲ γλώσσῃ,» <φησὶν> Ἰωάννης τελείους εἶναι διδάσκων, «ἀλλ' ἐν ἔργῳ καὶ ἀληθείᾳ. ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν.» εἰ δὲ ἀγάπη θεὸς, ἀγάπη καὶ ἡ θεοσέβεια· «φόβος οὐκ ἐστιν ἐν τῇ ἀγάπη, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον.» «αῦτῃ ἐστὶν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τόίς ἐντολὰς αὐτοῦ τηρῶμεν.» πάλιν τε αὖ τῷ γνωστικῳ ποθοῦντι γενέσθαι γέγραπται· «ἀλλὰ τύπος γίνου τῶν πιστὼν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπη, ἐν πίστει, ἐν ἀγνείμˑ» πίστεως γόρ, οἶμαι, τελειότης πρὸς τὴν κοινήν διαστέλλεται πίστιν. (101) καὶ δὴ γνωστικοῦ κανόνα ὁ θεῖος ἀπόστολος διὰ τοσώνδε παρίστησι, τοῦτο μὲν γράφων «ἐγὼ γὰρ ἐμαθον ἐν οἷς εἰμι αὐτόρκης εἶναι. οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινάν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι.

 

 

116

πάντα ἰσχύω ίν τῷ ἐνδυναμοῦντί με», τοῦτο δὲ καὶ πρὸς ἐντροπήν ἄλλοις διαλεγόμενὸς οὐκ ὀκνεῖ λέγειν «ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἶς φωτισθέντες πολλὴν ἀθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοί τῶν οὕτως ἀναστρεφομένων γένηθεντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγήν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβόλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἔρχόμενος ἤξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιὸς μου ἐκ πίστεως ζήσεται. καὶ ἐὰν ὑποστεληται, οὐκ εὐδοκεῖ ἡ ψυχῇ μου ἐν αὐτῷ. ἡμεῖς δὲ οὐκ ἐσμεν ὑποστολής εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.» (102) εἶτά σοι σμῆνος ὑποδειγμάτων θείων παρίστησιν. ἡ γὰρ οὐ πίστει, φησί, δι’ ὑπομονῆς κατώρθωσαν οἱ «ἐμπαιγμῶν καὶ μαστίγων πείραν» λαβόντες, «ἔτι δὲ δεσμῶν καὶ φυλακῆς; ἐλιθάσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπίθανον, περιήλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δερμασιν, ύστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἔρημίαις πλανώμενοι καὶ ὅρεσι καὶ σπηλαίοις καὶ ταῖς ὁπαῖς τῆς γῆς. καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ.» ἀπολείπεται νοεῖν τὸ κατὰ παρασιώπηση/ εἰρημένον μόνοι, ἐπιφέρει γοῦν (103) «περὶ ἡμῶν κρεῖττὸν τι προειδομένου τοῦ θεοῦ,» ἀγαθὸς γὰρ ἢν, «ἵνα μὴ χωρὶς ἡμῶν τελειωθώσι. τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος» ἅγιον καὶ διείδες «μαρτύρων, ὅγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγώνα, ἀφορώντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτήν Ἰησοῦν.» ὅτι μὲν οὖν μίαν σωτηρίαν λέγει ἐν Χριστῷ τῶν δικαίων καὶ ἡμῶν, σαφῶς μὲν εἴρηκεν πρότερον, οὐδὲν δὲ ἧττον καὶ περὶ Μωυσέως λέγων ἐπιφέρειˑ «μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρὼν τὸν όνειδισμὸν τοῦ Χριστοῦˑ ἀέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν πίστει κατέλιπεν Αἰγυπτον, μὴ φοβηθείς τὸν θυμὸν τοῦ βασιλέωςτὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.» ἡ θεῖα σοφία περὶ τῶν μαρτύρων λέγειˑ

 

 

117

«ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμαˑ οἵ δὲ εἰσὶν ἐν εἰρήνη, καὶ γὰρ ἐν ὅῴει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.» (104) εἶτα ἐπάγει, κάθαρσιν ἔνδοξον τὸ μαρτύριον διδάσκουσαˑ «καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς,» τουτέστιν εἰς δοκίμιον καὶ δυσωπίαν τοῦ πειράζοντος εἴασεν αὐτοὺς πειρασθήναι, «καὶ εὗρεν αὐτοὺς ἄξιους ἑαυτοῦ,» υἱοὺς κληθήναι δηλονότιˑ «ὡς χρυσὸν ἐν χωνευτηριῴ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὀλοκάρπωμα θυσίας προσεδέξατο αὐτοὺς. καὶ ἐν καιρῳ ἐπισκοπής αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθήρες ἐν καλάμῃ διαδραμοῦνται. κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαών, καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας.»

 

XVII

(105) Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγειˑ «τὶς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν πίστιν ὑμῶν οὐκ ἐδοκίμασεν; τὴν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλή γνῶσιν οὐκ ἐμακόρισεν; ἀπροσωπολήπτως γὰρ πάντα ἐποιείτε, καὶ ἐν τοῖς νομίμοις τοῦ θεοῦ ἐπορεύεσθε» καὶ τὰ ἐξῆς. εἴτ ἐμφανέστερον«άτενίσωμεν οὖν εἰς τοὺς τελείως λειτουργήσαντας αὐτοῦ τῇ μεγαλόπρεπε? δόξη. λάβωμεν Ἐνὡχ, ὅς ἐν ὑπακοὴ δίκαιος εὐρεθείς μετετέθῃ, καὶ Νῶε, ὅς πιστεύσας διεσώθη, καὶ Ἀβραὰμ, ὅς διὰ πίστιν καὶ φιλοξενίαν φίλος θεοῦ, πατὴρ δὲ τοῦ Ἰσαὰκ προσηγορεύθη. διὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσὡθῃ ἐκ Σοδόμων διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθῃ Ῥαἀβ ἡ πόρνηˑ δὶ ὑπομονήν καὶ πίστιν ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς καὶ τριχῶν καμηλείων πλέγμασιν περιεπάτησαν κηρύσσοντες τὴν βασιλείαν τοῦ Χριστοῦ, λέγομεν δὲ Ἡλίαν καὶ Ἐλισσαῖον, Ἱεζεκιὴλ τε καὶ Ἰωάννην, τοὺς προφήτας.» (106) ὁ γὰρ τοι φίλος θεοῦ διὰ πίστιν ἑλευθέραν κληθείς Ἀβραὰμ οὐκ ἐπήρθῃ τῇ δόξῃ, μετριοπαθὼν δὲ ἔλεγενˑ «ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός.» «περί τε τοῦ Ἰώβ οὕτως γέγραπται Ἰώβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος,

 

 

118

ἀληθινὸς καὶ θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.» οὗτος ὁ νικήσας δι’ ὑπομονῆς τὸν πειράσαντα καὶ μαρτυρήσας ἅμα καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ θεοῦ [ὅς] ταπεινοφροσύνης ἀντέχεται καὶ λέγει· «οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ εἰ μιᾶς ἡμέρας ἡ ζωῇ αὐτοῦ.» Μωυσῆς, «ὁ πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἰκῳ αὐτοῦ,» πρὸς τὸν χρηματίζοντα ἐκ τῆς βάτου εἶπενˑ «τις εἰμι ἐγὼ, ὅτι με πέμπεις; ἐγὼ δὲ εἰμι ἱσχνόφωνος καὶ βραδύγλωσσος» φωνὴν κυρίου διὰ γλώσσης ἀνθρωπίνης διακονῆσαι. καὶ πάλινˑ «ἐγὼ δὲ εἰμι ἀτμίς ἀπὸ χύτρας.» «θεὸς γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.» (107) ναὶ μὴν καὶ Δαβὶδ, ἐφ' οὗ μαρτυρῶν ὁ κύριος λέγειˑ «εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαβὶδ τὸν τοῦ Ἰεσσαίˑ ἐν ἐλαίῳ ἀγίῳ ἐχρισα αὐτὸν ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θέον ἐλέησὸν με, ὁ θεὸς, κατὰ τὸ μέγα ἑλεος σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἴκτιρμὼν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνὸν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισὸν μεδτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιον μού ἐστι διὰ παντός.» ἔπειτα τὴν οὐχ ὑποπίπτουσαν νόμῳ αἰνιττόμενος ἁμαρτίαν γνωστικῶς μετριοπαθὼν ἐπιφέρειˑ «σοι μόνῳ ἡμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον σου ἐποίησα. λέγει γὰρ που ἡ γραφῇˑ πνεῦμα κυρίου λύχνος ἐρευνὼν τὰ ταμεία τῆς γαστρός.» καὶ ὅσῳ τις δικαιοπραγὼν γνωστικώτερος γίνεται, προσεχέστερον τούτῳ τὸ πνεῦμα τὸ φωτεινόν, οὕτως ἐγγίζει τοῖς δικαίοις ὁ κύριος καὶ «οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν καὶ τῶν διαλογισμῶν ὧν ποιούμεθατὸν κύριον Ἰησοῦν» λέγω, τὸν τῷ παντοκρατορικῷ θελήματι ἐπίσκοπον τῆς καρδίας ἡμῶνˑ «οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἡγιάσθη. (108) ἐντραπῶμεν οὖν τοὺς προηγούμενους ἡμῶν καὶ αἰδεσθώμεν, τοὺς πρεσβυτέρους τιμήσωμεν, τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ θεοῦ.» μακάριος γὰρ ὃς ἂν διδάσκῃ καὶ ποιῇ τὰ τοῦ κυρίου κατ ἀξίανμεγαλόφρονος δὲ ἐννοιας ἐστὶν καὶ θεωρητικής τῆς ἀλήθειας, «τάρ γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα, τὸ ἀξιαγάπητον ἦθος τῆς ἀγνείας», φησὶν, «ἐνδειξάσθωσανˑ τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαντό ἐπιεικές τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγής φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσι τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν. τὰ τέκνα ἡμῶν

 

 

119

τῆς ἐν Χριστῷ παιδείας μεταλαβέτωσανˑ μαθέτωσαν τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἀγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος τοῦ κυρίου καλὸς καὶ μέγας, σῴζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρῳ καρδίᾳ. ἐρευνητὴς γὰρ ἐννοιῶν καὶ ἐνθυμημάτων οὗ ἡ πνοῇ αὐτοῦ ἐν ἡμῖν ἐστι, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτὴν. (109) ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστιςδεῦτε, τέκνα, ὁ κύριος λέγειἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τις ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθός;» εἶτα ἑβδομάδος καὶ όγδοάδος μυστήριον γνωστικὸν ἐπιφέρει«παῦσον τὴν γλωσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον ἐκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτὴν.» γνῶσιν γὰρ αἰνίττεται διὰ τούτων μετὰ τε ἀποχῆς κακῶν μετὰ τε ἐνεργείας ἀγαθῶν, ἔργῳ τε καὶ λόγῳ τελειοῦσθαι διδάσκων, «οφθαλμοί κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶνˑ πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. (110) ἐκέκραξεν δὲ <ὁ δίκαιος καί> ὁ κύριος εἰσήκουσε καὶ ἐκ πασῶν τῶν θλίψεων ἐῤῥύσατο αὐτόν. πολλαὶ μὲν γὰρ μάστιγες τῶν ἁμαρτωλών, τοὺς δὲ ἑλπίζοντας ἐπὶ κύριον ἑλεος κυκλώσει.» <ύπό> πλήθους ἑλέου περιέχεσθαι τὸν ἑλπίζοντα γνησίως λέγειδτι ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ γέγραπται»διὰ Ἰησοῦ Χριστοῦ ἡ ἀσύνετος καὶ ἐσκοτισμένῃ διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς. διὰ τοῦτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γεύσασθαι.» ῥητότερον καὶ τὸ τῆς γνώσεως ἰδίωμα ἐμφαίνων ἐπήγαγεν«προδήλων οὖν ὄντων ἡμῖν τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βόίθῃ τῆς θείας γνώσεως, πάντα τάξει ποιεῖν ὀφείλομεν, ὅσα ὁ δεσπότης ἐπιτελεῖν ἐκέλευσεν, κατὰ καιροὺς τεταγμένους.» «ὁ σοφὸς τοίνυν ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ λόγοις μόνον, ἀλλ’ ἐν ἔργοις ἀγαθοῖςό ταπεινόφρων μαρτυρεῖτω μὴ ἑαυτῳ, ἀλλ’ ἐἀτω ὑφ' ἑτέρου αὐτὸν μαρτυρεῖσθαι ὁ ἀγνὸς τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἔτερός ἐστιν ὁ ἐπιχορηγὼν αὐτῷ τὴν ἐγκράτειαν.» «όράτε, ἀδελφοί, ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως, τοσούτῳ ὑποκείμεθα μᾶλλον κινδύνῳ.»

 

 

120

XVIII

(111) Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἀγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελές ζητεῖ, ἐὰν τε μαρτυρῆ ἐὰν τε καὶ παιδεὐῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τούτῳ, ἀγράφῳ τε καὶ ἐγγράφῳ. αὕτη ἐστὶν ἡ ἀγάπη, τὸ ἀγαπᾶν τὸν θεὸν καὶ τὸν πλησίον, αὕτη εἰς τὸ ἀνεκδιήγητον ὕψος ἀνάγει· «ἀγάπη καλύπτει πλῆθος ἁμαρτιών, ἀγάπη πάντα ἀνἔχεται, πάντα μακροθυμεῖ, ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, πάντα ποιεῖ ἐν ὁμονοίμεν τῇ ἀγάπη ἐτελειώθησαν πάντες οἰ ἐκλεκτοί τοῦ θεοῦ· δίχα ἀγάπης οὐδὲν εὐάρεστον τῷ θεῷ.» «τῆς τελειότητος αὐτῆς οὐκ ἐστιν ἐξήγησις», φησί. «τις ἱκανὸς ἐν αὐτῇ εὐρεθήναι, εἰ μὴ οὖς ἄν αὐτὸς καταξιώσῃ ὁ θεὸς;» αὐτίκα ὁ ἀπόστολος Παῦλος «ἐὰν τὸ σῶμά μου ἐπιδώ» φησὶν, «ἀγάπην δὲ μὴ ἐχω, χαλκὸς εἰμι ήχων καὶ κύμβαλον ἀλαλάζον» ἢν μὴ ἐκ διαθέσεως ἐκλεκτής, δι’ ἀγάπης γνωστικῆς μαρτυρήσω, λέγει, φόβῳ δέ. (112) εἴπερ οὖν καὶ μισθῷ προσδοκωμένῳ ἐπικροτων τὰ χείλη εἰς μαρτυρίαν κυρίου ὁμολογήσω κύριον, κοινὸς εἰμι ἄνθρωπος, ήχων τὸν κύριον, οὐ γινώσκων. ἐστι γὰρ καὶ ὁ λαὸς ὁ τοῖς χείλεσιν ἀγαπῶν, ἐστι καὶ ἄλλος <ὁ> παραδιδοὺς τὸ σῶμα, ἵνα καυθήσεται. «κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,» φησὶν, οὐ κατὰ τὸν τῆς κοινωνίας τῆς ἀγαπητικής λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀνταποδόσεως ἡ παρὰ τοῦ εὐεργετουμένου ἀνθρώπου ἡ παρὰ τοῦ ἐπηγγελμένου κυρίου»κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρῃ μεθιστάναι» καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πόῖθῃ, μὴ δι’ ἀγάπην δὲ πιστωθώ τῷ κυρίῳ, «οὐθέν εἰμι», ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ μηδὲν διαφέρον λογιζόμενος. «αί γενεαί δὲ πᾶσαι ἀπὸ Ἀδάμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον ἀλλ’ οἱ ἐν ἀγάπη τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσι χώραν εὐσεβῶν οἴ φανερωθήσονται ἐν τῇ ἐπισκοπή τῆς βασιλείας τοῦ Χριστοῦ.» (113) ἡ ἀγάπη ἁμαρτάνειν οὐκ ἐὰ· ἤν δὲ καὶ περιπέσῃ ἄκων τοιαύτη τινι περιστάσει διὰ τὰς παρεμπτώσεις τοῦ ἀντικειμένου, μιμησάμενος τὸν Δαβὶδ ψαλεί«έξὁμολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον, φέροντα κέρατα καὶ ὁπλάς. ίδέτωσαν πτωχοί καὶ εὐφρανθήτωσαν. λέγει γάρθῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχὰς σου· καὶ ἐπικάλεσαί με ἐν

 

 

121

ἡμέρᾳ θλίῴεὡς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις μεˑ θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένου.» ἀγάπη τοίνυν καὶ ὁ θεὸς εἴρηται, ἀγαθὸς ὤν. οὗ «ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται,» μήτε ἀδικοῦσα μήτε ἀνταδικοῦσά ποτέ, ἀγαθοποιοῦσα δὲ πρὸς πάντας ἀπαξαπλῶς κατ' εἰκόνα θεοῦ. «πλήρωμα οὖν νόμου ἡ ἀγάπη,» καθάπερ ο Χριστός, τουτέστιν ἡ παρουσία τοῦ ἀγαπῶντος ἡμᾶς κυρίου, καὶ ἡ κατὰ Χριστὸν ἀγαπητικὴ ἡμῶν διδασκαλία τε καὶ πολιτεία, ἀγάπη γοῦν τὸ μὴ μοιχεῦσαι καὶ τὸ μὴ ἐπιθυμῆσαι τῆς τοῦ πλησίον τελειοῦται, φόβῳ πρότερον κεκωλυμένον. τὸ αὐτὸ γοῦν ἔργον διαφοράν ἴσχει ἢ διὰ φόβον γενόμενον ἢ δι’ ἀγάπην τελεσθέν καὶ ἤτοι διὰ πίστεως ἢ καὶ γνωστικῶς ἐνεργούμενον. εἰκότως γοῦν καὶ τὰ τούτων <ἆθλα> διάφοραˑ (114) τῷ μὲν γνωστικῳ ἡτοίμασται «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὐς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἐκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν.

Ἐνταῦθα γενόμενος ἀνεμνήσθην τινὸς φάσκοντος ἑαυτόν γνωστικόν, ἐξηγούμενος γὰρ τὸ «ἐγὼ δὲ λέγω, ὁ <ἐμ>βλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν» οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ ἐπιθυμίᾳ τὸ κατ' αὐτὴν ἔργον περαιτέρω τῆς ἐπιθυμίας χωροῦν ἐν αὐτῇ ἐκτελήται· εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, συγκαταχρῆται ἤδη καὶ τῷ σώματι. (115) λέγουσιν οὖν οἱ τὰς ἱστορίας συνταξάμενοι Βοκχόριδος τοῦ δικαίου κρίσιν τοιάνδε. ἐρῶν ἑταίρας νεανίας πείθει μισθῷ τινι ὡρισμένῳ τὴν παίδα ἀφικέσθαι τῇ ὑστεραίᾳ πρὸς αὐτόν. προλαβούσης ὄναρ τῆς ἐπιθυμίας τὴν παῖδα παρ' ἐλπίδα κορεσθείς ἥκουσαν τὴν ἐρωμένην κατὰ τὸ τεταγμένον εἴργει τῆς εἰσόδου, ἣ δὲ ἐκμαθοῦσα τὸ γεγονὸς ἀπῄτει τὸν μισθόν, καὶ τῇδέ πῶς αὐτὴ τὴν ἐπιθυμίαν τῷ ἐραστῇ πεπληρωκέναι λέγουσα. ἧκον οὖν ἐπὶ τὸν κριτήν, τὸ βαλλάντιον οὗτος τοῦ μισθώματος τὸν νεανίσκον προτείνειν κελεὑσας, ἐν ἡλίῳ δέ, τὴν ἐταίραν λαβέσθαι προσέταξεν τῆς σκιᾶς, χαριέντως εἴδωλον μισθώματος ἀποδιδόναι κελεὑσας εἰδώλου συμπλοκῆς.

(116) Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατ ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο

 

 

122

γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλ’ ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατ' ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ ἁμαρτητικῶς δὶ οὗ τεθαύμακεν κρίνεταιˑ ἔμπαλιν γὰρ ὁ δι’ ἀγάπην τὴν ἁγνήν προσβλέπων τὸ κάλλος οὐ τὴν σάρκα ἡγεῖται, ἀλλὰ τὴν ψυχὴν καλὴν, τὸ σῶμα, οἶμαι, ὡς ἀνδριάντα θαυμάσας, δι’ οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὐτὸν παραπέμπει, σύμβολον ἅγιον τὸν χαρακτῆρα τῆς δικαιοσύνης τὸν φωτεινὸν ἐπιδεικνύμενος τοῖς ἐφεστώσι τῇ ἀνόδῳ ἀγγέλοις, τὸ χρίσμα τῆς εὐαρεστήσεως λόγω, τὴν ποιότητα τῆς διαθέσεως τὴν ἐπικειμένην τῇ ψυχῇ κατ ἐπιχώρησιν τοῦ ἁγιου πνεύματος γεγανωμένη. (117) ταύτην τὴν δόξαν τὴν ἐκλάμψασαν ἐπὶ τοῦ προσώπου Μωυσέως ὁ λαὸς οὐχ οἶός τε ὴν προσβλόπειν, διὸ καὶ κάλυμμα ἐλάμβανε τῆς δόξης πρὸς τοὺς σαρκικῶς θεωμένους. τοὺς μὲν γὰρ ὲπαγομένους τινὰ τῶν κοσμικῶν κατέχουσιν οἱ τὸ τέλος ἀπαιτοῦντες τοῖς σφετέροις βαρουμένους πάθεσι, τὸν δὲ γυμνὸν μὲν τῶν ὑποπιπτόντων τῷ τέλει, πλήρῃ δὲ γνώσεως καὶ τῆς ἐξ ἔργων δικαιοσύνης συνευχόμενοι παραπέμπουσι, τὸν ἄνδρα σὺν καὶ τῷ ἔργῳ μακαρίσαντεςˑ «καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται», τοῦ ζωτικοῦ ξύλου, τοῦ κατὰ «τὰς διεξόδους τῶν ὑδάτων» τεθραμμένουˑ καρποφόροις δὲ ὁ δίκαιος ἀπεικάζεται δένδροις, οὐ μόνον τοῖς κατὰ τὴν τῶν μεταρσίων θυσίαν ἦσαν δὲ κἂν ταῖς τῶν θυσιῶν προσαγωγαῖς παρὰ τῷ νόμῳ οἱ τῶν ἱερείων μωμωσκόποι. ὄρεξιν οὖν ἐπιθυμίας διακρίνουσιν οἱ περὶ ταῦτα δεινοί, καὶ τὴν μίν ἐπὶ ἡδοναῖς καὶ ἀκολασίᾳ τάττουσιν ἄλογον οὖσαν, τὴν δὲ ὄρεξιν ἐπὶ τῶν κατὰ φύσιν ἀναγκαίων λογικὴν ὑπάρχουσαν κίνησιν.

 

XIX

(118) Ταύτης τοι τῆς τελειότητος ἐξεστιν ἐπˑ ἴσης μὲν ἀνδρί, ἐπ ἴσης δὲ καὶ γυναικὶ μεταλαβείν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος, ἀκούσας παρὰ τοῦ θεοῦˑ «λελάληκα πρὸς σὲ ἅπαξ καὶ δίς λέγωνέώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ ἐστι σκληροτράχηλοςˑ ἔασόν με ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο» ἀποκρίνεται δεόμενος μὴ τὸ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν κοινὴν

 

 

123

σωτηρίανˑ «μηδαμῶς, κύριε, ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κάμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων.» ὅση τελειότης τοῦ συναποθανεῖν ἐθελήσαντος τῷ λαῷ ἢ σῴζεσθαι μόνος, ἀλλὰ καὶ Ἰουδὶθ ἡ ἐν γυναιξὶ τελειωθεῖσα ἐν συγκλεισμῷ τῆς πόλεως γενομένης δεηθεῖσα τῶν πρεσβυτέρων εἰς μίν τὴν παρεμβολήν τῶν ἀλλοφύλων ἐξέρχεται, τοῦ παντὸς καταφρονήσασα κινδύνου, ὑπὲρ τῆς πατρίδος ἑαυτὴν ἐπιδοῦσα τοῖς πολεμίοις ἐν πίστει θεοῦλαμβάνει δ’ εὐθὺς τάπίχειρα τῆς πίστεως ἀριστεύσασα γυνὴ κατὰ τοῦ πολεμίου τῆς πίστεως, κυρία τῆς Ὁλοφέρνου γενομένῃ κεφαλῆς. (119) πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικής ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιᾶς, τυραννικὸν διὰ πίστεως ἀνάλύουσα δόγμακαί δὴ τὸν μὲν ἐτιθάσευσεν, ἀνέστειλεν δὲ τὸν Ἀμὰν καὶ τὸν Ἰσραὴλ τῇ τελείᾳ πρὸς τὸν θεὸν δεήσει ἀπαθῆ διεφύλαξεν. σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελφήν, ὡς ἤ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ' Ἐβραίοις εὐδοκίμων γυναικών, ἤ δὲ σεμνότητος ὑπερβολή καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστὼν κατακρινομένῃ μάρτυς ἀγνείας ἔμεινεν ἀῤῥεπής.

(120) Ναὶ μὴν Δίων ὁ φιλόσοφος Λυσιδίκην τινὰ γυναῖκα ἱστορεῖ δὶ ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτώνι λούεσθαι, Φιλωτέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύελον, ἡσυχῇ ἐπαναστέλλεσθαι τὸν χιτῶνα καθ' ὅσον τὰ γυμνά τὸ ὕδωρ ἐσκεπεν, εἶτα κατ' ὀλίγον αὖθις ἀνιοῦσαν ἐπενδύσασθαι. ἦ γὰρ οὐχὶ καὶ βασάνους ἤνεγκεν ἀνδρείως Λέαινα ἡ Αττική; συνειδυῖα αὕτη τοῖς ἀμφὶ τὸν Ἁρμόδιον καὶ ριστογείτονα τὴν κατὰ Ἰππάρχου ἐπιβουλήν οὐδ’ ὁπωστιοῦν ἐξεῖπεν εὖ μάλα στρεβλουμένη. φασὶ δὲ καὶ τὰς Ἀργολικάς ἡγουμένης αὐτῶν Τελεσίλλης τῆς ποιητρίας Σπαρτιάτας τοὺς ὀλκιμους τὰ πολέμια φανείσας μόνον τρέψασθαι καὶ ἐκεῖναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιήσασθαι. τὰ ὅμοια λέγει καὶ ὁ τὴν Δαναῖδα πεποιηκώς ἐπὶ τῶν Δαναοῦ θυγατέρων ὧδε·

καὶ τότ’ ἄρ’ ὡπλίζοντο θοῶς Δαναοῖο θύγατρες

πρόσθεν ἐυῤῥεῖος ποταμωῦ Νείλοιο ἄνακτος,

 

 

124

καί τὰ ἑξῆς. (121) ὰδουσι δὲ οἱ λοιποὶ τῶν ποιητῶν τὴν Ἀταλάντης ἐν θήρᾳ ὠκύτητα καὶ τὴν Ἀντικλείας φιλοστοργίαν καὶ τὴν Ἀλκήστιδος φιλανδρίαν καὶ τὴν Μακαρίας καὶ τῶν Ὑακινθίδων εὐψυχίαν, τί δέ; οὐχὶ Θεανὼ μὲν ἡ Πυθαγορικὴ εἰς τοσοῦτον ἧκεν φιλοσοφίας ὡς πρὸς τὸν περιέργως ἀπιδόντα καὶ εἰπόντα «καλὸς ὁ πῆχυς» «ἀλλ' οὐ δημόσιος» ἀποκρίνασθαι. τῆς αὐτῆς φέρεται σεμνότητος κάκεῖνο τὸ ἀπόφθεγμαˑ ἐρωτηθεῖσα γὰρ, ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ θεσμοφόριον κάτεισιν, «ἀπὸ μὲν ἰδιου καὶ παραχρῆμα» ἔφῃ, «ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδεπώποτε». ναὶ μὴν καὶ Θεμιστὼ ἡ Ζωΐλου ἡ Λαμψακηνὴ ἡ Λεοντέως γυνὴ τοῦ Λαμψακηνοῦ τὰ Ἐπικούρεια ἐφιλοσόφει καθάπερ Μυῖα ἡ Θεανοῦς θυγάτηρ τὰ Πυθαγόρεια καὶ Ἀριγνώτη ἡ τὰ περὶ Διονύσου γραψαμένηˑ αἱ γὰρ Διοδώρου τοῦ Κρόνου ἐπικληθέντος θυγατέρες πᾶσαι διαλεκτικαὶ γεγόνασιν, ὡς φησι Φίλων ὁ διαλεκτικὸς ἐν τῷ Μενεξένῳ, ὧν τὰ ὀνόματα παρατίθεται τάδε Μενεξένη, Ἀργεία, Θεογνίς, Ἀρτεμίσια, Παντάκλεια. μέμνημαι καὶ Κυνικῆς τινος, Ἱππαρχία δὲ ἐκαλεῖτο, ἡ Μαρωνῖτις, ἡ Κράτητος γυνή, ἐφ' ᾗ καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν. (122) Ἀρήτη δὲ ἡ Ἀριστίππου <ἡ> Κυρηναϊκὴ τὸν Μητροδίδακτον ἐπικληθέντα ἐπαίδευσέν Ἀρίστιππον. παρὰ Πλάτωνί τε ἐφιλοσόφουν Λασθένεια ἡ Ἀρκαδία καὶ Ἀξιοθέα ἡ Φλιασίαˑ Ἀσπασίας γὰρ τῆς Μιλησίας, περὶ ἧς καὶ οἰ κωμικοὶ πολλὰ δὴ καταγράφουσιν, Σωκράτης μὲν ἀπέλαυσεν εἰς φιλοσοφίαν, Περικλής δὲ εἰς ῥητορικὴν, παραπέμπομαι τοίνυν τὰς ἄλλας διὰ τὸ μῆκος τοῦ λόγου, μήτε τὰς ποιητρίας καταλόγων, Κόρινναν καὶ Τελέσιλλαν Μυῖάν τε καὶ Σαπφώ, ἤ τὰς ζωγράφους, καθάπερ Εἰρηνην τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξάνδραν τὴν Νεάλκους, ἅς φησι Δίδυμος ἐν Συμποσιακοῖς. (123) ἡ δὲ Κλεοβούλου θυγάτηρ τοῦ σοφοῦ καὶ Λινδίων μοναρχοῦντος τῶν ξένων τῶν πατρῴων οὐκ ᾐδεῖτο ἀπονίπτειν τοὺς πόδαςˑ ἐπεὶ καὶ ἡ τοῦ Ἀβραὰμ γυνὴ Σάῤῥα ἡ μακαρία αὐτὴ τοὺς ἐγκρυφίας παρεσκεύασε τοῖς ἀγγέλοις, καὶ βασιλικαί κόραι παρὰ τοῖς Ἐβραίοις τὰ πρόβατα ἐνεμον, ὅθεν καὶ ἡ παρ' Ὀμήρῳ Ναυσικάα ἐπὶ τοὺς πλυνοὐς ᾔει.

Ἐλοιτ' ἄν οὖν ἡ σώφρων πρῶτον μὲν πείθειν τὸν ἄνδρα κοινωνὸν αὐτῇ γίνεσθαι τῶν πρὸς εὐδαιμονίαν φερόντων, εἰ δὲ ἀδυνάτως ἔχοι, μόνη σπευδέτω

 

 

125

ἐπ' ἀρετὴν, πάντα μὲν τῷ ἀνδρὶ πειθομένη ὡς μηδὲν ἄκοντος ἐκείνου πρᾶξαι ποτε πλὴν ὅσα εἰς ἀρετὴν τε καὶ σωτηρίαν διαφέρειν νομίζεταιˑ ἀλλὰ καὶ, εἰ καὶ τις εἰργοι τῆς τοιαύτης διαθέσεως ἀνυποκρίτως ὁρμῶσαν ἤτοι γυναῖκα ἤ καὶ θεράπαιναν, οὐκ ἄλλο τι φαίνεται τὸ τηνικάδε δρῶν ὁ τοιοῦτος ἡ δικαιοσύνης μὲν καὶ σωφροσύνης ἀπάγειν προηρημένος, ἄδικον δὲ ἅμα καὶ ἀκόλαστον παρασκευάζει βεβουλημένος τὸν οἶκον τὸν ἑαυτοῦ. (124) οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἤ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτη τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν οὐκ ἐπ' ἄλλοις τισιν εἶναι φαμεν ἡ πάντων μάλιστα ἐφ' ἡμῖν. τὰ μὲν οὖν ἀλλὰ εἰργειν δύναται τις προσπολεμών, τὸ δ’ ἐφ' ἡμῖν οὐδαμῶς, οὐδ’ ἂν μάλιστα ἐνίσταιτοˑ θεόσδοτον γὰρ τὸ δῶρον καὶ οὐχ ὑποπῖπτον ἄλλῳ τινι. ὅθεν ἀκολασία μὲν οὐκ ἄλλου τινὸς ἂν δοξάζοιτο εἶναι κακὸν ἡ τοῦ ἀκολασταίνοντος, σωφροσύνῃ δὲ ἀγαθὸν αὖ τοῦ τὸ σωφρονεῖν δυναμένου.

(125) Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινώνˑ

εὖ λέγειν δ’ ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ,

κάκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν.

καὶ αὖθις που τούτοις τὰ ὅμοιαˑ

ἡδὺ δέ, ἢν κακὸν πράξῃ τι, συσκυθρωπάζειν πόσει

ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ' ἔχειν μέρος.

τό τε πρᾶον καὶ φιλόστοργον ὧδέ πῶς ὑποδεικνύων κἂν ταῖς συμφοραῖς ἐπιφέρειˑ

σοί δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦσ’ ἀνέξομαι

καὶ κακῶν τῶν σῶν συνοίσω, καὶ οὐδέν ἐστι μοι πικρόνˑ

μετὰ γὰρ τῶν φίλων

εὐτυχεῖν

<δυστυχεῖν> τε χρήˑ τί γὰρ δὴ τὸ φίλον ἄλλο πλὴν τόδε;

(126) ἁγιἀζεται γοῦν καὶ γάμος κατὰ λόγον τελειοὐμενος, ἐὰν ἡ συζυγία ὑποπίπτῃ τῷ θεῷ καὶ διοικήται «μετὰ ἀληθινής καρδίας ἐν πληροφορίᾳ πίστεως, ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα, ὕδατι καθαρῳ καὶ ἐχόντων τὴν ὁμολογίαν τῆς ἑλπίδοςˑ πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος.» χρὴ δὲ τὸν εὐδαίμονα γάμων οὔτε πλούτῳ ποτε οὔτε κάλλει κρίνεσθαι, ἀλλ’ ἀρετῇ.

 

 

126

οὐδεμίαν,

φησὶν ἡ τραγῳδία,

ὤνησε κάλλος εἰς πόσιν ξυνάωρον,

ἁρετῃ δὲ ὤνησε πολλὰςˑ πᾶσα γὰρ ἀγαθὴ γυνή,

ἥτις ἀνδρὶ συντέτηκε, σωφρονεῖν ἐπίσταται.

εἶτα οἷον παραινέσεις διδοῦσά φησι·

πρῶτα μὲν γε τοῦθ' ὑπάρχει, κἂν ἄμορφος ἦ πόσις,

χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένἧ.

οὗ γὰρ ὀφθαλμὸς τὸ κρῖνόν ἐστιν, ἀλλὰ νοῦς <ὁρᾷ>,

καὶ τὰ ἐπὶ τούτοις. πάνυ γὰρ κυρίως ἡ γραφὴ βοηθὸν εἶπεν τὴν γυναῖκα δεδόσθαι τάνδρὶ παρὰ τοῦ θεοῦ. (127) δῆλον οὖν οἶμαι ὡς ἕκαστον τῶν προσπιπτόντων λυπηρῶν πρὸς τάνδρὸς κατὰ τὴν οἰκουρίαν λόγῳ θεραπεύειν μετὰ πειθοῦς προαιρήσεταιεί δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ' ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐὰν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐὰν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἰς τε τὸ παρὸν εἰς τε τὸ μέλλον, στρατηγὸν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μίν καὶ δικαιοσύνην ἔργον ἡγούμενη, τὸ θεοφιλές δὲ ποιουμένῃ τέλος. (128) χαριέντως γοῦν ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ ὁ ἀπόστολος δεῖν εἶναι φησι «τὰς πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖ, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἀγνᾶς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.» «μᾶλλον δέ», φησὶν, «εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οδ χωρὶς οὐδεὶς ὅψεται τὸν κύριον, ἐπισκοποῦντες μὴ τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια, καὶ μὴ τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δὶ αὐτῆς μιανθῶσιν οἱ πολλοὶ.» (129) εἴθˑ οἷον κολοφωνα ἐπιθείς τῷ περὶ γάμου ζητήματι ἐπιφέρειˑ «τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντοςˑ πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεὸς.» ἑνὸς δὴ σκοποῦ καὶ ἑνὸς δὴ τέλους ἀνδρὶ καὶ γυναικὶ δεδειγμάνου, <τί> τὸ τέλειον, ὁ Πέτρος ἐν τῇ

 

 

127

ἐπιστολῇ φησι· «ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμωνου καὶ διὰ πυρὸς δεδοκιμασμένον εὐρεθῇ εἰς ἐπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦδν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιάσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν.» διὸ καὶ Παῦλος καυχᾶται διὰ Χριστὸν γεγονέναι «ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις».

 

XXI

(130) Ἐνταῦθα τὸ τέλειον εὐρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἐκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς ἐγκρατὴς καὶ ὡς ἐργάτης καὶ ὡς μάρτυς καὶ ὡς γνωστικὸςˑ πάντα δὲ ὁμοῦ τέλειος οὐκ οἶδ’ εἴ τις ἀνθρώπων, ἔτι ἄνθρωπος ὤν, πλὴν μόνον ὁ δὶ ἡμᾶς ἄνθρωπον ἐνδυσάμενος. καίτοι <καὶ> κατὰ νόμον ψιλόν τις ἂν εἴη τέλειος, ὃς ἀποχὴν κακῶν ἐπαγγέλλεταιˑ ὁδὸς δὲ ἐστιν αὕτη ἐπὶ τε τὸ εὐαγγέλιον ἐπὶ τε τὴν εὐποιίαν. ἀλλὰ νομικοῦ μὲν τελείωσις γνωστικὴ εὐαγγελίου πρόσληψις, ἵνα γένηται ὁ κατὰ νόμων τέλειοςˑ οῦτω γὰρ προεθέσπισεν ὁ κατὰ νόμον Μωυσῆς ἀκοῦσαι δεῖν, ἵνα ἐκδεξώμεθα κατὰ τὸν ἀπόστολον πλήρωμα νόμωυ τὸν Χριστόν, ἐν εὐαγγελίῳ δὲ ἤδη προκόπτει ὁ γνωστικὸς, οὐ βαθμῳ χρησάμενος τῷ νόμῳ μόνον, συνιείς δὲ αὐτὸν καὶ νοήσας ὡς παρέδωκε τοῖς ἀποστόλοις ὁ τὰς διαθήκας δεδωκὼς κύριος, εἰ δὲ καὶ πολιτεύσαιτο ὀρθῶς (ὥσπερ οὖν ἀδύνατον δυσεργείᾳ γνῶσιν ἐπακολουθεῖν) μόρτυς τε ἐπὶ τοῖσδε ὁρθότατα ὁμολογήσας δι’ ἀγάπην γένοιτο, πλείονα τὴν ἀξίαν ὡς ἐν ἀνθρώποις λαμβάνων. οὐδ’ οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς, ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου, φθάωαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι καὶ παραστῆσαι κυρίως δι’ ἀγάπης γνωστικῆς εὐχαριστηθέντος αἵματος παραπεμπομένου τὸ πνεῦμα. (131) μακάριος δ’ ἐνθεν ἂν εἴη τέλειὸς τε ἐν δίκῃ κηρυχθείη, «ἴνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾐ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν,» ὡς φησὶν ὁ ἀπόστολοςˑ μόνον τὸ προαιρετικὸν καὶ τὴν ἀγάπην σῴζωμεν, «ἐν παντὶ

 

 

128

θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι, διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι». χρὴ γὰρ τοὺς σπεύδοντας εἰς σνντελείωσιν κατὰ τὸν αὐτὸν ἀπόστολον «μηδεμίαν ἐν μηδενί» διδόναι «προσκοπήν, ἀλλ’ ἐν παντὶ» συνιστάναι ἑαυτοὺς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ θεῷ. ἔστω δὲ κατ ἐπακολούθημα πείθεσθαι καὶ τοῖς ἀνθρώποιςκαι γὰρ τούτοις εὔλογον διὰ τὰς ἐπηρεαζούσας βλασφημίας, ἡ δὲ διασυστασις «ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἀγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ,» ἵνα ὦμεν ναοί θεοῦ καθαρισθέντες «ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος»ˑ «κἀγώ», φησίν, «εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.» «ἐπιτελῶμεν οὐν», φησὶν, «ἁγιωσύνην ἐν φόβῳ θεοῦ.» εἰ γὰρ καὶ λύτην ὁ φόβος γεννᾷ, «χαίρω» λέγει, «οὐχ ὅτι ἑλυπήθητε, ἀλλ’ ὅτι ἑλυπήθητε εἰς μετάνοιανˑ ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεταιή δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται, ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθήναι ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.»

(132) Ταῦτα γνωστικῆς ἀσκήσεως προγυμνάσματα. ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς «ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἐνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,» σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἑτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε

 

 

129

καὶ συγγένειας εἰς τὸ «πλήρωμα τοῦ Χριστοῦ» τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον. ἤδη συνορῶμεν ὅπῃ καὶ ὅπως καὶ ὁπότε ὁ θεῖος ἀπόστολος τὸν τέλειον λέγει καὶ ὡς τελείων ἐμφαίνει διαφορᾶς. πάλιν τε αὖ «ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον, ᾧ μὲν γὰρ δίδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἔρμηνεία γλωσσῶν πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἐν καὶ τὸ αὐτὸ πνεῦμα, διαιρούν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» (133) ὧν οὕτως ἐχόντων οἱ μίν προφῆται ἐν προφητείᾳ τέλειοι, οἱ δίκαιοι δὲ ἐν δικαιοσύνη καὶ οἱ μάρτυρες ἐν ὁμολογίᾳ, ἄλλοι δὲ ἐν κηρύγματι, οὐκ ἀμέτοχοι μὲν τῶν κοινῶν ἀρετῶν, κατορθοῦντες δὲ ἐν οἶς ἐτάχθησαν ἐπεὶ τις ἄν εὖ φρονῶν εἴποι τὸν προφήτην οὐ δίκαιον; τί γάρ; οὐχὶ καὶ οἱ δίκαιοι ὥσπερ Ἀβραὰμ προεφήτευσαν;

ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα,

ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,

Ὅμηρος λέγει, «ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἀπὸ θεοῦ, ο μὲν οὕτως, ο δὲ οὕτως,» οἱ ἀπόστολοι δὲ ἐν πᾶσι πεπληρωμένοι. (134) εὑρήσεις γοῦν, ἢν θελήσης, ἐκ τῶν πράξεων καὶ τῶν συγγραμμάτων αὐτῶν τὴν γνῶσιν, τὸν βίον, τὸ κήρυγμα, τὴν δικαιοσύνην, τὴν ἀγνείαν, τὴν προφητείαν, ἰστέον μέντοι ὅτι, εἰ καὶ ὁ Παῦλος τοῖς χρόνοις νεάζει, εὐθέως μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ἀκμάσας, ἀλλ’ οὖν ἡ γραφὴ αὐτῷ ἐκ τῆς παλαιᾶς ἤρτηται διαθήκης, ἐκεῖθεν ἀναπνέουσα καὶ λαλοῦσαή γὰρ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ εὐαγγελίου γνῶσις ἐξήγησίς ἐστι καὶ τοῦ νόμωυ πλήρωσις. καὶ διὰ τοῦτο εἴρηται τοῖς Ἐβραίοις»ˑ ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε», τουτέστιν ἐὰν μὴ πιστεύσητε τῷ διὰ νόμου προφητευθέντι καὶ ὑπὸ νόμου θεσπισθέντι, οὐ συνήσετε τὴν διαθήκην τὴν παλαιάν, ἣν αὐτὸς κατὰ τὴν ἰδίαν ἐξηγήσατο παρουσίαν.

 

XXII

(135) Ὁ δὴ συνίων καὶ διορατικὸς οὗτὸς ἐστιν ὁ γνωστικὸς, ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν (ἐπιβάθρα γὰρ αὕτη προκοπῆς μεγίστης), οὐδὲ μὴν ποιεῖν τι

 

 

130

ἀγαθὸν ἤτοι διὰ φόβον (γέγραπται γάρˑ «ποῦ φύγω καὶ ποῦ κρυβήσομαι ἀπὸ προσώπου σου; ἐὰν ἀναβω εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶˑ ἐάν ἀπέλθω εἰς τὰ ἐσχατα τῆς θαλάσσης, ἐκεῖ ἡ δεξιὰ σουˑ ἐὰν καταβῶ εἰς ἀβύσσους, ἐκεῖ τὸ πνεῦμά σου»), ἀλλ’ οὐδὲ δὶ ἐλπίδα τιμῆς ἐπηγγελμένης (εἴρηται γὰρˑ «ἰδοὺ κύριος καὶ ὁ μισθὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, ἀποδοῦναι ἐκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ» «ἃ ὀφθαλμὸς οὐκ εἰδε καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου. οὐκ ἀνέβῃ, ἀ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπωσιν αὐτόν»), μόνη δ’ ἡ δὶ ἀγάπην εὐποιία ἡ δι’ αὐτὸ τὸ καλὸν αἰρετή τῷ γνωστικῳ. (136) αὐτίκα ἐκ προσώπου τοῦ θεοῦ τῷ κυρίῳ λέλεκταιˑ «αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομιάν σου», αἵτημα τὸ βασιλικώτατον διδάσκων αἰτεῖσθαι τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀμισθί, ἵνα δὴ ἡμεῖς κληρονομήσωμεν καὶ κτησώμεθα τὸν κύριον, ἔμπαλιν γὰρ χρείας τινὸς ἕνεκεν, ἵνα μοι τόδε γένηται καὶ τόδε μὴ γένηται, τῆς ἐπιστήμης ἐφίεσθαι τῆς περὶ τὸν θεὸν οὐκ ἴδιον γνωστικοῦ, ἀπόχρη δ’ αὐτῷ αἰτία τῆς θεωρίας ἡ γνῶσις αὐτή. τολμήσας γὰρ εἴποιμ' ἄν, οὐ διὰ τὸ σῴζεσθαι βούλεσθαι τὴν γνῶσιν αἰρήσεται ὁ δι’ αὐτὴν τὴν θείαν ἐπιστήμην μεθέπων τὴν γνῶσιντό μὲν γὰρ νοεῖν ἐκ συνασκήσεως εἰς τὸ ἀεὶ νοεῖν ἐκτείνεται, τὸ δὲ ἀεὶ νοεῖν, οὐσία τοῦ γινώσκοντος κατὰ ἀνάκρασιν ἀδιάστατον γενομένη καὶ ἀίδιος θεωρία, ζῶσα ὑπόστασις μένει, εἰ γοῦν τις καθ' ὑπόθεσιν προθείη τῷ γνωστικῳ, πότερον ἑλέσθαι βούλοιτο, τὴν γνῶσιν τοῦ θεοῦ ἡ τὴν σωτηρίαν τὴν αἰώνιον, εἴη δὲ ταῦτα κεχωρισμένα (παντὸς μᾶλλον ἐν ταύτότητι ὄντα), οὐδὲ καθ' ὁτιοῦν διστάσας ἐλοιτ ἂν τὴν γνῶσιν τοῦ θεοῦ, δι’ αὐτὴν αἰρετήν κρίνος εἶναι τὴν ἐπαναβεβηκυῖαν τῆς πίστεως δι’ ἀγάπην εἰς γνῶσιν ἰδιότητα. (137) αὕτη τοίνυν ἡ πρώτη ἀγαθοποιία τοῦ τελείου, ὅταν μὴ διὰ τι χρειῶδες τῶν εἰς αὐτὸν συντεινόντων γίνηται, κρίναντος δ’ ὅτι καλὸν τὸ ἀγαθὸν ποιεῖν, ἐκτενώς ἡ ἐνέργεια φερομένῃ ἐν πάσῃ πράξει ἀγαθύνηται, οὐκ ἐφ' ὧν μέν, ἐφ' ὧν δ’ οῦ, ἀλλ’ ἐν ἔξει εὐποιίας καταστᾶσα μήτε διὰ δόξαν ἑτι ή, ὡς φασιν οἱ φιλόσοφοι, τὴν εῦκλειαν μήτε διὰ μισθὸν εἴτε παρὰ ἀνθρώπων εἴτε καὶ ἐκ θεοῦˑ «κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν» τοῦ κυρίου τὸν βίον ἐκτελοίη. κἂν πῶς ἀγαθοεργοῦντι αὐτῷ ἐναντίον τι ἀπαντήσῃ. ὡς ἀπαθής τὴν ἀντιμισθίαν ἀμνησικάκως προήσεται, ἐπὶ

 

 

131

«δικαίους καὶ ἀδικους» δίκαιος καὶ ἀγαθὸς γινόμενος, τοιούτοις τισὶν ὁ κύριος λέγει· «γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειος.» τούτῳ τέθνηκεν ἡ σάρξ. ζῇ δὲ αὐτὸς μόνος ἀφιερώσας τὸν τάφον εἰς ναὸν ἅγιον κυρίῳ, τὴν παλαιάν ἁμαρτητικήν ψυχὴν ἐπιστρέψας πρὸς θεόν. (138) οὐκ ἐγκρατής οὗτος ἐτι, ἀλλ’ ἐν ἔξει γέγονεν ἀπαθείας, σχῆμα θεῖον ἐπενδύσασθαι ἀναμενων. ἐὰν ποιήσης, φησὶν, ἑλεημοσύνην, μηδεὶς γινωσκέτω. καὶ ἐὰν νηστεύσης, ἀλειψαι, ἵνα ο θεὸς μόνος γινώσκῃ, ἀνθρώπων δὲ οὐδὲ εἶς, ἀλλ’ οὐδὲ αὐτὸς ὁ ἐλεῶν ὅτι ἐλεεῖ, γινώσκειν ὀφείλει· ἔσται γὰρ οὕτω ποτε μὲν οἰκτίρμων, ἀλλοτε δὲ οὔ. ἐπὰν δὲ ἐν ἔξει ποιήσῃ τὸ εὐεργετητικόν, φύσιν ἀγαθοῦ μιμήσεταιˑ ἡ δὲ διάθεσίς καὶ φύσις ἔσται καὶ συνάσκησις. οὐ δεῖ δὲ ἀρθέντας μετατεθήναι, ἀλλὰ βαδίζοντας ἀφικέσθαι οἴ δεῖ, διὰ πάσης τῆς στενῆς διελθόντας ὁδοῦ· τοῦτο γὰρ ἐστι τὸ ἑλκυσθήναι ὑπὸ τοῦ πατρός, τὸ ἄξιον γενέσθαι τὴν δύναμιν τῆς χάριτος παρὰ τοῦ θεοῦ λαβεῖν <καὶ> ἀκωλύτως ἀναδραμεῖνκάν μισωσι τὸν ἐκλεκτὸν τινες, οἶδεν οὗτος τὴν ἄγνοιαν αὐτῶν, οἰκτείρων τῆς ἀμαθίας τὴν γνώμην αὐτῶν. (139) εἰκότως οὖν ἡ γνῶσις αὕτη ἀγαπᾳ καὶ τοῦς ἀγνοοῦντας διδάσκει τε καὶ παιδεύει τὴν πᾶσαν κτίσιν τοῦ παντοκράτορος θεοῦ τιμᾶν, εἰ δὲ ἀγαπᾶν μεμάθηκε τὸν θεόν, οὐχ ἔξει τὴν ἀρετὴν ἀπόβλητον οὗτος οὐδαμῶς οὔτε ὕπαρ οὔτε ὄναρ οὐδὲ κατὰ φαντασίαν τινάˑ ἐπεὶ μηδ’ ἐξίσταταί ποθ' ἑαυτῆς ἡ ἕξις ἀποπεσοῦσα τοῦ ἕξις εἶναι, εἴτ οὖν ἕξις ἡ γνῶσις εἴτε διάθεσίς εἶναι λέγοιτο. τῷ γὰρ μὴ παρεισιέναι ποτε ἐννοιας διαφόρους ἀναλλοίωτον τὸ ἡγεμονικὸν μένον οὐ προσλαμβάνει τινὰ ἐτεροίωσιν φαντασιών, τὰς ἐκ τῶν μεθημερινῶν κινήσεων ἀνειδωλοποιίας ὀνειρῶττον. διὰ τοῦτό τοι καὶ ὁ κύριος ἐγρηγορέναι παραγγέλλει, ὥστε μηδὲ ὄναρ ἡμῶν παθαίνεσθαί ποτε τὴν ψυχὴν, ἀλλὰ καὶ τῆς νυκτὸς τὴν πολιτείαν ὡς ἐν ἡμέρᾳ ἐνεργουμενην καθαρὰν καὶ ἀκηλίδωτον διαφυλάττειν προστάττει. αὕτη γὰρ ἡ κατὰ δύναμιν ἐξομοίωσις πρὸς θεὸν τὸ φυλάττειν τὸν νοῦν ἐν τῇ κατὰ τὰ αὐτὰ σχέσειˑ αὕτη δὲ νοῦ σχέσις ὡς νοῦ, ἡ δὲ ποικίλη διάθεσίς γίνεται τῇ πρὸς τὰ ὑλικὰ προσπαθείᾳ. (140) ᾗ μοι δοκοῦσιν εὐφρόνην κεκληκέναι τὴν νύκτα, ἐπειδή τηνικάδε ἡ ψυχὴ πεπαυμένη τῶν αἰσθήσεων συννεύει πρὸς αὐτὴν καὶ μᾶλλον μετέχει τῆς φρονήσεως. διὰ ταῦτ' οὖν καὶ αἰ τελεταί γίνονται νυκτὸς μάλιστα,

 

 

132

σημαίνουσαι τὴν ἐν νυκτί τῆς ψυχῆς συστολήν ἀπὸ τοῦ σώματος, «ἄρ οὖν μὴ καθεὑδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. οἱ γὰρ καθεὑδοντες νυκτὸς καθεύδουσι καὶ οἰ μεθυσκόμενοι νυκτὸς μεθύουσιν ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτὴρίου.» (141) ὅσα δ’ αὖ περὶ ὕπνου λέγουσι, τὰ αὐτὰ χρὴ καὶ περὶ θανάτου ἐξακούειν. ἐκάτερος γὰρ δηλοῖ τὴν ἀπόστασιν τῆς ψυχῆς, ὅ μὲν μᾶλλον, ὅ δὲ ἧττον, ὅπερ ἐστι καὶ παρὰ Ἡρακλείτου λαβεῖν «ἄνθρωπος ἐν εὐφρόνῃ φάοςˑ ἀπτεται ἑαυτῳ ἀποθανών, ἀποσβεσθείς ὅψεις, ζῶν δέ· ἅπτεται τεθνεῶτος εῦδων, ἀποσβεσθείς ὅψεις· ἐγρηγορὼς ἅπτεται εὔδοντος.» μακάριοι γὰρ οἱ «εἰδότες τὸν καιρὸν» κατὰ τὸν ἀπόστολον, «ὅτι ὥρα ὑμᾶς ἤδη ἐξ ὕπνου ἐγερθήναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτὴρία ἡ ὅτε ἐπιστεύσαμεν. ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμερα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτὸς.» ἡμέραν δὲ τὸν υἱὸν ἀλληγορεῖ καὶ φῶς, τὰς τε αὖ παραγγελίας ὅπλα φωτὸς μεταφορικώς. ταύτῃ τοι λελουμένους φασὶ δεῖν ἐπὶ τὰς ἱεροποιίας καὶ τὰς εὐχὰς ἰέναι, καθαροὺς καὶ λαμπρούς· (142) καὶ τοῦτο μὲν συμβόλου χάριν γίνεται τὸ ἔξωθεν κεκοσμήσθαί τε καὶ ἡγνίσθαι, «ἁγνεία δὲ ἐστι φρονεῖν ὅσια», καὶ δὴ καὶ [ἡ] εἰκὼν τοῦ βαπτίσματος εἴη ἂν [καί ἡ] ἐκ Μωυσέως παραδεδομένη τοῖς ποιηταῖς ὧδέ πως·

ἤ δ’ ὑδρηναμένη, καθαρὰ χροῒ εἵματ’ ἔχουσα,

ἡ Πηνελόπη ἐπὶ τὴν εὐχὴν ἔρχεταιˑ Τηλέμαχος δέ,

χεῖρας νιψάμενος πολιῆς ἀλός, εὔχετ Ἀθήνῃ.

ἔθος τοῦτο Ἰουδαίων, ὡς καὶ τὸ πολλάκις ἐπὶ κοίτῃ βαπτίζεσθαι. εὖ γοῦν κάκεῖνο

εἴρηταιˑ

ἴσθι μὴ λουτρῷ, ἀλλὰ νόῳ καθαρός.

ἁγνεία γὰρ, οἶμαι, τελεία ἡ τοῦ νοῦ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων, πρὸς δὲ καὶ τῶν λόγων εἰλικρίνεια καὶ τελευταία ἡ κατὰ τὰ ἐνύπνια ἀναμαρτησία.

(143) Ἱκανή δέ, οἶμαι, ἀνθρώπῳ κάθαρσις μετάνοια ἀκριβὴς καὶ βέβαια, εἴ γε κατεγνωκότες ἑαυτῶν ἐπὶ ταῖς προγενομέναις πράξεσι πρόῖεμεν [εἰς] τὸ πρόσθεν, μετὰ ταῦτα νοήσαντες καὶ τὸν νοῦν ἐξαναδύντες τῶν τε κατ αἴσθησιν

 

 

133

τερπόντων καὶ τῶν πρόσθεν πλημμελημάτων, εἰ γοῦν τὴν ἐπιστήμην ἐτυμολογεῖν χρὴ καὶ ἀπὸ τῆς στάσεως τὴν ἐπιβολὴν αὐτῆς ληπτέον, «ὅτι ἰστησιν ἡμῶν ἐν τοῖς πράγμασι τὴν ψυχὴν», ἄλλοτε ἄλλως πρότερον φερομένην, ὡσαύτως καὶ τὴν πίστιν ἐτυμολογητέον τὴν περὶ τὸ ον στάσιν τῆς ψυχῆς ἡμῶν. ἡμεῖς δὲ τὸν ἀεὶ καὶ ἐν πᾶσι δίκαιον ποθοῦμεν μαθεῖν, ὃς μήτε τὴν ἐκ τοῦ νόμου δεδιὼς κόλασιν μήτε τὴν τῶν συνόντων καὶ ἐπεξιόντων τοῖς πλημμεληθεῖσι μισοπονηρίαν εὐλαβούμενος μήτε τὸν ἐξ αὐτῶν τῶν ἀδικουμένων κίνδυνον ὑφορώμενος διαμένει δίκαιοςˑ ὁ γὰρ διὰ ταῦτα τοῦ πράττειν τι τῶν ἀδικων ἀπεχόμενος οὐχ ἐκὼν χρηστός, φόβῳ δὲ ἀγαθός. καὶ ὅ γε Ἐπίκουρος ἀδικεῖν ἐπὶ κέρδει τινι βούλεσθαι <οὔ> φησι τὸν κατ’ αὐτὸν σοφόνˑ πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν οὐ δύνασθαι. ὥστε εἰ πεισθήσεται λήσειν, ἀδικήσει κατ αὐτόν. καὶ τοιαῦτα μὲν τὰ σκοτεινά δόγματαˑ (144) εἰ δὲ καὶ ἐλπίδι τῆς ἐπὶ δικαίοις παρὰ τοῦ θεοῦ ἀμοιβής ἀφέξεται τις τοῦ ἀδικεῖν, οὐδ’ οὗτος ἑκὼν χρηστεύσεται· ὡς γὰρ ἐκεῖνον ὁ φόβος, οὕτω τοῦτον ὁ μισθὸς δικαιοῖ, μᾶλλον δὲ δίκαιον εἶναι δοκεῖν δείκνυσι. τὴν δὲ ἐλπίδα τὴν μετὰ θάνατον οὐ μόνον οἰ τὴν βάρβαρον σοφίαν μετιόντες ἴσασι τοῖς μὲν ἀγαθοῖς καλὴν, τοῖς δὲ φαύλοις ἐμπαλιν, ἀλλὰ καὶ οἰ Πυθαγόρειοιˑ τέλος γὰρ κάκεῖνοι τὴν ἐλπίδα ὑπηγόρευον τοῖς φιλοσοφοῦσιν, ὅπου γε καὶ ὁ Σωκράτης ἐν Φαίδωνι «μετὰ ἀγαθῆς ἑλπίδος» φησὶ τὰς καλάς ψυχὰς ἐνθένδε ἀπιέναι, καὶ πάλιν τοὺς πονηροὺς κακίζων ἀντιτίθησι «ζῶσι γὰρ μετὰ κακῆς ἑλπίδος» λέγων. συνᾴδειν τούτῳ καὶ ὁ Ἡράκλειτος φαίνεται δὶ ὧν φησι περὶ τῶν ἀνθρώπων διαλεγόμενόςˑ «ἀνθρώπους μένει ἀποθανόντας ἀσσα οὐκ ἑλπονται οὐδὲ δοκέουσιν.»

(145) Θείως οὖν ὁ Παῦλος Ῥωμαίοις ἄντικρυς ἐπιστέλλει· «ἡ θλῖψις ὑπομονήν κατεργάζεται, ἡ δὲ ὑπομονή δοκιμήν, ἡ δὲ δοκιμή ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.» δι’ ἐλπίδα μὲν γὰρ τὴν μέλλουσαν ἡ ὑπομονήέλπίς δὲ ὁμωνύμως καὶ ἡ τῆς ἑλπίδος ἀπόδοσίς τε καὶ ἀποκατάστασις, ἣ καὶ «οὐ καταισχύνει» μὴ ὀνειδιζομένη ἐτι. ὁ δὲ ψιλῇ κλήσει καθὸ κέκληται ὑπακούων οὔτε διὰ φόβον οὔτε διὰ ἡδονὰς ἐπὶ τὴν γνῶσιν ἴεταιού γὰρ περισκέπτεται εἴ τι λυσιτελές ἔξωθεν ἕπεται κέρδος ἢ ἀπόλαυσις αὐτῷ, ἀγάπῃ δὲ τοῦ ὄντως ὅντος ἐραστοῦ ἐλκόμενος

 

 

134

καί πρὸς τὸ δέον ἀγόμενος θεοσεβεῖ. (146) ὅθεν οὐδ’ εἰ καθ' ὑπόθεσιν ἐξουσίαν λάβοι παρὰ τοῦ θεοῦ πράττειν τὰ ἀπηγορευμένα ἀτιμώρητος [τε] ὤν, οὐδ’ εἰ καὶ μισθὸν τὰ μακάρων ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλ’ εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφ' οἶς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾷξαι τι παρὰ τὸν λόγον τὸν ὀρθὸν ἐθελήσαι ποτ αν, τὸ ὄντως καλὸν καὶ αἰρετὸν ἐξ ἑαυτοῦ καὶ ταύτῃ ἀγαπητὸν εἶναι ἅπαξ ἑλόμενοςˑ

οὐ γὰρ ἐν γαστρὸς βορᾷ

τό χρηστὸν εἶναι

διειλήφαμεν. ἀκήκοεν δ’ ἐκεῖνὸς ὡς «βρῶμα ἡμᾶς οὐ παραστήσει» οὐδὲ μὴν γάμως, ἀλλ’ οὐδὲ ἀποχὴ γάμου ἐν ἀγνωσίᾳ, ἀλλὰ τὸ κατ' ἀρετὴν ἔργον τὸ γνωστικόν, ἐπεὶ καὶ ὁ κύων τὸ ζῷον τὸ ἄλογον ἐγκρατές λεγέσθω τὸν ἐπαιρόμενον τὴν βακτηρίαν δεδιὸς καὶ διὰ τοῦτο τοῦ ὅψου ἀπεχόμενον. τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθείσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγράφεις ὁ ἐπηπειλημένος καὶ χωρισθείς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει.

 

XXIII

(147) Οὑ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οὶκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρήσιν ἡμῶν ἐκτίσθῃ, ὡς γάμον φέρε εἰπεῖν καὶ παιδοποιίαν μετὰ σωφροσύνης παρειλημμένα, καλοῦ δὲ εἶναι ἄμεινον <τὸ διὰ> τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν ἀπαθῆ καὶ ἐνάρετον γενέσθαι. τοῖς δὲ ἔξωθεν εὐχρήστοις ἡ δυσχρήστοις προσαγόμενοι τῶν μὲν ἀπέχονται, τῶν δ’ οῦάλλά καὶ ὧν ἀφίστανται, μυσαττόμενοι ταῦτα φαίνονται, τὴν κτίσιν καὶ τὸν δημιουργὸν διαβάλλοντες, κἂν τῷ δοκεῖν πιστῶς ἀναστρέφεσθαι τὴν κρίσιν ἔχουσιν ἀνόσιον. τὸ δὲ «οὐκ ἐπιθυμήσεις» οὔτε ἀνάγκης τῆς ἐκ φόβου δεῖται, τῆς βιαζομένης ἀπέχεσθαι τῶν ἡδέων, οὔτε μισθοῦ τοῦ δι’ ἐπαγγελίας ἀναπείθοντος ἀνακόπτειν τὰς ὁρμάςˑ οὐδὲ τὴν ὑπακοὴν διὰ τὴν ἐντολὴν, διὰ δὲ τὴν ἐπαγγελίαν αἰροῦνται οἱ διὰ τὴν ἐπαγγελίαν ὑπακηκοότες τῷ θεῷ, δελέατι ἡδονῆς ᾑρημένοι, (148) οὐδὲ μὴν ἡ τῶν αἰσθητῶν ἀποστροφὴ τὴν πρὸς τὰ νοητὰ οἰκείωσιν ἀκολούθως ποιοίῃ ἀν, ἔμπαλιν δὲ ἡ πρὸς τὰ νοητὰ οἰκείωσις κατὰ φύσιν

 

 

135

περιαγωγὴ τῷ γνωστικῷ ἀπὸ τῶν αἰσθητῶν γίνεται κατ' ἐκλογὴν τῶν καλῶν τἀγαθὸν ἑλομένῳ γνωστικῶς, θαυμάζοντι μὲν τὴν γένεσιν καὶ ἁγιάζοντι τὸν ποιητήν, ἀγιαζοντι δὲ τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν «αὑτὰρ ἐγὼν ἐμὲ λύσομαι» τῆς ἐπιθυμίας, φήσει, διὰ τὴν πρὸς σἐ οἰκείωσιν, κύριε, καλὴ γὰρ ἡ κτισθεῖσα δὴ οἰκονομία καὶ πάντα εὖ διοικεῖται, οὐδὲν ἀναιτίως γίνεται, ἐν τοῖς σοῖς εἶναι με δεῖ, παντοκράτορˑ κἂν ἐνταῦθα ὦ, παρὰ σοι εἰμι· ἀδεὴς δ’ εἶναι θέλω, ἵνα σοὶ συνεγγίζειν δυνηθῶ, καὶ ὀλίγοις ἀρκεῖσθαι, μελετῶν τὴν σὴν ἐκλογὴν τὴν δικαίαν τῶν καλῶν ἀπὸ τῶν ὁμοιων. (149) μυστικώτατα καὶ ὁσιώτατα ὁ ἀπόστολος διδάσκων ἡμᾶς τὴν ἀληθῶς εὐχάριστον ἐκλογὴν οὐ κατὰ ἀπεκλογὴν τῶν ἐτέρων ὡς φαύλων, ἀλλ’ ὡς καλῶν καλλίονα ποιεῖσθαι μεμήνυκεν εἰπὼν «ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον αὐτοῦ καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιεῖ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.» ἴσμεν δὲ τὰ μὲν δυσπόριστα οὐκ ἀναγκαῖα, τὰ δὲ ἀναγκαῖα εὐπόριστα γεγενήσθαι φιλαγάθως παρὰ τοῦ θεοῦ. διόπερ ὁ Δημόκριτος εὖ λέγει, ὡς «[ἡ] φύσις τε καὶ διδαχὴ παραπλήσιὸν ἐστι» καὶ τὴν αἰτίαν συντόμως προσαποδέδωκενˑ «καὶ γὰρ ἡ διδαχὴ μεταρυθμίζει τὸν ἄνθρωπον, μεταρυθμοῦσα δὲ φύσις ποιεί,» καὶ διήνεγκεν οὐδὲν ἢ φύσει πλασθῆναι τοιόνδε ἢ χρόνῳ καὶ μαθήσει μετατυπωθήναι. ἄμφω δὲ ὁ κύριος παρέσχηται τὸ μὲν κατὰ τὴν δημιουργίαν, τὸ δὲ κατὰ τὴν ἐκ τῆς διαθήκης ἀνάκτισίν τε καὶ ἀνανέωσιν. τὸ δὲ συμφέρον τῷ κυριωτέρῳ τοῦτο αἰρετώτερον, κυριώτατον δὲ πάντων ἡ διάνοια, ὅτῳ τοίνυν <τὰ> τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρ’ αὐτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν. «ὁ δὲ ἐμοῦ ἀκούων», φησὶν, «ἀναπαύσεται ἐπˑ εἰρήνῃ πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.» «ἴσθι πεποιθώς ἐν ὅλῃ καρδίᾳ σου καὶ τῇ διανοίᾳ σου ἐπὶ τῷ θεῷ.» τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόνˑ «ἐγὼ εἰπαθεοί ἐστε καὶ υἱοὶ ὑψίστου.» (150) φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς τῶν σοφῶν τὰς ψυχὰς θεοὺς γίνεσθαι ὧδέ πῶς γράφωνˑ

εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ

καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονταιˑ

ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι.

 

 

136

Ὀ μὲν οὖν ἄνθρωπος ἁπλῶς οὕτως κατ ἰδέαν πλάσσεται τοῦ συμφυοῦς πνεύματοςˑ οὐδέ γὰρ ἀνείδεος οὐδ’ ἀσχημάτιστος ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ δημιουργεῖται, ἔνθα μυστικῶς ἀνθρώπου ἐκτελεῖται γένεσις, κοινῆς οὐσης καὶ τῆς τέχνης καὶ τῆς οὐσίας, ὁ δὲ τις ἄνθρωπος κατὰ τύπωσιν τὴν ἐγγινομένην τῇ ψυχῇ ὧν ἂν αἰρήσηται χαρακτηρίζεται, ᾗ καὶ τὸν Ἀδάμ τέλειον μὲν ὡς πρὸς τὴν πλάσιν γεγονέναι φαμὲν οὐδὲν γὰρ τῶν χαρακτηριζόντων τὴν ἀνθρώπου ἰδέαν τε καὶ μορφήν ἐνεδέησεν αὐτῷ. ὃ δὲ ἐν τῷ γίνεσθαι τὴν τελείωσιν ἑλάμβανεν καὶ δι’ ὑπἀκοῆς ἐδικαιοῦτο, τοῦτο ἦν ἀπανδρούμενον τὸ ἐπ αὐτῷ κείμενοναίτίᾳ δὲ ἑλομένου, καὶ ἑτι μᾶλλον τὸ κωλυθέν ἑλομένου, ὁ θεὸς ἀναίτιοςˑ διττὴ γὰρ ἡ γένεσις, ἡ μὲν τῶν γεννωμένων, ἡ δὲ τῶν γινομένων. (151) καὶ ἡ μὲν τοῦ ἀνθρώπου ἀνδρεία ἐμπαθοῦς ὄντος, φασί, κατὰ τὴν οὐσίαν ἄφοβον καὶ ἀήττητον τὸν μετέχοντα αὐτῆς ποιεῖ, καὶ ἔστι δορυφόρος τοῦ νοῦ ὁ θυμως ἐν ὑπομονή καὶ καρτερίᾳ καὶ τοῖς ὁμοίοις, ἐπι δὲ τῇ ἐπιθυμίᾳ τάττεται καὶ ἡ σωφροσύνῃ καὶ ἡ σωτήριος φρόνησις, θεὸς δὲ ἀπαθής ἀθυμὸς τε καὶ ἀνεπιθύμητοςκαί οὐ ταύτῃ ἀφοβος ἡ τὰ δεινά <οὐκ> ἐκκλίνει οὐδὲ μὴν σώφρων ᾗ τῶν ἐπιθυμιῶν ἄρχειˑ οὔτε γὰρ ἂν περιπέσοι τινι δεινῳ ἡ τοῦ θεοῦ φύσις οὔτε φεύγει ὁ θεὸς δειλίαν, ὥσπερ οὐδὲ ἐπιθυμήσει, ἵνα καὶ ἀρξῃ ἐπιθυμίας. μυστικῶς οὖν ἐφ’ ἡμῶν καὶ τὸ Πυθαγόρειον ἑλέγετο «ἔνα γενέσθαι καὶ τὸν ἄνθρωπον δεῖν», ἐπεὶ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἴς, ἑνὸς ὅντος τοῦ θεοῦ κατὰ τὴν ἀμετάτρεπτον τοῦ ἀεὶ θεῖν τὰ ἀγαθὰ ἐξιν. (152) αὐτίκα ὁ σωτὴρ διὰ τῆς ἐπιθυμίας συνανήρει καὶ τὸν θυμόν, τιμωρίας ὄντα ἐπιθυμίανˑ καθόλου γὰρ τὸ παθητικὸν παντὶ γένει ἐπιθυμίας, εἰς δὲ τὴν ἀπάθειαν θεούμενος ἄνθρωπος ἀχράντως μοναδικὸς γίνεται, καθάπερ οὖν οἱ ἐν θαλάττῃ ἀπὸ ἀγκύρας τονούμενοι ἕλκουσι μὲν τὴν ἀγκυραν, οὐκ ἐκείνην δὲ ἐπισπώνται, ἀλλ’ ἑαυτοὺς ἐπὶ τὴν ἀγκυραν, οὕτως οἱ κατὰ τὸν γνωστικὸν βίον ἐπισπώμενοι τὸν θεὸν ἑαυτοὺς ἔλαθον προσαγόμενοι πρὸς τὸν θεόνˑ θεὸν γὰρ ὁ θεραπεύων ἑαυτόν θεραπεύει, ἐν οὖν τῷ θεωρητικῳ βίῳ ἑαυτοῦ τις ἐπιμελεῖται θρησκεύων τὸν θεὸν καὶ διὰ τῆς ἰδίας εἰλικρινοὺς καθόρσεως ἐποπτεύει τὸν θεὸν ἅγιον ἁγίωςˑ ἡ γὰρ σωφροσύνη ἐν παραστάσει γε νοουμένη ἑαυτὴν ἐπισκοποῦσα καὶ θεωρούσα ἀδιαλείπτως ἐξομωιοῦται κατὰ δύναμιν θεῷ.

 

 

 

137

XXIV

(153) Αὐτίκα τὸ ἐφ' ἡμῖν ἐστιν οὗπερ ἐπ' ἰσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν τὸ ἑκατέρου τῶν ἀντικειμένων ἑπ' ἴσης εἶναι ἡμᾶς κυρίους δυνατὸν εὑρίσκεται τὸ ἐφ' ἡμῖν. καὶ δὴ αἰ ἐντολαὶ οἴαι τε γενέσθαι καὶ μὴ γενέσθαι ὑφ' ἡμῶν, οἷς εὐλόγως ἕπεται ἐπαινὸς τε καὶ ψόγος, οἵ τ' αὖ κολαζόμενοι ἕνεκεν τῶν γενομένων αὐτοῖς ἁμαρτημάτων ἐπ' αὐτοῖς μόνοις κολάζονταιˑ παρῆλθε γὰρ τὰ γενόμενα οὐδὲ ἀγένητον γένοιτ ἂν ποτε τὸ γενόμενον. ἀφίενται γοῦν πρὸς τοῦ κυρίου αἰ πρὸ τῆς πίστεως <ἀμαρτίαι>, οὐχ ἵνα μὴ ὦσι γενόμεναι, ἀλλ’ ὡς μὴ γενόμεναι. πλὴν οὐδὲ πάσας ὁ Βασιλείδης φησί, μόνας δὲ τὰς ἀκουσίους καὶ κατὰ ἄγνοιαν ἀφίεσθαι, καθάπερ ἀνθρώπου τινός, ἀλλ’ οὐ θεοῦ τὴν τοσαύτην παρεχόμενου δωρεὰν. τούτῳ φησὶν ἡ γραφήˑ «ὑπέλαβες, ἀνομε, ὅτι εσομαί σοι ὅμοιος.» ἀλλ’ εἰ καὶ ἐπὶ ταῖς ἐκουσίοις κολαζόμεθα, οὐχ ἵνα μὴ γένωνται γενόμεναι, ἀλλ’ ὅτι ἐγένοντο, τιμωρούμεθα. κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλ’ εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν. (154) ἐνταῦθα οὖν ὁ ἀγαθὸς θεὸς διὰ τρεῖς ταύτας παιδεύει αἰτίαςˑ πρῶτον μὲν [τὴν] ἴν αὐτὸς ἀμείνων αὐτοῦ γένηται ὁ παιδευόμενος, [εἰσ]ἔπειτα ὅπως οἱ δὶ ὑποδειγμάτων σωθῆναι δυνάμενοι προανακρούωνται νουθετούμενοι, καὶ τρίτον ὡς μὴ ὁ ἀδικούμενος εὐκαταφρόνητος ἡ καὶ ἐπιτήδειος ἀδικεῖσθαι. δύο δὲ καὶ <οἱ> τρόποι τῆς ἐπανορθώσεως, ὅ μὲν διδασκαλικός, ὃ δὲ κολαστικός, ὃν καὶ παιδευτικὸν εἰρηκαμεν. ἰστέον μέντοι τοὺς μετὰ τὸ λουτρὸν τοῖς ἁμαρτήμασι περιπίπτοντας τούτους εἶναι τοὺς παιδευομένουςτά μὲν γὰρ προενεργηθέντα ἀφείθῃ, τὰ δὲ ἐπιγινόμενα ἐκκαθαίρεταί. περὶ τῶν ἀπιστων εἴρηται «λελογίσθαι τούτους ὡς χνοῦν, ὃν ἐκρίπτει ὁ ἀνεμος ἀπὸ προσώπου τῆς γῆς, καὶ ὡς σταγόνα ἀπὸ κάδου.»

 

XXV

(155) ’Ὀλβιος ὅστις τῆς ἱστορίας

ἔσχε μάθησιν,

μήτε πολιτῶν ἐπὶ πημοσύνην

 

 

138

μήτ' εἰς ἀδίκους πράξεις ὁρμῶν,

ἀλλ’ ἀθανάτου καθορῶν φύσεως

κόσμων ἀγήρω, πῇ τε συνέστη

καὶ ὅπῃ καὶ ὅπως.

τοῖς δὲ τοιούτοις οὐδέποτ' αἰσχρῶν

ἔργων μελέτημα προσίζει.

εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησὶνους δὲ χώρα ἰδεῶν, νοῦς δὲ ὁ θεὸς, τὸν <οὖν> ἀοράτου θεοῦ θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζῶντα εἴρηκεν καὶ ἐν τῷ Σοφιστῇ δὲ τὸν Ἐλεάτην ξένον διαλεκτικὸν ὄντα ὁ Σωκράτης θεὸν ὠνόμασεν, οἵους τοὺς θεοὺς «ξείνοισιν ἐοικότας ἀλλοδαποῖσιν» ἐπιφοιτώντας τοῖς ἀστεσιν. ὅταν γὰρ ψυχὴ γενέσεως ὑπεξαναβάσα καθ' ἑαυτὴν τε ἡ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ «κορυφαῖος», οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ [τε] ἔσται, θεωρητικὸς ών, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι «οἶος πεπνυμένος, τοι δ’ ὡς σκιαὶ ἀίσσουσιν» νεκροὶ γὰρ τοὺς ἑαυτῶν θάπτουσι νεκρούς, ὅθεν Ἱερεμίας λέγειˑ (156) «πληρώσω αὐτὴν νεκρῶν γηγενῶν, οὓς ἔπαισεν ἡ ὁργῇ μου.» ὁ μὲν οὖν θεὸς ἀναπόδεικτος ὢν οὐκ ἔστιν ἐπιστημονικός, ὁ δὲ υἱὸς σοφία τέ ἐστι καὶ ἐπιστήμη καὶ ἀλήθεια καὶ ὅσα ἀλλὰ τούτῳ συγγενῆ, καὶ δὴ καὶ ἀπόδειξιν ἕχει καὶ διέξοδον, πᾶσαι δὲ αἰ δυνάμεις τοῦ πνεύματος συλλήβδην μὲν ἐν τι πρᾶγμα γενόμεναι συντελοῦσιν εἰς τὸ αὐτό, τὸν υἱόν, ἀπαρέμφατος δὲ ἐστι τῆς περὶ ἐκάστης αὐτοῦ τῶν δυνάμεων ἐννοιας, καὶ δὴ οὐ γίνεται ἀτεχνῶς ἐν ὡς ἐν, οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλ’ ὡς πάντα ἔν. ἔνθεν καὶ πάνταˑ κύκλος γὰρ ὁ αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἐν εἰλουμένων καὶ ἐνουμένων. (157) διὰ τοῦτο «ἄλφα καὶ ὦ» ὁ λόγος εἴρηται, οὐ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτά πάλιν ἐπὶ τὴν ἄνωθεν ἀρχήν, οὐδαμοῦ διάστασιν λαβών, διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ τὸ δι’ αὐτοῦ πιστεῦσαί μοναδικὸν ἐστι γενέσθαι, ἀπερισπάστως ἐνούμενον ἐν αὐτῷ, τὸ δὲ ἀπιστήσαι διστάσαι ἐστι καὶ διαστῆναι καὶ μερισθήναι. «διὰ τοῦτο τάδε λέγει κύριοςπάς υἱὸς ἀλλογενής ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος [ἐστι] σαρκί», τουτέστιν ἀκάθαρτος σώματι τε καὶ πνεύματι, «οὐκ εἰσελεύσεται εἰς τὰ ἅγια ἀπὸ τῶν ἀλλογενὼν ἐν μέσῳ οἴκου Ἰσραήλ, ἀλλ’ ἢ οἱ Λευῖται.» ἀλλογενεῖς δὲ

 

 

139

εἴρηκεν τοὺς μὴ πιστεῦσαι βουληθέντας, ἀλλ’ ἀπιστεῖν ἐθέλοντας. (158) μόνοι τοίνυν οἱ καθαρῶς βιοῦντες ἱερεῖς ὄντως τοῦ θεοῦ. διὰ τοῦτο πασῶν περιτεμνομένων τῶν φυλῶν ἁγιώτεραι ἑλογίσθησαν αἱ εἰς ἀρχιερεῖς τε καὶ βασιλεῖς καὶ προφήτας χρίουσαι. ὅθεν μηδὲ ἀπτεσθαι νεκρῶν αὐτοὺς κελεύει μηδ’ ἐπεισιέναι κατοιχομένοις, οὐχ ὡς μιαροῦ τοῦ σώματος ὄντος, ἀλλ’ ὡς τῆς ἁμαρτίας καὶ ἀπειθείας σαρκικῆς τε οὔσης καὶ ἐνσωμάτου καὶ νέκρας καὶ διὰ τοῦτο βδελυκτῆς. μόνῳ οὖνπατρὶ καὶ μητέρι υἱῷ τε καὶ θυγατρί τελευτήσαντι ἐπιτέτραπται ἐπεισιέναι τὸν ἱερέα, ὅτι συγγενείς οὗτοι σαρκὸς καὶ σπέρματος μόνοι, παρ' ὧν τὴν προσεχῆ αἰτίαν τῆς εἰς τὸν βίον παρόδου καὶ ὁ ἱερεὺς εἴληφεν. καθαρίζονται δὲ καὶ οὗτοι ἡμέραις ἐπτὰ δι’ ὅσων ἡ γένεσις τελειοῦται· τῇ ἑβδομη γὰρ ἡ ἀνάπαυσις θρῃσκεύεται, τῇ δὲ ὀγδόῃ ἱλαωμὸν προσφέρει, ὡς ἐν τῷ Ἰεζεκιήλ γέγραπται, καθ' ὅν ἱλασμὸν ἔστι λαβεῖν [ἐστι] τὴν ἐπαγγελίαν. (159) τέλειος δ’, οἶμαι, καθαρισμὸς ἡ διὰ νόμου καὶ προφητῶν εἰς τὸ εὐαγγέλιον πίστιςˑ ἱλασμως δὲ ἡ δι’ ὑπἀκοῆς πάσης ἁγνεία σὺν καὶ τῇ ἀποθέσει τῶν κοσμικῶν εἰς τὴν ἐκ τῆς ἀπολαύσεως τῆς ψυχῆς εὐχάριστον τοῦ σκήνους ἀπόδοσιν. εἴτ οὖν ὁ χρόνος εἴη ὁ διὰ τῶν ἐπτὰ περιόδων τῶν ἀρῖθμουμένων εἰς τὴν ἀκροτάτην ἀνάπαυσιν ἀποκαθιστὰς εἴτε ἐπτὰ οὐρανοί, οὖς τινες ἀριθμοῦσι κατ ἐπανάβασιν, εἴτε καὶ ἡ ἀπλανής χώρα ἡ πλησιάζουσα τῷ νοητῳ κόσμῳ ὀγδοὰς λέγοιτο, πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν, ἐπὶ γοῦν ταῖς ἐπτὰ ἡμέραις τὰ ἱερεῖα ὑπὲρ ἁμαρτιῶν θύεται, ἑτι γὰρ τροπής εὐλάβεια καὶ τῆς ἐβδομης ἅπτεται περιφοράς.

(160) Ἰὼβ δὲ ὁ δίκαιος «αὐτὸς» φησὶ «γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς μωυ, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ», οὐ κτημάτων γυμνὸς (τοῦτο μὲν γὰρ μικρὸν τε καὶ κοινόν), ἀλλ’ ὡς δίκαιος γυμνὸς ἀπεισι κακίας τε καὶ ἁμαρτίας καὶ τοῦ ἐπομένου τοῖς ἀδίκως βιώσασιν ἀειδοῦς εἰδώλουˑ τοῦτο γὰρ ἦν τὸ εἰρημένον «ἐὰν μὴ στραφέντες γένησθε ὡς τὰ παιδία», καθαροὶ μὲν τὴν σάρκα ἅγιοι δὲ τὴν ψυχὴν κατὰ ἀποχὴν κακῶν ἔργων, δεικνύντος <τοῦ θεοῦ> ὅτι τοιούτους ἡμᾶς εἶναι βούλεται, οἵους καὶ γεγέννηκεν ἐκ μήτρας ὕδατοςˑ γένεσις γὰρ γένεσιν διαδεχομένῃ κατὰ προκοπήν ἀπαθανατίζειν βούλεται, «τῶν δὲ ἀσεβῶν ὁ λύχνος σβεσθήσεται». (161) ναὶ μὴν τὴν κατὰ τε σῶμα, κατὰ τε ψυχὴν ἀγνείαν, ἣν μέτεισιν ὁ γνωστικὸς, ὁ πάνσοφος Μωυσῆς ἐκπρεπῶς τῇ ἐπαναλήψει χρησάμενος

 

 

140

ἐμήνυσεν, τὸ ἀδιάφθορον τοῦ τε σώματος τῆς τε ψυχῆς διαγράφων ἐπὶ τῆς Ῥεβέκκας ὧδέ πως· «ἡ δὲ παρθένος ἦν καλή, <παρθένος ἦν,> ἀνὴρ οὐκ ἔγνω αὐτὴν.» Ῥεβέκκα δὲ ἑρμηνεύεται θεοῦ δόξα, θεοῦ δὲ δόξα ἀφθαρσία, αὕτη ἡ τῷ ὅντι δικαιοσύνη, μὴ πλεονεκτεῖν ἐν θατέρῳ, ὅλον δὲ εἶναι ἡγιασμένου νεὼν τοῦ κυρίου, δικαιοσύνη οὖν ἔστιν εἰρήνη βίου καὶ εὐστάθεια, ἐφ' ἣν ὁ κύριος ἀπέλυε λέγων «ἄπελθε εἰς εἰρηνηνˑ» Σαλήμ γὰρ ἑρμηνεύεται εἰρήνη, ἧς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται βασιλεύς, ὅν φησι Μωυσῆς, «Μελχισεδέκ βασιλεὺς Σαλήμ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,» ο τὸν οἶνον καὶ τὸν ἄρτον τὴν ἡγιασμένην διδοὺς τροφὴν εἰς τύπον εὐχαριστίας. καὶ δὴ ἑρμηνεύεται ὁ Μελχισεδέκ βασιλεὺς δίκαιος, συνωνυμία δὲ ἐστι δικαιοσύνης καὶ εἰρήνης. (162) Βασιλείδης δὲ ὑποστατάς Δικαιοσύνην τε καὶ τὴν θυγατέρα αὐτῆς τὴν Εἰρήνην ὑπολαμβάνει ἐν ὀγδοάδι μένειν ἐνδιατεταγμένας.

Μετιτέον δὴ ἀπὸ τῶν φυσικωτέρων ἐπὶ τὰ προφανέστερα <τὰ> ἠθικά· ὁ γὰρ περὶ ἐκείνων λόγος μετὰ τὴν ἐν χερσὶ πραγμωτείαν ἕψεται. αὐτὸς οὖν ἡμᾶς ὁ σωτὴρ ἀτεχνῶς κατὰ τὴν τραγῳδίαν μυσταγωγεῖ,

ὁρῶν ὁρῶντας καὶ δίδωσιν ὄργια.

κἂν πύθῃ·

τὰ δὲ ὄργια ἐστι τίν' ἰδέαν ἔχοντά σοι;

ἀκούσῃ πάλιν

ἄῤῥητ’ ἀβακχεύτοισιν εἰδέναι βροτῶν,
κὰν πολυπραγμονῇ τις ὁποῖα εἴη, αὖθις ἀκουσάτω·

οὐ θέμις ἀκοῦσαι σε, ἔστι[ν] δ’ ἄξὶ εἰδέναιˑ

ἀσέβειαν ἀσκοῦντα ὄργι’ ἐχθαίρει θεοῦ·

ὁ θεὸς δὲ ἄναρχος, ἀρχὴ τῶν ὅλων παντελής, ἀρχῆς ποιητικός, ᾗ μὲν οὖν ἐστιν οὐσία, ἀρχὴ τοῦ φυσικού τόπου· καθ' ὅσον ἐστὶν τάγαθόν, τοῦ ἠθικοῦ· ᾗ δ’ αὖ ἐστι νοῦς, τοῦ λογικού καὶ κριτικοῦ τόπου· ὅθεν καὶ διδάσκαλος μόνος ὁ λόγος, υἱὸς τοῦ νοῦ πατρός, ὁ παιδεύων τὸν ἄνθρωπον.

 

XXVI

(163) Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα, οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὁρθήν πρὸς τὴν οὐρανοῦ θέαν

 

 

141

γενομένην καὶ τὴν τῶν αἰσθήσεων ὁργανοποιίαν πρὸς γνῶσιν συντείνουσαν τὰ τε μέλη καὶ μέρη πρὸς τὸ καλὸν, οὐ πρὸς ἡδονὴν εὅθετα. ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ σωτῆρος καταρτισμῷ τελειοὑμενον. καὶ δὴ ἡ ἀντακολουθία τῶν τριῶν ἀρετῶν περὶ τὸν ἄνθρωπον εὑρίσκεται τὸν γνωστικὸν ἠθικῶς τε καὶ φυσικως καὶ λογικῶς περὶ τὸ θεῖον πραγματευόμενου, σοφία μὲν γὰρ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπίνων, δικαιοσύνη δὲ συμφωνία τῶν τῆς ψυχῆς μερῶν, ὀσιότης δὲ θεραπεία τοῦ θεοῦ. εἰ δὲ τις διαβάλλεσθαι τὴν σάρκα καὶ δι’ αὐτῆς τὴν γένεσιν φάσκοι παραθείς Ἡσαΐᾶν λέγοντα «πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθῃ ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα», ἀκουσάτω ἐρμηνεύοντος τὸ ζητούμενον διὰ Ἱερεμίου τοῦ πνεύματος· «καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα πετώμενα ὑπὸ ἀνέμου εἰς ἔρημον. (164) οὗτος ὁ κλῆρος καὶ μερίς τοῦ ἀπειθεῖν ὑμᾶς, λέγει κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι, κάγώ ἀποκαλύψω τὰ ὁπίσω σου ἐπὶ πρόσωπον σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου, μοιχεία σου καὶ χρεμετισμός σου» καὶ τὰ ἑξῆς. τοῦτο γὰρ «τὸ ἄνθος τοῦ χόρτου», καὶ τὸ «κατὰ σάρκα περιπατεῖν» καὶ «σαρκικοὺς εἶναι» κατὰ τὸν ἀπόστολον, ἐν ἁμαρτίαις ὄντας, κρεῖττον μὲν τοῦ ἀνθρώπου ὡμολόγηται ἡ ψυχή, ἧττον δὲ τὸ σῶμα, ἀλλ’ οὔτε ἀγαθὸν ἡ ψυχὴ φύσει οὔτε αὖ κακὸν φύσει τὸ σῶμα, οὐδὲ μὴν ὃ μὴ ἐστιν ἀγαθόν, τοῦτο εὐθέως κακόν, εἰσὶ γὰρ οὖν καὶ μεσότητές τινες καὶ προηγμένα καὶ ἀποπροηγμένα ἐν τοῖς μέσοις. ἐχρῆν δὴ οὖν τὴν σύνθεσίν τοῦ ἀνθρώπου ἐν αἰσθητοῖς γενομένην ἐκ διαφόρων συνεστάναι, ἀλλ’ οὐκ ἐξ ἐναντίων, σώματος τε καὶ ψυχῆς. (165) ἀεὶ τοίνυν αἰ ἀγαθαὶ πράξεις ὡς ἀμείνους τῷ κρείττονι τῷ πνευματικῷ προσάπτονται, αἰ δὲ φιλήδονοι καὶ ἁμαρτητικαί τῷ ὕττονι τῷ ἁμαρτητικῷ περιτίθενται. αὐτίκα ἡ τοῦ σοφοῦ τε καὶ γνωστικοῦ ψυχή, οἷον ἐπιξενουμένη τῷ σώματι, σεμνῶς αὐτῷ καὶ τιμητικώς προσφέρεται, οὐ προσπαθώς, ὅσον οὐδέπω, ἐὰν ὁ καιρὸς τῆς ἀποδημίας καλῇ, ἀπολείπουσα τὸ σκῆνος. «πάροικος», φησὶν, «ἐν τῇ γῇ καὶ παρεπίδημος ἐγὼ εἰμι μεθ’ ὑμῶν.» καὶ ἐντεῦθεν ξένην τὴν ἐκλογὴν τοῦ κόσμου ὁ Βασιλείδης εἴληφε λέγειν, ὡς ἂν ὑπερκόσμιον φύσει οὐσαν. τὸ δ’ οὐχ οὕτως ἔχει. ἑνὸς γὰρ τὰ πάντα θεοῦ, καὶ οὐκ ἂν τις εἴη φύσει τοῦ κόσμου ξένος, μιᾶς μὲν της

 

 

142

ούσίας οὔσης, ἑνὸς δὲ τοῦ θεοῦ, ἀλλ’ ὁ ἐκλεκτὸς ὡς ξένος πολιτεύεται, κτητά τε καὶ ἀπόκτητα εἰδὼς πάντα.

(166) Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὡς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρ' ὁδὸν οἴκήσεσιν, ἐπιμελούμενος μὲν καὶ κόσμων τὸν τόπον ἔνθα καταλύει, ὰπολείπων δὲ τὴν οἴκησιν καὶ τὴν κτῆσιν καθάπερ καὶ τὴν χρήσιν ἀπροσπαθῶς, προθύμως τῷ ἀπάγοντι τοῦ βίου συνεπόμενος, οὐδαμῶς ὁπίσω κατ' οὐδεμίαν ἀφορμὴν ἐπιστρεφόμενος, εὐχαριστησας μὲν ἐπὶ τῇ παροικίᾳ, εὐλογὼν δὲ ἐπὶ τῇ ἐξόδῳ, τὴν μονήν ἀσπαζόμενος τὴν ἐν οὐρανῳ. «οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθή, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὐρεθεὐρεθῇσόμεθα· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους,» ὡς ὁ ἀπόστολὸς φησὶν. «εὐδοκοῦμεν δὲ μᾶλλον ἐκδημήσαι ἐκ τοῦ σώματος καὶ ἐνδημήσαι πρὸς τὸν θεόν.» ἐν συγκρίσει δὲ τὸ μᾶλλον, ἡ δὲ σύγκρισις ἐπὶ τῶν καθ' ὁμωίωσιν ὑποπιπτόντων, ὡς ὁ ἀνδρειότερος ἀνδρείων ἀνδρειότερος, δειλῶν δὲ ἀνδρειότατος.

(167) ὅθεν ἐπήγαγεν «διὸ φιλοτιμούμεθα, εἴτε ἐκδημοῦντες εἴτε ἐνδημοῦντες, εὐάρεστοι εἶναι αὐτῷ», τῷ ἐνὶ δηλονότι θεῷ, οὐ τὰ πάντα ἔργον τε καὶ κτίσις, ὅ τε κόσμως καὶ τὰ ὑπερκόσμια. ἀγαμαι τὸν Ἐπίχαρμον σαφῶς λέγοντα·

εύσεβής νόῳ πεφυκὼς οὐ πάθοις κ' οὐδὲν κακὸν

κατθανών, ἄνω τὸ πνεῦμα διαμένει κατ' οὐρανόν

καί τὸν μελοποιὸν ᾄδοντα·

ψυχαὶ δ’ ἀσεβῶν ὑπουράνιοι γαίᾳ πωτώνται

ἐν ἄλγεσι φονίοις ὑπὸ ζεύγλαις ἀφύκτοις κακῶν,

εὐσεβῶν δὲ ἐπουράνιοι νάουσι,

μολπαῖς μάκαρα μέγαν ἀείδουσ ἐν ὕμνοις·

οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλ’ ἡ τὸν ἄριστον ἑλομενῃ βίον ἐκ θεοῦ [καὶ] δικαιοσύνης γῆς οὐρανὸν ὰνταλλάσσεται.

(168) Εἰκότως οὖν γνώσεως ἐπήβολος ὁ Ἰὼβ γενόμενος «νῦν οἴδα» εἶπεν «ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δὲ σοι οὐθέν. τις γὰρ ἀπαγγέλλει μοι ᾶ οὐκ ᾔδειν,

 

 

143

μεγάλα καὶ θαυμαστὰ ἃἅ οὐκ ἠπιστάμην; ἐγὡ δὲ ἐφαὐλισα ἐμαυτὸν ἡγησάμενος ἐμαυτον εἶναι γῆν καὶ σποδόν.» ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικὸς τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δι’ ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη πνευματικὸς καὶ διὰ τοῦτο ἐκλεκτὸς. ὅτι δὲ τοὺς ἀνοήτους καὶ ἀπειθεῖς γῆν καλεῖ ἡ γραφή, σαφὲς ποιήσει Ἱερεμίας ὁ προφήτης κατὰ Ἰωακεὶμ καὶ τῶν ἀδελφῶν αὐτοῦ λεγων «γῆ γῆ, ἄκουε λόγον κυρίουˑ γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον.» (169) ἄλλος δ’ αὖ προφήτης φησὶν «ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ,» τὴν σύνεσιν ἀκοήν εἰπών, καὶ οὐρανὸν τὴν τοῦ γνωστικοῦ ψυχὴν τὴν οὐρανοῦ καὶ τῶν θείων θέαν ἐπανηρημένου καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναιˑ ἔμπαλιν γὰρ αὖ τὸν ἑλόμενον τὴν ἀμαθίαν καὶ τὴν σκληροκαρδίαν γῆν εἴρηκεν καὶ τὸ «ἐνωτίζου» ἀπὸ τῶν ὁργάνων τῆς ἀκοῆς τῶν ὤτων προσηγόρευσεν, τὰ σαρκικά τοῖς προσανέχουσι τοῖς αἰσθητοῖς ἀπονείμας. οὗτοι εἰσι περὶ ὧν Μιχαίας ὁ προφήτης λέγειˑ «ἀκούσατέ λαοί λόγον κυρίου οἱ συνοικοῦντες ὀδύναις.» καὶ ὁ Αβραὰμ «μηδαμῶς,» εἶπεν, «κύριε, ὁ κρίνων τὴν γῆν,» ἐπεὶ «ὁ ἀπιστήσας» κατὰ τὴν σωτήριον φωνὴν «ἤδη κέκριται». (170) γέγραπται δὲ κἂν ταῖς Βασιλείαις ἡ κρίσις καὶ ἡ ἀπόφασις τοῦ κυρίου ὧδε ἔχουσαˑ «δικαίων εἰσακούει ὁ θεὸς, ἀσεβεῖς δὲ οὐ σῴζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν θεὸν ἄτοπα γὰρ οὐ συντελέσει ὁ παντοκράτωρ.» τί πρὸς ταύτην ἑτι φθέγγονται τὴν φωνὴν αἰ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον ποιεῖ; «οὐτος γὰρ ἐστι», φησὶν, «ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστι πλὴν αὐτοῦ σῴζων» «οὐδὲ γὰρ ἐστιν ἀδικία παρὰ τῷ θεφ» κατὰ τὸν ἀπόστολον. σαφῶς δὲ ἑτι ὁ προφήτης τὴν βουλήν τοῦ θεοῦ καὶ τὴν προκοπήν τὴν γνωστικὴν διὰ τούτων διδάσκει»καὶ νῦν, Ἰσραήλ, τί κύριος ὁ θεὸς σου αἰτεῖται παρὰ σοῦ, ἀλλ’ φοβεῖσθαι κύριον τὸν θεὸν σου καὶ πορεύεσθαι ἐν πᾶσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν αὐτῷ μόνφ;» <τοῦτο> αἰτεῖται παρὰ σοῦ, τοῦ τὴν ἐξουσίαν ἔχοντος ἑλέσθαι τὴν σωτηρίαν.

(171) Τί τοίνυν οἱ Πυθαγόρειοι βουλόμενοι μετὰ φωνῆς εῦχεσθαι κελεύουσιν; ἐμοὶ δοκεῖ οὐχ ὅτι τὸ θεῖον φοντο μὴ δύνασθαι τῶν ἡσυχή φθεγγομένων ἐπαΐειν, ἀλλ’ ὅτι δικαίας ἐβούλοντο εἶναι τὰς εὐχάς, ἄς οὐκ ἄν τις αἰδεσθείῃ ποιεῖσθαι πολλῶν συνειδότων. ἡμεῖς δὲ περὶ μὲν τῆς εὐχής κατὰ καιρὸν προϊόντος τοῦ

 

 

144

λόγου διαληψόμεθα, τὰ δὲ ἔργα κεκραγότα ἔχειν ὀφείλομεν «ὡς ἐν ἡμέρᾳ περιπατοῦντες». «λαμψάτω γὰρ σου τὰ ἔργα.» «καὶ ἰδοὺ ἄνθρωπος καὶ τὰ ἔργα αὐτοῦ πρὸ προσώπου αὐτοῦ. ἰδοὺ γὰρ ὁ θεὸς καὶ τὰ ἔργα αὐτοῦ.» θεὸν χρὴ μιμεῖσθαι εἰς ὅσον δύναμις τῷ γνωστικῳ. ἐμοὶ δὲ καὶ οἱ ποιηταί τοὺς ἐκλεκτοὺς παρὰ σφίσι θεοειδέας προσαγορεύειν δοκοῦσι καὶ δίους καὶ αντίθεους καὶ Διὶ μῆτιν ἀταλάντους καὶ «θεοῖς ἐναλίγκια μήδεˑ ἔχοντας» καὶ θεοεικέλους, τὸ «κατ εἰκόνα καὶ ὁμοίωσιν» περιτρώγοντες. (172) ὁ μὲν οὖν Εὐριπίδης

χρύσεαι δὴ μοι πτέρυγες περὶ νώτῳ

φησ

καί τὰ Σειρήνων ἐρόεντα πέδιλα ἀρμόζεται,

βάσομαί τ' ἐς αἰθέρα πουλύν αερθείς

Ζηνὶ προσμίξων.

ἐγὼ δὲ ἂν εὐξαίμην τὸ πνεῦμα τοῦ Χριστοῦ πτερώσαί με εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐμήνλέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν, τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλειςλέγεσθαι μὲν γαρ, οὐκ εἶναι δέσπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δήμος ἀστεῖὸν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον, καθάπερ ἡ ἐκκλησία ὑπὸ λόγου, ἀπολιόρκητος ἀτυράννητος πόλις ἐπὶ γῆς, θέλημα θεῖον ἐπὶ γῆς ὡς ἐν οὐρανῳ. εἰκόνας τῆσδε τῆς πόλεως καὶ οἱ ποιηταί κτίζουσι γράφοντεςαί γὰρ Ὑπερβόρεοι καὶ Ἀριμάσπειοι πόλεις καὶ τὰ Ἡλύσια πεδία δικαίων πολιτεύματαῖσμεν δὲ καὶ τὴν Πλάτωνος πόλιν παράδειγμα ἐν οὐρανῷ κειμένην.


Страница сгенерирована за 0.22 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.